Commentarii in Joannem (additamenta)

 μέσῳ ὢν τῶν ἐκείνων χειρῶν· τοῦτο γὰρ ὡς θαυμάζων ὁ εὐαγγελιστὴς εἶπεν, δι' ὧν σημαίνει, ὅτι εὐκόλως ἐκ μέσου τῶν φονώντων διαφεύγων ἀκινδύνως οὗτος ο

 κόσμος καὶ ὑπέδυ τὸν τῆς δουλείας ζυγὸν λατρεύων τῇ κτίσει καὶ ἐδεσπόζετο τυραννούμενος ὑπὸ τοῦ σατανᾶ ταῖς τῶν παθῶν πλεονεξίαις, εἰσήγαγεν ὁ θεὸς τὸ

 ἀγγέλων πάντων. τὸ δὲ τοῦ θρόνου σημαίνει τὴν τοῦ δεσπότου φύσιν ἢ τὸ ἐν τάξει τῇ βασιλικῇ καθέζεσθαι παρεστώτων τῶν ἐν σχήματι δουλείας τῆς κτίσεως.

κόσμος καὶ ὑπέδυ τὸν τῆς δουλείας ζυγὸν λατρεύων τῇ κτίσει καὶ ἐδεσπόζετο τυραννούμενος ὑπὸ τοῦ σατανᾶ ταῖς τῶν παθῶν πλεονεξίαις, εἰσήγαγεν ὁ θεὸς τὸν νόμον διὰ τῶν ἁγίων ἀνδρῶν ὀλίγον ἡμῖν τῆς θεογνωσίας ἐπιλάμψας τὸ φῶς. ἐπειδὴ δὲ δυσήκοοι ὄντες οἱ πολλοὶ οὐκ ἐπείθοντο διὰ τὴν συνέχουσαν πλάνην, οὐ μόνης ἐχρῄζομεν τῆς παρὰ τῶν ἁγίων συμβουλῆς, ἀλλὰ καὶ τῆς ἄνωθεν εὐμενείας καὶ χάριτος εὐκόλως ἐπὶ τὸ ἄμεινον ἡμᾶς μετατιθείσης. ἡγοῦντο οἱ ἅγιοι ὑπὲρ τῶν ἐθνῶν καὶ εἰδωλολατρῶν τοὺς ὑπὸ τοῦ διαβόλου ἀδικηθέντας καὶ τῆς εὐθείας ὁδοῦ ἀποπλανηθέντας καθάπερ ἐκ βίας. ἦν γὰρ τότε δυνατὸς καὶ δυσκαταγώνιστος τοῖς ἀνθισταμένοις θεοῦ δικάζοντος ἐλευθερωθῆναι· ὡς γὰρ δίκαιος εἶχεν ἐλεῆσαι καὶ τούτους ὡς ἀσθενεῖς καὶ ὑπὸ τῆς ἀφορήτου πλεονεξίας συντετριμμένους καὶ τὸν ὠμῶς ἐπελθόντα τοῖς ἀσθενεστέροις τιμωρήσασθαι. ὁ οὖν Χριστὸς ἡ τοῦ θεοῦ καὶ πατρὸς δικαιοσύνη φανεὶς ἤγαγεν ἡμᾶς εἰς τὸ φῶς τῆς θεογνωσίας διὰ τῆς πίστεως δικαιώσας ἡμᾶς. ὁ οὖν τῆς τοῦ Χριστοῦ παρουσίας καιρὸς παροῦσαν ἤδη τὴν ἐπὶ τοῖς ἔθνεσι κρίσιν καὶ δίκην ἐδείκνυεν· ἔμελλον γὰρ ἀπαλλάττεσθαι τῆς τοῦ διαβόλου πλεονεξίας δικαίως αὐτοὺς ἐλεοῦντος τοῦ Χριστοῦ τοῦ δικαίου κριτοῦ. καὶ τοῦτο σημαίνει ὁ λόγος· οὐ γὰρ νῦν ὁ κόσμος κατακρίνεται, ὅτε τοῦ δικαιοῦσθαι παρῆν ὁ καιρός· οὕτω γὰρ νοοῦντες κἀκείνῳ τῷ λόγῳ οὐκ ἀντιμαχόμεθα τῷ λέγοντι· οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ· οὐδὲ γάρ, ὥς φασί τινες, ὧδε τοὺς σταυρώσαντας τὸν κύριον Ἰουδαίους κόσμον καλεῖ, τοὺς ὑπὲρ τῶν εἰς Χριστὸν τολμημάτων ἀπαιτηθέντας δίκην· ὁ γὰρ τοῦ Χριστοῦ θάνατος τὴν πᾶσαν ἀνθρωπότητα δικαιοῖ. διὸ οὕτω μᾶλλον ἀκόλουθον νοεῖν. ἀκολούθως οὖν τῇ νοήσει ταύτῃ ἔσται ἡ κρίσις κατὰ τοῦ τὸν κόσμον ἠδικηκότος, οὐ μὴν κατὰ τοῦ τοῦ κόσμου τὴν ἀδικίαν ὑπομείναντος. καὶ ὁ ἐπὶ τὸ σῶσαι ἡμᾶς ἐλθὼν πρεπόντως μᾶλλον τοῦτο ἐτέλεσε τὸν ἀδικήσαντα τιμωρησάμενος, τὸν δὲ ἀδικηθέντα ἐλεήσας· ὅρος αὐτῆς ἐνεστώσης κρίσεως τὸ ἐκβληθῆναι ἔξω τὸν ἄρχοντα τοῦ κόσμου τούτου. ἄρχοντα δὲ αὐτὸν καλεῖ οὐ κυρίως ὄντα τοῦτο· μόνος γὰρ τῶν ἁπάντων βασιλεὺς ὁ θεός, ἀλλ' ὅτι ὑπὸ ἀσυνεσίας οἱ ἄνθρωποι ἄρχοντα ἑαυτῶν τοῦτον ἐπεγράψαντο. ἔσχεν οὖν τὴν προσηγορίαν ἐκ τοῦ συμβεβηκότος· οὕτω γὰρ καὶ ἡ ἁμαρτία λέγεται τῶν ἀσεβῶν βεβασιλευκέναι καίπερ ἀσύστατόν τι οὖσα, ἐξ ὧν πράττοντες οἱ ἁμαρτωλοὶ δοκοῦσιν ἑαυτοὺς ταύτῃ καθυποτάττειν. ἢ τῆς ἀρχῆς οὖν ἐκβάλλεται καταρραγείσης αὐτοῦ τῆς ἰσχύος ἢ τὸ ἔξω δηλοῖ τὴν κόλασιν καὶ τὴν εἰς ᾅδου βάδισιν· ἐκεῖ γὰρ ὁ διάβολος ἐκβληθεὶς δικαίως ἐπείπερ οὐ μόνον τοῖς ἀνθρώποις ἐπολέμησεν, ἀλλὰ καὶ τῷ πάντων θεῷ Ἰησοῦ. διὸ καὶ πάλαι ἄπειρος ὢν δεσμῶν καὶ κολάσεως νῦν δίκας τῶν τολμημάτων ἀπῃτεῖτο ὡς εἰς ἄκρον ἁπάσης δυσσεβείας ἐλθών.

18 Jo 12, 37-38 Πολλὰ λέγει τὰ κατὰ τῶν Ἰουδαίων ἐγκλήματα· πολλὰ γὰρ σημεῖα οὐκ ἐδυσώπησαν αὐτούς, ἀλλὰ τρόπον τινὰ ἄτρεπτοι ἦσαν τῇ σκληροκαρδίᾳ οὐδενὸς ἐλλείψαντος τῶν εἰς ἐπανόρθωσιν. εἰ δὲ καὶ δυσωπηθέντες οἱ Ἰουδαῖοι ἐπίστευσαν, ἀλλ' οὖν ἀδύνατον ἦν ψεύσασθαι τὸ πνεῦμα τὸ ἅγιον τὸ διὰ τοῦ προφήτου Ἠσαΐου λαλῆσαν περὶ τῆς αὐτῶν ἀπιστίας· οὔτε γὰρ τοῖς προφήταις ἐπίστευσαν οὔτε γνώριμος γέγονε τοῖς Ἰουδαίοις ὁ Χριστός, ἡ δύναμις καὶ ὁ βραχίων τοῦ πατρός. ὑπερβολικῶς δὲ εἶπεν τὸ οὐδεὶς διὰ τὸ ὀλίγους ἐκ πολλῶν σεσῷσθαι. θέλων δὲ αὐτῶν τὴν ἄμετρον δυστροπίαν ἐλέγξαι ὁ εὐαγγελιστὴς προσέθηκε καὶ τὸ ἔμπροσθεν αὐτῶν δεικνύς, ὅτι οὐδὲ οἷς ἑώρων ἐπίστευον.

19 Jo 12, 38 Βραχίων τοῦ θεοῦ τοῦ πατρὸς ὁ υἱός ἐστιν. Jo 12, 41 Ἐξ ὧν ὧδε δηλοῖ τὸν υἱὸν τοσαύτην ἔχοντα δόξαν, ἣν εἶδεν

Ἠσαΐας, δῆλον, ὅτι οὐδεμία διαφορὰ πατρὸς καὶ υἱοῦ· οὐ γάρ ἐστί τι πλεῖον ἄνθρωπον δύνασθαι θεωρῆσαι οὐδὲ ἕτερόν τι λέγει τούτου μεῖζον ἡ γραφή· τὰ γὰρ Σεραφίμ, ἃ εἶδεν Ἠσαΐας ὑπὸ τὸν τοῦ θεοῦ θρόνον, ὑπεράνω ἐστὶ καὶ ἐντιμότερα τῶν