Inventio crucis

 σῶμα, παρ' ἑαυτοῦ δὲ ψυχὴν λογικὴν αὐτῷ καὶ νοερὰν ἐνθύκτιστον, οὐ προϋπάρχουσαν, οὐδὲ μέρος οὖσαν Θεοῦ, ὡς παράφρων καὶ μα νιώδης Ὠριγένης ἐβλασφήμησ

 καὶ γενεὰν, ἕως οὗ κατήντησεν εἰς αὐτὸν τὸν πυθμένα τῶν κακῶν. Ὁ δὲ θεῖος Λόγος οὐδ' οὕτως ἀπεστράφη τοῦ ἰδίου πλάσματος, οὐδὲ ἐγκατέλιπεν, ὃν κατ' εἰ

 4028 οὔσης ἐκ σπέρματος ∆αυῒδ καὶ Ἀβραὰμ, κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν, Θεὸς ὢν ἀληθινὸς, μετὰ τῆς προσλήψεως, καὶ διὰ τοῦτο κυρίως καὶ κατὰ ἀ

 γενέθλιον ἡμέραν τοῦ Χριστοῦ τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἀλλὰ πάντων μὲν τὰς χρήσεις ἐπὶ τοῦ παρόντος παραγαγεῖν καιροῦ, παρέλκον ἡγοῦμαι. Οὐδὲ γ

 ἐτελεύτησε, παραδοὺς τὴν βασιλείαν Τι βερίῳ τῷ υἱῷ αὐτοῦ. Ἦν δὲ ὁ Κύριος τότε ἐτῶν δεκα πέντε. Τιβέριος δὲ ὁ Καῖσαρ γνήσιον φίλον ἔχων τὸν Πιλάτον, ἡγ

 διεπρίοντο ἐν ἑαυτοῖς οἱ ἀρχιερεῖς, λέγοντες· Τί ποιήσομεν; ὅτι μὲν γὰρ σημεῖα καὶ τέρατα μεγάλα ἐπιτελοῦνται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὑπὸ τῶν αὐτοῦ

 αὐτῶν ἀνῃρέθη, καὶ οἱ οἶκοι αὐτῶν καὶ τὰ τέκνα ἐγένετο εἰς διαρπαγὴν, καὶ ἀπὸ τῆς Ἰταλίας καὶ Ῥώμης μετὰ πολλῶν θλίψεων καὶ ζημιῶν ἐξ εβλήθησαν. Ταῦτα

 διωγμὸν μέγαν τοῖς Ἰουδαίοις ἐπήγειρεν, ἐπιζητῶν τοὺς ἐκ βασιλικῆς συγγενείας· ἐμηνύθη αὐτῷ τὰ περὶ Χριστοῦ, ὅτι ἐκ τοῦ ∆αυῒδ ὑπάρχει, καὶ μέγα ἔχει γ

 ἐκβο λῆς ἔτη πεντήκοντα ὀκτώ. Ἡ δὲ κατὰ τὴν Αἰλίαν συστᾶσα ἁγία Ἐκκλησία ἐξ ἐθνῶν τυγχάνουσα, πρῶτον καθιστᾷ ἐπίσκοπον ἐξ ἐθνῶν Μάρκον, ἄνδρα κατὰ πάν

 Ἀλέξανδρος μαρτυρήσας Μαρζαβάνην διάδοχον τῆς λειτουργίας κατέλιπε, καὶ τοῦτον Ὑμέ ναιος διαδέχεται. Μετὰ Γαληνὸν Κλαύδιος ἐβασίλευ σεν ἔτη δύο. Καὶ τ

 καταθυμίως τὰ κατ' ἔθος, καὶ ὑπὸ πάντων τιμᾶσθαι, παρακαλεῖν τε καὶ εὔχεσθαι αὐτοὺς ὑπὲρ αὐτοῦ αὐτοκράτορος. Ταῦτα γέγονε, καὶ εὐθέως ἡ θεία φιλανθρωπ

 ποταμὸν πεπληρωμένον ἵππων σὺν ἀναβάταις. Οἱ δὲ πολῖται τῆς Ῥώμης στεφανώσαντες αὐτὸν εἰσεδέξαντο μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε νικοποιὸν στ

 συλληφθείς. Φιλαν θρώπως δὲ χρησάμενος ὁ κατὰ πάντα πραότατος βασιλεὺς τῷ δυσμενεῖ, ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλο νίκῃ διάγειν ἡσυχάζοντα. Ὁ δὲ μικρὸν ἡσ

 βασιλίδα, σὺν τῆς ἐπαρχίας ἐπισκόποις ἀπήντησε τῇ βασιλίδι. Εὐθέως δὲ παρεκελεύσατο τοῖς ἐπι σκόποις τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσα σθαι. Ἀπο

 ὑπογράφουσι τῇ ἐκθέσει τῆς πίστεως, καὶ ἐν πᾶσιν ἀκολουθοῦσι τοῖς ἁγίοις Πατράσιν. Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας, κ

 ἐν θέντες, ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτὸν θρηνοῦν τες, ὡς πατρὸς φιλοστόργου, καὶ οὐ βασιλέως ἐξουσιαστοῦ στερηθέντες. Καταλαβὼν δὲ Κωνστάντιος ὁ τῆ

 ἐφ' οὗ ὁ Χριστὸς κατὰ σάρκα, (ἐγεννήθη), ἕως τοῦ μεγάλου Κωνσταντίνου τριάκοντα πέντε γεγόνασι βασιλεῖς· ὁμοίως καὶ ἀπὸ Ἰακώβου τοῦ ἀδελφοθέου ἕως τῆς

 καταξιωθέντες ἰδεῖν τὴν σὴν ἀνάδειξιν. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα. Περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεὸν, «Ἔδωκας τοῖ

αὐτῶν ἀνῃρέθη, καὶ οἱ οἶκοι αὐτῶν καὶ τὰ τέκνα ἐγένετο εἰς διαρπαγὴν, καὶ ἀπὸ τῆς Ἰταλίας καὶ Ῥώμης μετὰ πολλῶν θλίψεων καὶ ζημιῶν ἐξ εβλήθησαν. Ταῦτα συνέβη αὐτοῖς διὰ τὴν εἰς Χριστὸν τόλμαν. Κλαύδιος δὲ ἀπέθανε, καὶ Νέρων ἐβασίλευσεν ἀντ' αὐτοῦ ἔτη δεκατέσσαρα. Οὗτος πονηρὸς ἦν καὶ λάγνος, εἰ καί τις ἄλλος. Αὐτὸς πρῶτος ἤγειρεν διωγμὸν κατὰ τῶν Χριστιανῶν. Ἀνεῖλε δὲ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων τοῦ Χριστοῦ, καὶ πολλοὺς δὲ τῶν προγόνων, καὶ ἑτέρους πολλοὺς τῶν πρώ των τῆς συγκλήτου ἀπώλεσε. Τότε Φῆστος ὁ ἡγεμὼν, ἔτι κατέχων τὴν τῆς Ἰουδαίας ἀρχὴν, ἐτελεύτησεν. Οἱ δὲ Ἰουδαῖοι, καιροῦ δραξάμενοι τῆς ἀναρχίας, ἐπὶ πλέον τὴν αὔξησιν τῆς ἀταξίας ἐποιήσαντο. Ἀπέκτει ναν δὲ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς μαθητὰς μαστίζοντες ἐδίωξαν τῆς πόλεως, καὶ αὐτοὶ, κατὰ ἀποκάλυψιν Θεοῦ, ἀνεχώρησαν εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, κἀκεῖσε διέτριβον, διὰ τὰ μέλλοντα τῇ πόλει ἔσεσθαι κακὰ, κατὰ τὴν πρόῤ ῥησιν τοῦ Κυρίου. 4041 Τότε ὅλον τὸ ἔθνος τὴν πρὸς Ῥωμαίους ἀποστα σίαν εἰργάσαντο. Ἀγρίππας δὲ φυγὰς ᾤχετο ἐπὶ τὴν Ῥώμην. Τότε Νέρων ἐν ὀργῇ καὶ θυμῷ ἔγραψε τῷ τῆς Ἑῴας στρατηγῷ (Οὐεσπασιανὸς δὲ ἦν τὸ τηνι καῦτα) κελεύων αὐτὸν συνεγείρειν πᾶσαν τὴν ὑπ' αὐτῷ στρατιὰν, καταλαμβάνειν τὴν Ἰουδαίαν γῆν, καὶ ἄρδην ἀπολέσαι αὐτήν. Οἱ δὲ δυνάμενοι τῶν Ἰουδαίων ἀκούσαντες, κατέλαβον τὴν Ἱερουσαλὴμ, ἅτε ὀχυρω τάτην οὖσαν τοῖς τείχεσι καὶ πύργοις μεγίστοις ἠσφα λισμένην. Ὁ δὲ στρατηγὸς προλαβὼν τὴν χώραν, πά σας τὰς πόλεις τῆς Ἰουδαίας καταστρέψας, ἐξανεῖλε πυρί. Καταλαβὼν δὲ τὴν Ἱερουσαλὴμ καὶ πολιορκή σας αὐτὴν ἐνιαυτὸν ἕνα, καὶ πολλὰ μηχανήματα κα τασκευάσας, οὐδὲν ἴσχυσε ποιῆσαι, διὰ τὴν τῆς πό λεως ὀχυρότητα· ἀλλὰ καὶ ἐξελθόντες οἱ τῆς πόλεως αἰφνιδίως πολλοὺς ἔπληξαν τῶν Ῥωμαίων. Καταβὰς δὲ εἰς Καισάρειαν Οὐεσπασιανὸς ἀφῆκεν ἀναλαβεῖν τὸν στρατόν. Ἐν τούτοις δὲ ἀνῃρέθη Νέρων ἐπὶ τῆς Ῥώμης, καὶ ἐκράτησε Γάλβας μῆνας ζʹ. Κἀκεῖνος ἀνῃρέθη, καὶ ἐκράτησεν ὁ Ὄθων τρεῖς, καὶ μετὰ τοῦτον Βιτάλιος ἐκράτησε μῆνας τρεῖς. Ἐν πολλῷ οὖν κινδύνῳ καὶ ἀκαταστασίᾳ τῶν πραγμάτων ὑπαρχόντων, καὶ βαρβάρων τινῶν ἐπικειμένων τῇ Ῥωμανίᾳ, ὁ κατὰ τὴν Ἑῴαν στρατὸς ἄκοντα τὸν Οὐεσπασιανὸν ἔστεψε βασιλέα, συναινέσει πάντων κατὰ τὴν Ἀνα τολὴν ἀρχόντων. Ἀπαίρων δὲ ἐπὶ τὴν Ῥώμην, χειμῶνος ὥρᾳ, τοὺς υἱοὺς αὐτοῦ Τίτον καὶ ∆ομε τιανὸν Καίσαρας ἀναδείξας, τὸν μὲν Τίτον πολιορ κήσαντα Ἱεροσόλυμα κατέλιπε, ∆ομετιανὸν δὲ ἀπ έστειλεν εἰς ἐκστρατείαν ἐπὶ τοὺς βαρβάρους. Ἐγ Σγίζοντος δὲ αὐτοῦ ἤδη τῇ Ῥώμῃ, ὁ ἐκεῖσε στρατὸς μετὰ τῆς συγκλήτου, ἀνελόντες τὸν ἄνταρτον, σὺν εὐωχίᾳ μεγίστῃ καὶ κρότοις συνήντησαν αὐτῷ. Καθ εσθεὶς δὲ ἐπὶ τοῦ θρόνου κατέσφαξε πάντας τοὺς ἀτάκτους, καὶ ἐξαίφνης τὰ Ῥωμαίων αὖθις ἐπ ανωρθώθη, τοῦ ∆ομετιανοῦ ἐξολοθρεύσαντος τοὺς ἐπανισταμένους βαρβάρους. Πολιορκουμένης δὲ τῆς Ἱερουσαλὴμ ἐπὶ ἔτη δύο, πάντες οἱ ἐν αὐτῇ λιμῷ ἐτάκησαν, τὰ τέκνα αὐ τῶν φαγόντες ἐν τῇ πολιορκίᾳ. Παραλαβὼν δὲ αὐ τὴν ὁ Καῖσαρ, κατακόψας τὸν λαὸν τὸν ἐν αὐτῇ, καὶ σκυλεύσας πᾶσαν μετὰ τοῦ λαοῦ πυρὶ παρ έδωκε. Τότε ἐπληρώθη ὁ λόγος τοῦ Κυρίου, ὁ, Οὐ μὴ ἀφεθήσεται λίθος ἐπὶ λίθον ἐν αὐτῇ Τοὺς δὲ ἀναιρεθέντας διαγράφουσί τινες εἰς τριακοσίας μυριά δας. Μετὰ δὲ τὴν ἅλωσιν τῆς πόλεως πάλιν ἐπανελ θόντες οἱ πιστοὶ εἰς τὴν ἁγίαν Σιὼν, προεβάλλοντο δεύτερον ἐπίσκοπον Ἱεροσολύμων Σιμεῶνα, τὸν τοῦ Κλεόπα τοῦ ἐν Εὐαγγελίοις ἐμφερομένου, αὐτόπτην καὶ ἀκροατὴν, καὶ ἀνεψιὸν ὑπάρχοντα τοῦ Κυρίου. Κλεόπας δὲ ἀδελφὸς ἦν τοῦ κατὰ χάριν πατρὸς τοῦ 4044 Κυρίου. Συνάγονται δὲ τεσσαράκοντα ἔτη ἀπὸ τοῦ σωτηρίου πάθους ἕως τῆς ἁλώσεως Ἱεροσολύμων. Ἐβασίλευσε δὲ ὁ Οὐεσπασιανὸς κραταιὸς ἔτη δέκα καὶ ἀπέθανε, καὶ ἐβασίλευσε Τίτος ὁ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ ἔτη τρία καὶ ἀπέθανε· καὶ ἐβασίλευσεν ὁ ∆ο μετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἀντ' αὐτοῦ, καὶ πάλιν

8