Inventio crucis

 σῶμα, παρ' ἑαυτοῦ δὲ ψυχὴν λογικὴν αὐτῷ καὶ νοερὰν ἐνθύκτιστον, οὐ προϋπάρχουσαν, οὐδὲ μέρος οὖσαν Θεοῦ, ὡς παράφρων καὶ μα νιώδης Ὠριγένης ἐβλασφήμησ

 καὶ γενεὰν, ἕως οὗ κατήντησεν εἰς αὐτὸν τὸν πυθμένα τῶν κακῶν. Ὁ δὲ θεῖος Λόγος οὐδ' οὕτως ἀπεστράφη τοῦ ἰδίου πλάσματος, οὐδὲ ἐγκατέλιπεν, ὃν κατ' εἰ

 4028 οὔσης ἐκ σπέρματος ∆αυῒδ καὶ Ἀβραὰμ, κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν, Θεὸς ὢν ἀληθινὸς, μετὰ τῆς προσλήψεως, καὶ διὰ τοῦτο κυρίως καὶ κατὰ ἀ

 γενέθλιον ἡμέραν τοῦ Χριστοῦ τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἀλλὰ πάντων μὲν τὰς χρήσεις ἐπὶ τοῦ παρόντος παραγαγεῖν καιροῦ, παρέλκον ἡγοῦμαι. Οὐδὲ γ

 ἐτελεύτησε, παραδοὺς τὴν βασιλείαν Τι βερίῳ τῷ υἱῷ αὐτοῦ. Ἦν δὲ ὁ Κύριος τότε ἐτῶν δεκα πέντε. Τιβέριος δὲ ὁ Καῖσαρ γνήσιον φίλον ἔχων τὸν Πιλάτον, ἡγ

 διεπρίοντο ἐν ἑαυτοῖς οἱ ἀρχιερεῖς, λέγοντες· Τί ποιήσομεν; ὅτι μὲν γὰρ σημεῖα καὶ τέρατα μεγάλα ἐπιτελοῦνται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὑπὸ τῶν αὐτοῦ

 αὐτῶν ἀνῃρέθη, καὶ οἱ οἶκοι αὐτῶν καὶ τὰ τέκνα ἐγένετο εἰς διαρπαγὴν, καὶ ἀπὸ τῆς Ἰταλίας καὶ Ῥώμης μετὰ πολλῶν θλίψεων καὶ ζημιῶν ἐξ εβλήθησαν. Ταῦτα

 διωγμὸν μέγαν τοῖς Ἰουδαίοις ἐπήγειρεν, ἐπιζητῶν τοὺς ἐκ βασιλικῆς συγγενείας· ἐμηνύθη αὐτῷ τὰ περὶ Χριστοῦ, ὅτι ἐκ τοῦ ∆αυῒδ ὑπάρχει, καὶ μέγα ἔχει γ

 ἐκβο λῆς ἔτη πεντήκοντα ὀκτώ. Ἡ δὲ κατὰ τὴν Αἰλίαν συστᾶσα ἁγία Ἐκκλησία ἐξ ἐθνῶν τυγχάνουσα, πρῶτον καθιστᾷ ἐπίσκοπον ἐξ ἐθνῶν Μάρκον, ἄνδρα κατὰ πάν

 Ἀλέξανδρος μαρτυρήσας Μαρζαβάνην διάδοχον τῆς λειτουργίας κατέλιπε, καὶ τοῦτον Ὑμέ ναιος διαδέχεται. Μετὰ Γαληνὸν Κλαύδιος ἐβασίλευ σεν ἔτη δύο. Καὶ τ

 καταθυμίως τὰ κατ' ἔθος, καὶ ὑπὸ πάντων τιμᾶσθαι, παρακαλεῖν τε καὶ εὔχεσθαι αὐτοὺς ὑπὲρ αὐτοῦ αὐτοκράτορος. Ταῦτα γέγονε, καὶ εὐθέως ἡ θεία φιλανθρωπ

 ποταμὸν πεπληρωμένον ἵππων σὺν ἀναβάταις. Οἱ δὲ πολῖται τῆς Ῥώμης στεφανώσαντες αὐτὸν εἰσεδέξαντο μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε νικοποιὸν στ

 συλληφθείς. Φιλαν θρώπως δὲ χρησάμενος ὁ κατὰ πάντα πραότατος βασιλεὺς τῷ δυσμενεῖ, ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλο νίκῃ διάγειν ἡσυχάζοντα. Ὁ δὲ μικρὸν ἡσ

 βασιλίδα, σὺν τῆς ἐπαρχίας ἐπισκόποις ἀπήντησε τῇ βασιλίδι. Εὐθέως δὲ παρεκελεύσατο τοῖς ἐπι σκόποις τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσα σθαι. Ἀπο

 ὑπογράφουσι τῇ ἐκθέσει τῆς πίστεως, καὶ ἐν πᾶσιν ἀκολουθοῦσι τοῖς ἁγίοις Πατράσιν. Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας, κ

 ἐν θέντες, ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτὸν θρηνοῦν τες, ὡς πατρὸς φιλοστόργου, καὶ οὐ βασιλέως ἐξουσιαστοῦ στερηθέντες. Καταλαβὼν δὲ Κωνστάντιος ὁ τῆ

 ἐφ' οὗ ὁ Χριστὸς κατὰ σάρκα, (ἐγεννήθη), ἕως τοῦ μεγάλου Κωνσταντίνου τριάκοντα πέντε γεγόνασι βασιλεῖς· ὁμοίως καὶ ἀπὸ Ἰακώβου τοῦ ἀδελφοθέου ἕως τῆς

 καταξιωθέντες ἰδεῖν τὴν σὴν ἀνάδειξιν. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα. Περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεὸν, «Ἔδωκας τοῖ

ἐτελεύτησε, παραδοὺς τὴν βασιλείαν Τι βερίῳ τῷ υἱῷ αὐτοῦ. Ἦν δὲ ὁ Κύριος τότε ἐτῶν δεκα πέντε. Τιβέριος δὲ ὁ Καῖσαρ γνήσιον φίλον ἔχων τὸν Πιλάτον, ἡγούμενον τῆς Ἰουδαίας ἀπέστειλε, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς τοῦ Καίσαρος. Ἐν ἔτει δὲ πέμ πτῳ καὶ δεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, κατὰ τὴν τοῦ Εὐαγγελίου φωνὴν, ἦλθεν Ἰωάννης κατὰ ἀποκάλυψιν τοῦ Θεοῦ κηρύσσων βάπτισμα με τανοίας ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, καὶ ἐβαπτίσθη ὁ Κύριος ὑπ' αὐτοῦ, ὢν ἐτῶν τριάκοντα, καὶ ἤρξατο τῆς κατὰ τὸ Εὐαγγέλιον πραγματείας. Ἦν δὲ Ἡρώδης κατ' ἐκεῖνον τὸν καιρὸν ἐκβαλὼν τὴν ἰδίαν γυναῖκα, θυγατέρα οὖσαν Ἀρέτα τοῦ βασι λέως Ἀραβίας, περὶ οὗ ὁ Παῦλος ἐν τῇ πρὸς Κοριν θίους ἐπιστολῇ μνείαν ἐποιήσατο, καὶ λαβὼν Ἡρω διάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ. Ὁ δὲ κήρυξ τῆς ἀληθείας Ἰωάννης ὁ Βαπτιστὴς, μὴ φέρων τὴν ἀτοπίαν, σφοδρῶς τοῖς ἐλέγχοις ἐπῆλθε τῷ Ἡρώδῃ. Ὁ δὲ, ἀκατασχέτῳ θυμῷ ληφθεὶς, χαριζόμενος τῇ μοιχαλίδι τὴν παῤῥησίαν, τὸν προφήτην ἀπεκεφάλισεν, ἀλλ' οὐκ εἰς μακρὰν τὴν δίκην εἰσεπράξατο τῶν τολμηθέντων. Ἡ γὰρ γυνὴ αὐτοῦ ἀτίμως διωχθεῖσα ἐπορεύθη πρὸς τὸν Ἀρέταν τὸν πατέρα αὐτῆς, καὶ τὴν βίαν ἀπωδύρετο. Ὁ δὲ, ὡς ὑβρισμένης τῆς θυγατρὸς αὐτοῦ, συναγαγὼν πάντα τὸν λαὸν αὐτοῦ, ἐπῆλθεν ἐπ' αὐτὸν εἰς πόλεμον, καὶ κατέκοψε πάντα τὰ στρατεύματα αὐτοῦ, καὶ τὴν χώραν αὐτοῦ πυρὶ παραδοὺς ᾐχμαλώτευσεν. αὐτοῦ. Ἐν ἔτει δὲ ὀκτὼ καὶ δεκάτῳ Τιβερίου Καίσαρος, Ἡρώδου δὲ εἰκοστῷ, ἡγεμονεύοντος Ποντίου Πιλά του τῆς Ἰουδαίας, γέγονε τὸ σωτήριον πάθος πρὸ δεκατριῶν Καλανδῶν Ἀπριλλίων. Πέπονθε δὲ ὁ Κύ ριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ ἡμῶν ἑκουσίως, Θεὸς ὢν ἀληθινὸς καὶ ἄνθρωπος, τῶν ἐν αὐτῷ δύο 4036 φύσεων μηδαμοῦ ἐπιδεχομένων μερισμὸν ἢ διαίρεσιν, Ἐν σταυρῷ γὰρ καὶ ἐν τάφῳ ἀμέριστος ἔμεινε ἡ οἰκονομία τῶν δύο φύσεων, ἐν αἷς γνωρίζεται ὁ εἷς καὶ μόνος Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ ζῶντος Θεοῦ. Καὶ ἐπειδήπερ ἐν τῷ παντὶ ὁ σταυρὸς ἔνδοξος καὶ τὸ πᾶν σταυροειδῶς ὑπέστη, καθὼς προλαβὼν ἀπέδειξεν ὁ λόγος, εἰκό τως ὁ Κύριος τὸν διὰ σταυροῦ ὑπέμεινε θάνα τον, ἵνα διὰ τοῦ αἵματος τοῦ ἰδίου ἁγιάσῃ τὰ σύμ παντα, καὶ ἐξαγοράσῃ ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νό μου, καὶ ἐλευθερώσῃ ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου καὶ λυτρώσηται ἡμᾶς ἐκ τῆς τυραννί δος καὶ φθορᾶς. Ἀπέθανεν οὖν ὑπὲρ ἡμῶν ἀληθῶς καὶ οὐ κατὰ φαντασίαν ὁ Κύριος, σταυρωθεὶς ἐπὶ Ποντίου Πιλάτου τοῦ ἡγεμόνος, καὶ ἐτάφη, καὶ ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, ἀληθῶς, τῇ πρὸ δεκαμιᾶς Καλανδῶν Ἀπριλλίων κατὰ τὴν ἐαρινὴν ἰσημερίαν, οὐ τῆς θεότητος αὐτοῦ καταπε σούσης εἰς πάθη καὶ θνῆσιν (μὴ γένοιτο· ἀπίοι γὰρ καὶ ἀπέστω ἀπὸ παντὸς τοῦ Χριστιανοῦ τὸ τοιοῦτο φρόνημα, ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀθάνατον), συμπαρούσης δὲ μᾶλλον τῇ ἑνωθείσῃ αὐτῇ καθ' ὑπόστα σιν ὁμοουσίῳ ἡμῖν καὶ ὁμοιοπαθεῖ σαρκὶ, καὶ οἰκειου μένης τὰ τῆς σαρκὸς πάθη οἰκονομικῶς, καὶ δωρου μένης ἡμῖν, διὰ τῆς μυστικῆς βρώσεως τοῦ ἀληθινοῦ σώματος καὶ αἵματος τοῦ λογικοῦ Ἀμνοῦ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἄφεσιν ἀμαρτιῶν καὶ ζωὴν αἰώνιον. Τὸ δὲ κατὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν μυστήριον ἐπιτελέσαντες οἱ κυριοκτόνοι Ἰουδαῖοι εἰς ἑαυτοὺς ἐδραματούργουν, ὅπως κρύψωσι τὸ θαῦμα. καὶ πρῶτον μὲν χρήμασιν ἱκανοῖς πείθουσι τὸν Πι λάτον σφραγισθῆναι τὸν τάφον καὶ φυλαχθῆναι ὑπὸ τῆς τῶν στρατιωτῶν κουστωδίας. Ὁ δὲ Θεὸς συνεχώ ρησεν αὐτοῖς πάντα ποιεῖν, ἵνα δι' ὧν αὐτοὶ κακουρ γοῦσι, μᾶλλον συνιστῶσι τὴν ἀλήθειαν. Εἰ γὰρ μὴ ἐφύλαξαν, εἶχον ἂν εἰπεῖν, εἰ καὶ ψευδὲς τὸ λεγόμε νον, ὅτι ἐκλάπη ὑπὸ τῶν μαθητῶν αὐτοῦ. Νῦν δὲ μετὰ τοσαύτης ἀσφαλείας περικαθίσαντες τῷ τάφῳ, ἀναμφίβολος ἡ ἀνάστασις γέγονε, τῶν στρατιωτῶν 4037 πανταχοῦ τὸ θαῦμα κηρυττόντων, καίπερ λαβόντες ἐκ τῶν ἀρχιερέων χρήματα οὐκ ὀλίγα. Τοῦ δὲ Κυρίου ἀναληφθέντος καὶ θαυμάτων μεγί στων ἐπιτελουμένων ἐπὶ τῷ ὀνόματι αὐτοῦ διὰ τῶν ἱερῶν ἀποστόλων, πάλιν

6