Sermo 23 recensio completa

 γίνεται, ἀλλὰ τῷ τῆς δικαιοσύνης καὶ χάριτος ζυγῷ παιδεύει καὶ ἐλεεῖ καὶ 119 οἰκονομεῖ ταύτην ὁ θεός. εἰ γὰρ τὸ ὅλον ἄνεσις ἦν ἐν τῷ βίῳ παρὰ ἀνθρώποι

 πόλιν οἰκοδομεῖν οὔτε φυτεῦσαι δύναται, οὐ σπόρον καταθέσθαι οὐδὲ ἕτερόν τι ἔργον τοῦ κόσμου ἐπι 123 τελεῖν· νήπιον γάρ ἐστιν. οὕτω καὶ ψυχαὶ ἀπείραστ

 πνεύματος μυστηρίων καὶ προκοπῶν πνευματικῶν ἐν ψυχῇ γινομένων, καὶ πολλάκις νομίσας τελέσαι πολλάκις καὶ ἄρξασθαι ἔχει. εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ ἐν τῇ

πόλιν οἰκοδομεῖν οὔτε φυτεῦσαι δύναται, οὐ σπόρον καταθέσθαι οὐδὲ ἕτερόν τι ἔργον τοῦ κόσμου ἐπι 123 τελεῖν· νήπιον γάρ ἐστιν. οὕτω καὶ ψυχαὶ ἀπείραστοι καὶ μὴ δοκιμασθεῖσαι ἐν διαφόροις θλίψεσιν ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας ἀκμὴν νήπιαι καὶ ἀγύμναστοι τυγχάνουσι καὶ (ὥσπερ εἰπεῖν) οὐδέπω χρησιμεύουσι τῇ βασιλείᾳ, ὥς φησιν ὁ μακάριος Παῦλος· «εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε». ἰδού, πόσον αἱ θλίψεις (καὶ οἱ δοκιμασμοὶ καὶ οἱ πειρασμοὶ) εἰς συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, χρήσιμον καὶ δόκιμον τὴν ψυχὴν ἀπεργαζόμεναι. μόνον ἵνα τις προθύμως καὶ γενναίως καὶ ἀνδρείως ἑαυτὸν ἑτοιμάζῃ, φέρων ἐν ὑπομονῇ τὰ ἐπερχόμενα, καὶ ἵνα κρατήσῃ τῆς ἐλπίδος καὶ τῆς πεποιθήσεως, ἔχων τὴν προσδοκίαν τῆς λυτρώσεως πάντοτε καὶ θαρσῶν τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ, ὅτι οὐκ ἀφίησιν εἰς τέλος ψυχὴν ζητοῦσαν αὐτὸν πειρασθῆναι ὑπὲρ δύναμιν, «ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν».

β νρ. 20ξ φ. 134ρ9135ῃ4 β νρ. 20ξ φ. 138ρ26139ῃ8 Ἔτι δὲ καὶ τοῦτο ἐν ἑαυτῷ κρίνει, ὅτι καὶ ἐὰν ἀποκτενεῖ με καὶ μυρία ἕτερα χείρονα παθῶ παραχωρηθεὶς ὑπὸ τοῦ κυρίου μου παθεῖν καὶ θλιβῆναι ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἐγὼ αὐτὸν οὐκ ἀφίημι. πιστὸς γάρ ἐστιν, ὃς ἐξελεῖταί με ἐκ πάσης θλίψεως «καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν» ἀναγάγῃ με, καὶ οὕτως ἑαυτὸν ὅλον ἐξ ὅλου τῷ κυρίῳ ἀποδεδωκὼς καὶ εἰς τέλος ὑπομείνας ὕστερον τῆς εὐεργεσίας καὶ τῆς ἀντιλήψεως καὶ τῆς τῶν ἀγαθῶν ἀνταποδόσεως πεῖραν λήψεται, καθώς φησιν ὁ κύριος· «ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται». εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ εἰς ἀξιώματα καὶ προκοπὰς οὐ δύνανται ἐλθεῖν οἱ ἄνθρωποι οὐδὲ ἀξίωμά τι μεῖζον παρὰ βασιλέως λαμβάνειν, ἐὰν μὴ πρότερον ἐν πολλῇ γυμνασίᾳ γένωνται καὶ ἀνδραγαθήματα πολλὰ ἐπιδείξωνται εἰς πόλεμον εἰσελθόντες, πᾶσαν πολεμικὴν τέχνην μαθόντες καὶ ἐγγυμνασάμενοι καὶ πείρᾳ τὴν νίκην ἐπιδειξάμενοι καὶ τρόπαια κατὰ τῶν ἐναντίων ἀράμενοι καὶ εἰς πάντα τῷ βασιλεῖ εὐδοκιμήσαντες (τότε γὰρ ἀξιωμάτων καὶ τιμῶν μεγάλων βασιλικῶν καταξιοῦνται)πόσῳ μᾶλλον παρὰ τῷ ἐπουρανίῳ καὶ ἀληθινῷ βασιλεῖ 125 τὰ ἀξιώματα τῆς χάριτος καὶ τῆς δωρεᾶς τοῦ πνεύματος καὶ τὰ οὐράνια παρὰ θεοῦ δόματα οὐδεὶς καταξιοῦται εὐθὺς λαμβάνειν, ἐὰν μὴ πρότερον ἐγγυμνάζηται διὰ παντὸς ὁ νοῦς τῇ τῶν ἀγαθῶν ἐννοιῶν μελέτῃ καὶ τῇ τῶν ἁγίων ἐντολῶν προσοχῇ καὶ τῇ πρὸς θεὸν πεποιθήσει, καὶ οὕτω καταξιωθῇ χάριτος καὶ λάβῃ οὐράνιον ὅπλον (αὐτὸ τὸ πνεῦμα) καὶ ἐν αὐτῷ μεγάλως εὐδοκιμήσῃ κατὰ τῶν πνευμάτων «τῆς πονηρίας»· ἀγωνιζόμενος, καὶ συμφωνῶν καὶ συνενούμενος τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ θεοῦ χάριτι καὶ τῷ οὐρανίῳ ὅπλῳ σύμμαχος καὶ συμπολεμιστὴς κατὰ τῆς κακίας διὰ παντὸς γεγονὼς καὶ τροπωσάμενος διὰ πολλῶν πόνων καὶ ἀγώνων καὶ δοκιμασιῶν τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον. καὶ ὅτε τὴν νίκην ἄρηται κατὰ τῶν ἐχθρῶν, τότε ἀξιωμάτων θείων καὶ ἐπουρανίων καὶ τιμῶν ἐνδόξων καὶ πνευματικῶν παρὰ τῷ ἐπουρανίῳ βασιλεῖ τυχεῖν καταξιοῦται, δυνάμενος οὗτος καὶ ἑτέρους λοιπὸν καταρτίζειν καὶ διδάσκειν πόλεμον. εἰ γὰρ ἀπὸ ἀγέλης ἁπλῶς ἄνθρωπος κοινὸς ληφθῇ μὴ εἰδὼς πόλεμον μήτε πεῖραν ἔχων πολεμικῶν πραγμάτων καὶ εὐθὺς στρατηλάτης καταστῇ πάντων γέλωτος ἄξιός ἐστι τῶν πολεμικῶν κατάρχειν βουλόμενος αὐτὸς πρότερον μὴ εἰδὼς πόλεμον. οὕτως καὶ εἰς τὸ πνευματικὸν ὁ τὸν λόγον τοῦ θεοῦ ὑφηγούμενος καὶ ψυχῶν προϊστάμενος ἔμπειρος κατὰ πάντα τῶν πνευματικῶν πραγμάτων εἶναι ὀφείλει, ἵνα ὧνπερ ὑφηγεῖται λόγων πείρᾳ τὴν ἐργασίαν ἐπιδειξάμενος ὠφέλειαν καὶ βοήθειαν δι' ἑαυτοῦ τοῖς ἀκούουσιν ἑκάστοτε προσάγῃ. ἡ γὰρ τοῦ θεοῦ σοφία καὶ ἡ ὁδὸς τοῦ Χριστιανισμοῦ καὶ τὸ τῆς χάριτος ἔργον ἐν τῇ πιστῇ ψυχῇ καταρτιζόμενον ἐν πολλῇ τινι λεπτότητι καὶ αὐξήσει καὶ προκοπῇ ἐπιτελεῖται, καὶ ὅτε τις νομίσει τετελεκέναι τότε ἄρξασθαι αὐτὸν δεῖ ἐνδοτέρου πράγματος, τῶν τοῦ