Scholia Arethae in Cyrilli apologiam xii anathematismorum

 118 SCHOLIA ARETHAE™ 8f9 μίαν ἡμῖν ἀποφαίνει ἀλλ' εἰ μὴ μία, διάφορος δέ, παρὸν ἐλέγχειν, 118.30 τί τὸ αἴτιον ἀμελεῖν ἐν ψιλαῖς ἐπαγγελίαις ἐναβρυνόμε

 132 SCHOLIA ARETHAE™ 1-7 οὐ κατὰ σκοποῦ οὗτοι βάλλοντες οἱ λόγοι. ὁ μὲν γὰρ δυάδα προσώπων ἐκκλίνειν φησίν, οὐδὲ [leg. ὁ δὲ] ἐπὶ φύσεων ἑνώσει τὴν ἔκκ

 τὸ τινὰ ἑαυτὸν εἶναι θηρᾶις, οὐδεὶς σοὶ φθόνος πλὴν ἀποσχομένωι τοῖς τὸ ἁπλοῦν καὶ ἄδολον μυστήριον ἁπλῶς μετιοῦσιν βλασφήμως προσφέρεσθαι, καίτοιγε φ

132 SCHOLIA ARETHAE™ 1-7 οὐ κατὰ σκοποῦ οὗτοι βάλλοντες οἱ λόγοι. ὁ μὲν γὰρ δυάδα προσώπων ἐκκλίνειν φησίν, οὐδὲ [leg. ὁ δὲ] ἐπὶ φύσεων ἑνώσει τὴν ἔκκλισιν ἀκούει, ἐκεῖνο μεμφόμενος, οὗ μηδεμία διαστολὴ γέγονε. 12 καὶ τοῦτο περιεργότερον καὶ σοφιστικὸν καὶ κατὰ τὸ ἐν Ἰὼβ [11, 12] 20βροτὸς δ' ἄλλως ἐπινήχεται λόγοις.20 ποῦ γὰρ Θεοδωρήτωι λόγος σχετικῆς ἑνώσεως ἐφ' ἧι βρενθύεσθαι οὐδαμῶς κατηκενει [sic Y, καθῆκέ σοι?]

135 SCHOLIA ARETHAE™ 10 οὐ μὰ τὸν κύριον τῆς δόξης ἔργον ποιούμενος τὸ κατηγορεῖν, εἰ μὴ καὶ ἐναλήθως καθικνούμενος τῶν προτεθέντων λόγων. 10sq. καὶ τοῦτο συκοφαντία· ποῦ γὰρ καὶ πόθεν ἐστὶ δεῖξαι τοῦτο; 15 εἰ τὸ κατὰ σάρκα μέμφηι, μεμπτέος σοι καὶ Πέτρος ὁ ἀπόστολος πρῶτος τοῦτο εἰσηγησάμενος ἐν οἷς δημηγορῶν φησι πρὸς Ἰουδαίους περὶ τοῦ ∆αυὶδ λέγοντος περὶ Χριστοῦ· 20προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκωι ὅμοσεν20 [sic] 20αὐτῶι ὁ θεὸς ἐκ τῆς ὀσφύος αὐτοῦ20 τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν [Act. 2, 30]. 18sq. ἀπροσπαθῶς καὶ φιλαλήθως ἐρεῖν οὗτοι, κενοδοξίαι κατακρατούμενοι καὶ τὸ [leg. τῶι] τίς τῶι ὀλεθρίωι ταινιωθείη αὐτῆς κράτει, οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν ὡς τὰ αὐτὰ περὶ τῶν αὐτῶν ὁμο γλώσσως διεξιῶντες [sic] κακεντρεχείαι δόξης κενῆς διάφωνα δεικνύειν ἀπηυθαδίσαντο.

138.30 SCHOLIA ARETHAE™ 6 καὶ ποῦ τοῦτο Θεοδώρητος οὗτος ἑάλω φθεγξάμενος, οὐκ ἔστιν εἰπεῖν, ὥστε συκοφαντεῖται νῦν ὁ ἀνήρ. 139.30 SCHOLIA ARETHAE™ 29 sq. τίς ὁ τοσοῦτος παράλογος ἐφ' ὅσον οὐδὲν τῶν δοκούντων διὰ τούτων ἐλέγχεσθαι Θεοδώρητος κατείληπται πρεσβεύων; ibid. συκοφαντία τοῦτο· ἢ δεικνύσθω τοῦτο.

140 SCHOLIA ARETHAE™ 16 εἶτα σὺ τί φής; οὐκ ἀνθρωπείαν φύσιν ἀνειληφέναι τὸν θεὸν λόγον, ἀλλά τινα ἄνθρωπον; τῆς ἐμπλήκτου συμφωνίας πρὸς τοὺς εἰς δύο ὑποστάσεις τὸν ἕνα διαιροῦντας Χριστόν, καὶ ὅπως φθάσαντες παρεθέμεθα. 26 ἀλλὰ σὺ τί λέγεις; ἀρχιερεὺς οὐ κατὰ τὸ ἀνθρώπινον ἑαυτοῦ ὁ Χριστός, ἀλλὰ κατὰ τὸ θεῖον ἐλέχθη; καὶ τὸ θεικὸν αὐτοῦ τὸ χρίσμα τὸ ἱερατικὸν ἔσχηκε καὶ τὸ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱεράτευμα; τῆς ἀναισθήτου βίας καὶ τοῦ μηδὲ ὡς Κάιν εἰδότος πρὸς οἷς μὴ ὀρθῶς κρίνειν μηδὲ ὀρθῶς διαιρεῖν [Gen. 4, 7].

141 SCHOLIA ARETHAE™ 10 sq. εἰ Θεοδωρήτου ταῦτα, ἀλλ' οὐ τοῦ θείου Παύλου τὰ ῥήματα, καλῶς ἔχει σοι τὰ ἐγκλήματα· εἰ δὲ τοῦ θείου Παύλου, ἀφεὶς τῶι γεννήτορι τῶν [τὸν Y] λόγων τὰς μέμψεις ἐπανατείνεσθαι Θεοδωρήτωι ἐπηρεάζειν προήιρησαι. ἐπεὶ δὲ Παῦλον οὐκ ἔχων ἐλέγχειν (οἶδας γάρ, δοκῶ μοι, ὅπως ἐκεῖνος φρονῶν ταῦτα προφέρει, ὥς γε δὴ καὶ Θεοδώρητος), ἄρα τῆς ἐπὶ τοῖς ῥητοῖς τούτοις ἐκλήψεως ὠλιγώρησας [ὀλιγώρησας Y] τοῖς ἃ [legas τῶι ἴσα] τοῖς ἐνδιαστρόφως ταῦτα φέρουσιν τὰ ὀνείδη Θεοδωρήτωι προσάπτεσθαι; τῆς ἀδικοδοξίας. 15 Παύλωι ταῦτα ἐγκαλῶν, ἐπὰν μὴ ὡς ἐκεῖνος εἴρηκεν, ταῦτα νοεῖν ἑκὼν τυφλώττεις, μέγας ἔσηι πρόβολός τε καὶ πρόμαχος τῶν ἀπὸ τῶν περὶ αὐτὰ ἐνδιαστρόφων νοημάτων εἰς ὀλεθρίας αἱρέσεις ὀλισθησάντων.

142 SCHOLIA ARETHAE™ 3 sq. ἀληθῆ τὴν ἕνωσιν καὶ πιστεύομεν καὶ κρειττόνως ἢ σύ· οὐ γὰρ ἐκ δύο ὑποστάσεων ταύτην φαμέν, ὡς σὺ πολλάκις ἁλίσκηι φρονῶν, ἀλλ' ἐκ δύο μὲν φύσεων, θεότητος καὶ ἀνθρωπότητος, μιᾶς δὲ ὑποστάσεως τοῦ θείου λόγου, ὃς φύσιν ἀνθρωπίνην λαβὼν ἤτουν ψυχὴν καὶ σῶμα ἠτώμωσεν [sic] ἐν ἑαυτῶι, καθὸ καὶ σύνθετος ἡ τοῦ κυρίου ὑπόστασις πρεσβεύεται τῆι τῶν πιστῶν ἐκκλησίαι. δύο δὲ φύσεις αὐτοῦ ἀκενοτόμητοι [sic], αἷς δυσὶ φύσεσι τὰ θεῖα καὶ τὰ ἀνθρώπινα ἐνήργει, οὐκ ἀνὰ μέρος δὲ διὰ τὴν ἄκραν ἕνωσιν· πῶς δέ, αὐτῶι μόνωι ἀνάκειται ἀκριβῶς εἰδέναι. εἰ δὲ σὺ τὴν ἀκρίβειαν ταύτην ἑαυτῶι ἐπανατιθεὶς

3