1

 2

 3

 4

2

κτίσεως ταύτης, ὡς καὶ ἐν τῷ Ἰεζεχιὴλ διαμαρ τύρεται λέγων ὁ Θεός· «Καὶ τὰ Σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν τοῦ γνῶναι αὐτοὺς, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Γνώσεως ἄρα καὶ οὐκ ἀργίας ἕνεκεν ἐδόθη τὸ Σάββατον· ὡς εἶναι μᾶλλον τὴν γνῶσιν ἀναγκαιοτέραν τῆς ἀργίας. ∆ιὰ τοῦτο ὁ Κύριος ἔλεγε τοῖς αἰτιωμένοις τοὺς μαθητὰς ἐπὶ τῷ τίλλειν στάχυας· «Εἰ ἐγνώκειτε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν.» Ἀργοῦντας γὰρ αὐτοὺς ἐν τῷ Σαββάτῳ ᾐτιᾶτο, ὅτι τὸ ἴδιον τοῦ Σαββάτου οὐκ ἔχετε, ὅπερ ἐστὶν ἡ πρὸς τὴν ἀλήθειαν γνῶσις. ∆ιὰ τοῦτο καὶ περὶ τὴν Ἱεριχὼ κελεύονται σαλπίζειν οἱ τὸν νόμον τοῦ Σαββάτου λαβόντες ἑπτὰ ἡμέραις, ἐν αἷς 28.137 ἐπτὰ καὶ τὸ Σάββατον ἐμπίπτει. Εἰ τοίνυν ἕνεκα τοῦ ἀργεῖν ἐδόθη τὸ Σάββατον, διὰ τί ἐργάζεσθαι προστάττονται σαλπίζοντες; Ἀλλ' ἠπίστατο, ὅτι σαλπί ζοντες ἐσαββάτιζον, οὐκ ἀργοῦντες, ἀλλὰ γινώσκον τες τὸν βοηθοῦντα αὐτοῖς Κύριον· ὥσπερ καὶ ἐπὶ τοῦ περιτεμνομένου ὀκταημέρου· ἀνάγκην γὰρ ἔχει καὶ τῷ Σαββάτῳ περιτέμνειν, καὶ ὅμως σαββα τίζει, ἐργαζόμενος μὲν, γινώσκων δὲ τὸν Θεόν. Ἀμέ λει καὶ τὰς μὴ ἡμέρας τῶν Σαββάτων, ὅμως διὰ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὴν τῆς θεογνωσίας χάριν, Σάββατα ὀνομάζειν εἴωθεν ὁ νόμος, μᾶλλον δὲ ὁ Κύριος τοῦ νόμου, ὡς ἐν τῷ Λευϊτικῷ· καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· «Καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ. Πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ·» καὶ μετ' ὀλίγα· «Καὶ ἔσται πᾶσα ψυχὴ, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Πᾶν ἔργον οὐ ποιήσετε, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. Σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν ἀπὸ ἐνάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας, καὶ σαββατιεῖτε τὰ Σάββατα ὑμῶν.» Οὐκοῦν οὐχ ἡ ἑβδόμη ἐστὶ τὸ Σάββατον, ἀλλ' ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ὅτε τις ἀπ' αὐτῶν κατα παύει. Οὐδὲ ἡ ἀργία ἐστὶ τὸ Σάββατον, ἀλλ' ἡ ἐξ ομολόγησις καὶ τὸ ταπεινοῦν τὴν ψυχήν. Οὐ γὰρ ὡρισμένως, τῷ Σαββάτῳ, εἴρηκεν, ἀλλ' ἁπλῶς τῇ δεκάτῃ, ἣν συμβαίνει ἀπαντᾷν μὴ ἐν Σαββάτῳ. Καὶ ὅμως τὴν ἀπαντῶσαν ἡμέραν διὰ τὸν ἐξιλασμὸν Σάβ βατον οὐχ ἀπλῶς, ἀλλὰ Σάββατα σαββάτων ὀνομά ζει. Εἰ δὲ ταύτην Σάββατον ὀνομάζει, ἐν δὲ Σαββάτῳ ἐργάζεσθαι κελεύει· οὐκ ἄρα ἀργίας προηγουμένως ἐστὶ νόμος τὸ Σάββατον, ἀλλὰ γνώσεως καὶ ἐξ ιλασμοῦ, καὶ ἀργίας ἀπὸ κακίας πάσης. Οὐ διὰ τὴν ἀργίαν οὖν τὸ Σάββατον δέδωκεν, ἀλλὰ πρὸς τὸ γινώσκειν αὐτοὺς τὴν κατάπαυσιν τῆς κτίσεως. Ἐν ετείλατο γὰρ ὁ Θεὸς λέγων· «Ἵνα γινώσκητε, ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέπαυσε Κύριος ὁ Θεὸς ὑμῶν ἀπὸ τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι.» Ἤθελε δὲ αὐ τοὺς γινώσκοντας τὸ τέλος ταύτης ἀρχὴν ζητεῖν ἑτέ ρας. Τέλος μὲν οὖν τῆς προτέρας κτίσεως ἦν τὸ Σάββατον, ἀρχὴ δὲ τῆς δευτέρας, ἡ Κυριακὴ, ἐν ᾗ τὴν παλαιὰν ἀνενεώσατο καὶ ἀνεκαίνισεν. Ὥσπερ οὖν ἐνετείλατο φυλάττειν πρότερον τοῦ Σαββάτου τὴν ἡμέραν, μνήμην οὖσαν τοῦ τέλους τῶν προτέρων, 28.140 οὕτως τὴν Κυριακὴν τιμῶμεν, μνήμην οὖσαν ἀρχῆς δευτέρας ἀνακτίσεως. Οὐ γὰρ ἄλλην ἐπέκτισεν, ἀλλὰ τὴν παλαιὰν ἀνεκαίνισε, καὶ ἣν ἤρξατο ποιεῖν ἐτε λείωσε. ∆ιὰ τοῦτο ἐν μὲν τῇ ἕκτῃ τὰ γενόμενα συνετελέσθη, καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάν των· ἐν δὲ τῷ Εὐαγγελίῳ ἐλθὼν ὁ Λόγος φησίν· «Ἦλθον τελειῶσαι τὸ ἔργον.» Ὁ γὰρ ἀπὸ πάντων καταπαύων, σημαίνει τινὰ δεῖσθαι τέλους, ἅπερ ἐλθὼν ἐπετελείωσε. Φησὶ γὰρ ἐν τῷ κατὰ Ἰωάννην· «Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτά· αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ.» Ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον, εἰ, ἁμαρτήσαν τος τοῦ Ἀδὰμ, ἀπέθνησκεν ὁ ἄνθρωπος· τέλειον δὲ γέγονε, ζωοποιηθέντος αὐτοῦ. ∆ιὰ τοῦτο, τὴν ἐν ἓξ ἡμέραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθησι τῇ ἀνακαινίσει, ἣν διὰ τοῦ ψαλμοῦ προαναφωνεῖ λέγον τὸ Πνεῦμα· «Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος.» Ἀνθ' ἡλίου γὰρ