Commentarii in Joannem (additamenta)

 μέσῳ ὢν τῶν ἐκείνων χειρῶν· τοῦτο γὰρ ὡς θαυμάζων ὁ εὐαγγελιστὴς εἶπεν, δι' ὧν σημαίνει, ὅτι εὐκόλως ἐκ μέσου τῶν φονώντων διαφεύγων ἀκινδύνως οὗτος ο

 κόσμος καὶ ὑπέδυ τὸν τῆς δουλείας ζυγὸν λατρεύων τῇ κτίσει καὶ ἐδεσπόζετο τυραννούμενος ὑπὸ τοῦ σατανᾶ ταῖς τῶν παθῶν πλεονεξίαις, εἰσήγαγεν ὁ θεὸς τὸ

 ἀγγέλων πάντων. τὸ δὲ τοῦ θρόνου σημαίνει τὴν τοῦ δεσπότου φύσιν ἢ τὸ ἐν τάξει τῇ βασιλικῇ καθέζεσθαι παρεστώτων τῶν ἐν σχήματι δουλείας τῆς κτίσεως.

Commentarii in Joannem (additamenta)

1Jo 10, 17 Ἐπειδὴ ὡς θεὸς εἰδὼς τὰς ἐνθυμήσεις τῶν Ἰουδαίων ἑώρα δὲ αὐτοὺς καταγελῶντας ἐφ' οἷς ἔλεγεν ὑπεραποθνῄσκειν τῶν προβάτων, δείκνυσιν αὐτοὺς ἐκ τῶν λεγομένων τοσοῦτον ὄντας ἀσεβεῖς ὡς καὶ καταγελᾶν ἐκείνων ἅπερ πάνυ ἀγαπᾷ ὁ θεὸς καὶ πατήρ, ἐπειδὴ καὶ οὕτως ἑώρα ἀθόλωτον μένουσαν ἐν τῷ σαρκωθέντι ἑαυτοῦ υἱῷ καὶ ἐκλάμπουσαν τῆς ἑαυτοῦ φύσεως τὴν εἰκόνα διὰ τὸ ἄτρεπτον. ἕως ὧδε τὸ ϛʹ βιβλίον τοῦ ἁγίου Κυρίλλου.

2Jo 10, 20-21 Ἄλλοι ἔλεγον· ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου καὶ τὰ ἑξῆς. ἀπὸ μὲν τῆς τῶν λόγων ποιότητος ὀρθὴν ὁρίζονται τὴν ψῆφον· καὶ γὰρ ἦν μανίας εἰπεῖν τοῦτον λέγοντα, ὅτι τεθνήξεται μὲν ἀόκνως καὶ προκινδυνεύσει προθύμως τῶν ἰδίων προβάτων ὁ ποιμὴν ὁ καλός, φεύξεται δὲ καὶ πρὸς μόνην ἀποπήξας τοῦ λύκου τὴν θέαν ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, ὅτι δαιμόνιον ἔχει καὶ μαίνεται. τί αὐτοῦ ἀκούετε;

3 Jo 10, 26 Ἀρχὴ εὐπειθείας ἡ οἰκειότης· οἰκειοῖ γὰρ ἡμᾶς ἡ πίστις τῷ θεῷ καὶ σοφοὺς ἀποτελεῖ ἡ οἰκείωσις, οὗτοι δὲ σοφοὶ οὐ τὰ λυσιτελοῦντα πρὸς σωτηρίαν δεχόμενοι μαθήματα. ἀλλοτρίους δὲ αὐτοὺς λέγων σημαίνει, ὅτι πρόβατα αὐτοῦ ἦσαν καὶ οἱ ἐξ ἐθνῶν μέλλοντες πιστεύειν καὶ ἠπείλει αὐτοῖς τὴν μετανάστασιν ἣν ἐπὶ τὰ ἔθνη, ἵνα κἂν διὰ τῆς ἀπειλῆς φοβήσῃ αὐτοὺς τὰ δέοντα φρονεῖν. 4Jo 10, 29 ∆ιδοὺς ἃ εἶχεν ὡς φύσει θεὸς ὡς ἄνθρωπος λαμβάνων καὶ εἰς τὴν ἰδίαν ἀνακομίζων δόξαν αὐτὸς ὑφ' ἑαυτοῦ καὶ πρὸς τοῦτο ἰών.

5 Jo 10, 313 Εἰ γὰρ μὴ ἐμαρτύρουν τὰ ἔργα τοῖς ἐμοῖς λόγοις, οἷς εἶπον λέγων ἐμαυτὸν ἴσον εἶναι τῷ πατρί, οὐκ ἂν ἠμέλλετε ἀγανακτεῖν ἐφ' οἷς εἶπον ἐμαυτὸν φύσει θεόν, εἰ μὴ πάντα τὰ ἔργα μου ἐδείκνυ με θεὸν φύσει· εἰ γὰρ ἐβλασφήμησα, φησίν, εἰρηκὼς ἐμαυτὸν θεόν, εἰκὸς ὑμᾶς ἐννοεῖν, ὅτι δι' ὧν ἐποίησα μειζόνως φαίνομαι θεὸς καὶ διὰ τοῦτο φονεῦσαί με ζητεῖτε.

6Jo 10, 36 Ὁ μονογενὴς καὶ τῶν ἄλλων ἁπάντων ἁγιαστικός, ὅσα τῇ τοῦ ἁγιάζεσθαι μετουσίᾳ πρὸς ἁγιασμὸν ἀναβαίνει. ἁγιάζεσθαι δὲ λέγεταί τι παρὰ τῇ θείᾳ γραφῇ κατὰ πολλοὺς τρόπους. ἡγιάσθη τοίνυν τοῦτ' ἔστι προεχειρίσθη πρὸς ἀποστολὴν ἐν κόσμῳ διὰ τὸ σῶσαι τοὺς ἐν αὐτῷ ἢ τὸ ἡγιάσθαι τι τὸ πρὸς θυσίαν ἀφωρίσθαι νοήσεις· εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν εὐδοκίᾳ τοῦ θεοῦ καὶ πατρός. ἢ διὰ ἅγιον τὸν ἑαυτοῦ ἀποτελέσαι ναόν· οὐ γὰρ ἦν κατὰ φύσιν ἰδίαν ἡ σὰρξ ἁγία, ἀλλὰ τοῦ ἑνωθέντος αὐτῇ λόγου δεξαμένη τὸν ἁγιασμὸν ἡγιάσθη καὶ κατὰ τοῦτο ὡς οἶμαι τοῦτό φησιν.

7Jo 10, 37-38 Λέγει δὲ καὶ κατὰ Ἀρειανῶν καὶ ὅτι οὐκ ἔστιν ὅμοιον τοῦτο τῷ πρὸς τοὺς μαθητὰς εἰρημένῳ· καὶ γὰρ ὁ κύριος εἰπὼν πρὸς αὐτοὺς ἐὰν ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς κἀγὼ τὰς ἐντολὰς τοῦ πατρὸς τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ ἑρμηνεύων, ὅτι ἐκεῖνος μενεῖ ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ ὁ ποιῶν τὰς αὐτοῦ ἐντολάς, ὅπερ οὐκ ἀνάγει εἰς ὁμοουσιότητα τοῦ υἱοῦ τοὺς μαθητὰς δυναμένους καὶ ἀπογενέσθαι διὰ τοῦ μηκέτι θέλειν ποιεῖν τὰς αὐτοῦ ἐντολάς, εἰ καὶ ὁ υἱὸς ἀτρέπτως ποιεῖ τὸ τῷ πατρὶ δοκοῦν ὡς θεὸς φύσει, εἰ καὶ ὡς ἄνθρωπος πρὸς τὴν ἡμῶν ὠφέλειαν ταῦτά φησιν, ἵνα μιμησώμεθα αὐτὸν καθὼς δυνατόν. τὸ οὖν θέλειν καὶ μὴ θέλειν οὐκ ἐν οὐσίαις καὶ φύσεως λόγῳ νοοῦμεν, ἀλλ' ἐν προαιρέσει, ὅπερ ἐστὶν ἐπὶ τῶν μαθητῶν, οὐ μὴν ἐπὶ υἱῷ· ἐκ γὰρ τῶν ὄντων τῷ υἱῷ φυσικῶν ἀγαθῶν νοοῦμεν, ὅτι ὁμοούσιός ἐστι τῷ πατρί, οὐ μὴν ἐξ ἐκείνων ἅπερ ἐν ἡμῖν γίνεται καὶ ἀπογίνεται.

8 Jo 10, 39 Ἐξηγεῖται ὁ εὐαγγελιστὴς καὶ τὸ τῶν Ἰουδαίων σκληρὸν τῶν ἐπὶ τοσούτοις ἀγαθοῖς λόγοις μὴ μαλαχθέντων, ἀλλὰ ζητούντων αὐτὸν πιάσαι καὶ ἀποκτεῖναι καὶ τοῦ σωτῆρος τὴν ἰσχύν. ὡς θεὸς ὢν φύσει μαινομένους ἀπέφυγεν ἐν