[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXLVII.
[247] ΓΛΥΚΕΡΙΩΙ
Μέχρι τίνος ἀπονοῇ καὶ κακῶς βουλεύῃ περὶ σεαυτοῦ, κινεῖς μὲν ἡμᾶς, αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; Ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. Καὶ γὰρ εἰ πατρικῶς ἐπετιμήσαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς. Ταῦτά σοι παρ' ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι καὶ πρὸ τῶν ἄλλων ὁ σὸς πρεσβύτερος, οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. Εἰ δὲ μακρύνεις ἀφ' ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντως ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας οὐ πρὸς Θεόν, ἀλλ' εἰς βάραθρον.