Sermo 23 recensio completa

 γίνεται, ἀλλὰ τῷ τῆς δικαιοσύνης καὶ χάριτος ζυγῷ παιδεύει καὶ ἐλεεῖ καὶ 119 οἰκονομεῖ ταύτην ὁ θεός. εἰ γὰρ τὸ ὅλον ἄνεσις ἦν ἐν τῷ βίῳ παρὰ ἀνθρώποι

 πόλιν οἰκοδομεῖν οὔτε φυτεῦσαι δύναται, οὐ σπόρον καταθέσθαι οὐδὲ ἕτερόν τι ἔργον τοῦ κόσμου ἐπι 123 τελεῖν· νήπιον γάρ ἐστιν. οὕτω καὶ ψυχαὶ ἀπείραστ

 πνεύματος μυστηρίων καὶ προκοπῶν πνευματικῶν ἐν ψυχῇ γινομένων, καὶ πολλάκις νομίσας τελέσαι πολλάκις καὶ ἄρξασθαι ἔχει. εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ ἐν τῇ

Sermo 23 recensio completa

115XXIII. Ausfu+hrliche Fassung B Nr. 19a f. 130v16"131v21 b Nr. 19a f. 135v6136r34. Vgl. Dorries S.

192 Ὁ τοῦ θεοῦ ἄνθρωπος ὁ κατ' ἀλήθειαν τὴν ὁδὸν τῆς δικαιοσύνης διοδεύων καὶ ὁ εὐπειθὴς δοῦλος τοῦ κυρίου εἰς ἕκαστον ἀγαθὸν καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀεὶ προκοπὴν λαμβάνει καὶ κρείττων ἑαυτοῦ γίνεται ὁσημέραι βελτιούμενος καὶ εἰς πάντα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα θεμέλιον κτᾶται, οἷον εἰς ταπεινοφροσύνην καὶ πραότητα εἰς χρηστότητα εἰς ὑπομονὴν εἰς μακροθυμίαν εἰς ἀγάπην εἰς πίστιν εἰς ἐλπίδα εἰς σωφροσύνην εἰς ἀνδρείαν εἰς ἀγαθότητα. ἕκαστον γὰρ αὐτῶν πολλὴν βαθύτητα καὶ πλατύτητα καὶ λεπτότητος ἐργασίαν ἔχει. ὥσπερ ἐὰν ᾖ ἐν παραδείσῳ δένδρα πολλὰ καρποφόρα τε καὶ διάφορα καὶ ἕκαστον δένδρον ἔχῃ κλάδους καὶ πάλιν οἱ κλάδοι κλῶνας μικροὺς κάρφη τε λεπτότερα καὶ πλῆθος πολὺ φύλλων, οὕτως ἐν ἑκάστῃ τῶν ἀρετῶν πολλή τις λεπτότης ἔγκειται ἐργασίας καὶ πολλὴ βαθύτης καὶ ἕκαστον ὥσπερ ἀποτέλεσμά τι τέλειον τυγχάνει. πάντων δὲ τούτων κρηπὶς καὶ ἑδραίωμα καὶ τὸ ἀκρότατον, εἰς ὃ ὀφείλει ἡδραιῶσθαι καὶ τεθεμελιῶσθαι ἕκαστος ὁ προσερχόμενος θεῷ, ἔστιν ἡ εἰς θεὸν πεποίθησις καὶ ἡ τῆς πίστεως ἑδραιότης, ὅπερ πρὸ πάντων ἕκαστος ὁ βουλόμενος εὐαρεστῆσαι θεῷ κτήσασθαι ὀφείλει καὶ ἑδραιωθῆναι τῇ πεποιθήσει τοῦ θεοῦ. οἱ γὰρ μὴ κτώμενοι τὴν εἰς θεὸν πεποίθησιν πρότερον ἐοίκασι τοῖς οἰκοδομοῦσιν οἶκον ἄνευ θεμελίου. καὶ γὰρ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀθλήσαντες καὶ γενναιότητα ἐνδειξάμενοι μεγαλοψύχως ἐν πολλοῖς πολέμοις καὶ μεγάλοις τῇ πρὸς θεὸν πίστει καὶ πεποιθήσει τοὺς ἑαυτῶν ἐχθροὺς ὑπέτασσον ἐν τῷ σωματικῷ πολέμῳ, οὓς ὑπόδειγμα λάβωμεν εἰς ἑαυτοὺς ἐν τῷ «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» ἀοράτῳ πολέμῳ, ὅτι οὕτω πρόθυμοι καὶ 117 ἀνδρεῖοι καὶ γενναῖοι καὶ μεγαλόψυχοι εἶναι ὀφείλομεν οἱ τοῦ Χριστοῦ ἀληθινοὶ πολεμισταί· φησὶ γὰρ ὁ ἀπόστολος· «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν». ἐν ταῖς θλίφεσι τοίνυν ταῖς διαφόροις καὶ τοῖς ποικίλοις πειρασμοῖς, τοῖς ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων ἡμῖν ἐπεγειρομένοις, ὑπομονητικοὶ τυγχάνειν ὀφείλομεν καὶ ἀνδρίζεσθαι καὶ μακροθυμεῖν οἱ γενναῖοι τοῦ Χριστοῦ ἀθληταὶ καὶ πολεμισταί, ὅπως καὶ ἐν ταῖς παρακλήσεσι καὶ δωρεαῖς τῆς χάριτος εὐχάριστοι εἶναι δυνηθῶμεν. ὥσπερ γὰρ ὁ φαινόμενος τῶν ἀνθρώπων κόσμος χάριτι καὶ δικαιοσύνῃ ὑπὸ τοῦ θεοῦ διοικεῖται, χάριτι μὲν ἐπὶ πλήθει καὶ εὐφορίᾳ καρπῶν καὶ ὑγείᾳ καὶ εὐκρασίᾳ καιρῶν καὶ πάσῃ ἀγαθῶν δόσει, δικαιοσύνῃ δὲ καὶ παιδείᾳ ἔν τε λιμοῖς καὶ λοιμοῖς καὶ θλίψεσι καὶ ἀνάγκαις, καταστροφαῖς, χαλάζαις, συμπτώσεσι καὶ ὅσα ὑπὸ θεοῦ πρὸς παιδείαν τέτακται διὰ δικαιοσύνην καὶ ὠφέλειαν τῶν ἀνθρώπωνοὕτω καὶ ἡ ψυχὴ ἡ βουλομένη τὸν ἄνω τῆς θεότητος κόσμον κληρονομῆσαι ὑπὸ τῆς χάριτος πολυτρόπως διοικεῖται καὶ ποτὲ μὲν ἐν ἀνέσει καὶ εὐφροσύνῃ τοῦ πνεύματος ἀγαλλιᾶται καὶ τῇ τῆς χάριτος παρακλήσει ἐνευφραίνεται, ποτὲ δὲ παραδίδοται παιδείᾳ καὶ πειρασμοῖς διαφόροις καὶ θλίψεσι παντοδαπαῖς τοῦ ἐγκοσμίου πνεύματος, ἵνα γυμνασθεῖσα διὰ πάντων καὶ δόκιμος εὑρεθεῖσα καὶ ἐν πᾶσι πειρασμοῖς γενναίως ὑπομένουσα καὶ τῆς πρὸς θεὸν εὐαρεστήσεως ἐν μηδενὶ παρεκπεμπομένη καὶ οὕτως εὐδοκιμήσασα ἐν Χριστῷ ἀξία θεοῦ καταστῇ χάριτι καὶ δικαιοσύνῃ τὴν αἰώνιον ζωὴν κληρονομοῦσα.

β νρ. 19β φ. 131ῃ21132ρ21 β νρ. 19β φ. 136ρ34136ῃ29. ῃγλ. δο̈ρριες ς. 193 Καὶ ὥσπερ ἐν τῷ βίῳ τούτῳ οὔτε τὸ ὅλον ἀνέσεις καὶ εὐφορίαι καὶ καρπογονίαι καὶ εἰρήνη παρὰ ἀνθρώποις τυγχάνει, ἀλλὰ τῷ τῆς δικαιοσύνης ζυγῷ καὶ μέτρῳ ὁ θεὸς παιδεύει καὶ ἐλεεῖ καὶ προνοεῖται τοῦ κόσμου, οὕτω καὶ ψυχὴ ἡ τῷ ἄνω κόσμῳ γεννηθῆναι ποθοῦσα οὐ τὸ ὅλον ἐν ἀνέσει καὶ εὐφροσύνῃ καὶ χαρᾷ τοῦ πνεύματος