Scholia Arethae in Cyrilli apologiam xii anathematismorum

 118 SCHOLIA ARETHAE™ 8f9 μίαν ἡμῖν ἀποφαίνει ἀλλ' εἰ μὴ μία, διάφορος δέ, παρὸν ἐλέγχειν, 118.30 τί τὸ αἴτιον ἀμελεῖν ἐν ψιλαῖς ἐπαγγελίαις ἐναβρυνόμε

 132 SCHOLIA ARETHAE™ 1-7 οὐ κατὰ σκοποῦ οὗτοι βάλλοντες οἱ λόγοι. ὁ μὲν γὰρ δυάδα προσώπων ἐκκλίνειν φησίν, οὐδὲ [leg. ὁ δὲ] ἐπὶ φύσεων ἑνώσει τὴν ἔκκ

 τὸ τινὰ ἑαυτὸν εἶναι θηρᾶις, οὐδεὶς σοὶ φθόνος πλὴν ἀποσχομένωι τοῖς τὸ ἁπλοῦν καὶ ἄδολον μυστήριον ἁπλῶς μετιοῦσιν βλασφήμως προσφέρεσθαι, καίτοιγε φ

118 SCHOLIA ARETHAE™ 8f9 μίαν ἡμῖν ἀποφαίνει ἀλλ' εἰ μὴ μία, διάφορος δέ, παρὸν ἐλέγχειν, 118.30 τί τὸ αἴτιον ἀμελεῖν ἐν ψιλαῖς ἐπαγγελίαις ἐναβρυνόμενον;

119 SCHOLIA ARETHAE™ 9 καὶ παρεκόμισε καλῶς γε ποιῶν· οὐ γὰρ ταυτὸν πάθος φυσικόν τε καὶ ἀδιάβλητον, δι' οὗ καὶ τὸ ἐπίκαιρον [uoluit ἐπίκηρον] τῆς ἧσπερ ἐστίν, ἀπελέγχεται φύσεως, τῶι ὧι μόνωι κατὰ τὸ κρεῖσσον καὶ εἰς ἀεὶ καὶ ἀναλλοιώτως εἰς παράστασιν τῆς τοῦ δηλουμένου φύσεως πρόσεστιν. 14 ἀλλὰ ταῦτα συστατικὰ τοῦ ὑποκειμένου καὶ εἰς ἀεὶ προσόντα· τὰ δὲ πρὸς δεῖγμα φθορᾶς οὔτε συμπαρόντα ἀεὶ ἐνεργῶς καὶ κατ' ἐξουσίαν τοῦ ὧι πρόσεστιν, τὸ ἀνεργὰ ὁρᾶσθαι παραχωρούμενα. ὁ Θεσβίτης Ἡλίας καὶ ὅσοι κατ' ἐκεῖνον τὴν ἀρετήν, παρέξουσι τὸ πιστόν. 19f20 τῶν ὑποστάσεων σύνοδον μέχρι τίνος ὑποστάσεων φάσκων ἕνωσιν Νεστορίωι θύρας ὑπα νοίγεις βλασφημίας; ibid. ἰδοὺ καὶ νῦν ἀδιαστάλτως σύνοδον συναφείαι ἐπάγεις ὥσπερ ἐπιλελησμένος τῆς ἐπαγγελίας τοῦ διάφορον τὴν σημασίαν ἑκατέρου παρασχεῖν. 23f24 σχετικὴν ... συνάφειαν καὶ ποῦ σχετικῆς ἑνώσεως παρὰ Θεοδωρήτωι λόγος;

120 SCHOLIA ARETHAE™ 2f3 ἑάλωκας, ὦ πάτερ, οἷς ἐπιμέμφηι Θεοδωρήτωι· ποῦ γὰρ οὗτος τοῖς νῦν σοι κεκαττυμένοις κατονειρώττων ἑάλωκεν; 14sq. καὶ ποῦ ταῦτα ληροῦντος ἔστι Θεοδωρήτου ἀκοῦσαι; εἰ οὐδαμοῦ, βέβαιον αὐτῶι τὸ ψαλμικὸν ἐκεῖνο ἐρεῖν τὸ 20κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν20 [Ps. 55, 6]. 123 SCHOLIA ARETHAE™ 16 sq. καὶ τί τοῦτο παραλλάττον τῆς Θεοδωρήτου περὶ Χριστοῦ ἀκριβο λογίας; εἰ μὴ τοσοῦτον ὅσον οἱ καὶ τὸ ἓν καὶ δέκα τοῦ μία καὶ δέκα διαφέρειν λογομαχεῖν ματαιούμενοι.

124 SCHOLIA ARETHAE™ 14f15 θεόν τε ὁμοῦ καὶ ἄνθρωπον διαιρεῖς] συκοφαντία πλημμελής. 23sq. ὡς ἔοικεν, κατεσχηματισμένα ταῦτα καὶ οὐκ ἀληθείαι προῆγεν ὁ θεάνθρωπος· εἰ δὲ ἀλη θείαι, μάτην ἡ πρὸς Θεοδώρητον ἀλλόκοτος μέμψις, τὰ αὐτὰ κἀκείνου, εἰ καὶ τρανότερον, διεξιόντος.

125 SCHOLIA ARETHAE™ 14 χυδαιότης εἰ χυδαιότης, οὐκ οἶδα· τοῖς αὐτοῖς γοῦν καὶ αὐτὸς συμπερι φέρηι λόγοις.

127 SCHOLIA ARETHAE™ 10 τί δαί; οὐχὶ καὶ Βασιλείωι τῶι θείωι [de spirs. S.. 12] καὶ Γρηγορίωι τοῦτο δοκοῦν τῶι θεολόγωι ἐν τῶι πρὸς Εὐνομιανοὺς λόγωι; 19sq. συκοφαντία καὶ τοῦτο ποῦ γὰρ Θεοδώρητος διετείνατο δύο πρόσωπα ἐν τῶι κυρίωι Ἰησοῦ Χριστῶι πρεσβεύειν;

128 SCHOLIA ARETHAE™ 13 sq. τί τὸ διάφορον ἐνταῦθα τῶι ἀναθεματισμῶι, συνειδεῖν [sic] οὐκ ἔχω, ὥστε μάτην ἁλίσκονται διαπληκτιζόμενοι ἀλλήλοις οἱ προκείμενοι πατέρες, ἀεὶ περὶ τὰ αὐτὰ στρε φόμενοι καὶ περὶ τῶν αὐτῶν τὰ αὐτὰ διαβεβαιούμενοι καὶ συμφωνοῦντες ὥστε οὐκ ἔχω εἰπεῖν ἀνθότου διάφοροι καθίστανται ἀλλήλοις.

130 SCHOLIA ARETHAE™ 16 εἰ ὀργανικὴν δίδως ὑπουργίαν τῶι ἀνθρωπίνωι τοῦ κυρίου, οὐδὲν δὲ ὄργανον ἄνευ τοῦ τεχνίτου τὸ ἑαυτοῦ ἐκτελέσειεν, τίς ἡ μέμψις τῶι τὰ αὐτὰ διατεινομένωι ὑμῖν; ἐρεῖς ἴσως ὅτι καθὸ μηδὲν πλέον ἔχον [ἔχων Y] τῶν ἀποστόλων δίδοται τῶι κυρίωι οὕτω προιόντι; ἀλλ' ἀγνοοῦντος ὁ λόγος τί μὲν τὸ συνυπάρχον ἀεὶ ὄργανον καὶ ἀνθυπόβλητον τῶι τεχνίτηι, τί δὲ τὸ δι' ἑτέρου καὶ ἐπικτήτου τὴν χρείαν ἀναπληροῦν. οὐδὲ γὰρ οἱ ξύλινοι φερεπόδες εἰς χορίαν [sic] παρα ληφθέντες ταυτόν τι τοῖς ἐγγενέσιν ποσὶν ὑποληφθεῖεν.

131 SCHOLIA ARETHAE™ 2f3 καὶ τίς τοῦτο τῶν εὐσεβῶν κἂν ἐπ' ἐννοίαι ἔλαβεν, ὅπου γε μηδὲ Θεοδώρητος; διὸ ἀκίχητα διώκεις, τὰ μηδὲ ὄναρ ὑποτετοπημένα τῶι διωκομένωι ἐπιχειρῶν ἀναιρεῖν.

2