ΛΟΓΟΣ ΜΒ. Συντακτήριος, εἰς τὴν τῶν ρνʹ ἐπισκόπων παρουσίαν.

 Αʹ. Πῶς ὑμῖν τὰ ἡμέτερα, ὦ φίλοι ποιμένες καὶ συμποιμένες: ὧν ὡραῖοι μὲν οἱ πόδες, εὐαγγελιζομένων εἰρήνην καὶ ἀγαθὰ, μεθ' ὧν ἐληλύθατε: ὡραῖοι δὲ τὰ

 Βʹ. Τίς οὖν ἡ ἀπολογία Καὶ εἰ μὲν ψευδὴς, ἐλέγξατε: εἰ δὲ ἀληθὴς, μαρτυρήσατε ὑμεῖς, ὑπὲρ ὧν, καὶ ἐν οἷς ὁ λόγος. Ὑμεῖς γάρ μοι καὶ ἀπολογία, καὶ μάρ

 Γʹ. Καὶ, ἵν' εἴπω τι συμπαθέστερον, ὡς πατρὶ τῷ παραδεδωκότι θαῤῥήσας Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς: ἀλλὰ σὺ Πατὴρ ἡμῶν εἶ: καὶ πρὸ

 Δʹ. Ἀλλ' ὅ μοι λέγειν ἀπ' ἀρχῆς ὁ λόγος ὥρμητο: τοῦτο τὸ γεώργιον ἦν, ὅτε μικρόν τε καὶ πενιχρὸν ἦν, καὶ οὐχ ὅπως Θεοῦ, τοῦ τὸν κόσμον ὅλον γεωργήσαντ

 Εʹ. Ἀφ' οὗ δὲ ὁ πτωχίζων καὶ πλουτίζων Θεὸς, ὁ θανατῶν καὶ ζωογονῶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, ὁ ποιῶν ἐκ μὲν νυκτὸς ἡμέραν, ἐ

 Ϛʹ. Τοιοῦτόν ποτε τοῦτο τὸ ποίμνιον, καὶ τοιοῦτον νῦν, οὕτως εὐεκτοῦν τε καὶ πλατυνόμενον: εἰ δὲ μήπω τελείως, ἀλλ' εἰς τοῦτό γε ταῖς κατὰ μέρος ὁδεῦο

 Ζʹ. Δοκῶ μοι κἀκείνης ἀκούειν τῆς φωνῆς, παρὰ τοῦ συνάγοντος τοὺς συντετριμμένους, καὶ τοὺς πεπιεσμένους εἰσδεχομένου: Πλάτυνον τὰ σχοινίσματά σου ἔτι

 Ηʹ. Σὺ μὲν ἀριθμεῖς τὰς μυριάδας, Θεὸς δὲ τοὺς σωζομένους: καὶ σὺ μὲν τὸν ἀμέτρητον χοῦν, ἐγὼ δὲ τὰ σκεύη τῆς ἐκλογῆς. Οὐδὲν γὰρ οὕτω Θεῷ μεγαλοπρεπὲς

 Θʹ. Ταῦτα καὶ ἀκούειν λέγοντος ἐδόκουν, καὶ ποιοῦντος αἰσθάνεσθαι: καὶ ἔτι πρὸς τούτοις, πρὸς μὲν τὸν λαὸν βοῶντος, τὸν ἐξ ὀλίγου πολὺν ἤδη, καὶ συγκε

 Ιʹ. Τούτους δωροφοροῦμεν ὑμῖν, ὦ φίλοι ποιμένες, τούτους προσάγομεν, τούτοις δεξιούμεθα τοὺς ἡμετέρους φίλους, καὶ ξένους, καὶ συνεκδήμους. Τούτων οὐδ

 ΙΑʹ. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε, πᾶς ὁ τῶν ἐμῶν λόγων ἐξεταστής. Ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ἀντὶ τῶν μισθωτῶν Ἐφραῒμ, καὶ το

 ΙΒʹ. Τούτου τοῦ στεφάνου (ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, λαλήσω δὲ ὅμως) κἀγώ τι συνεβαλόμην τοῖς πλέκουσι. Τούτων τις καὶ τῶν ἐμῶν λόγων ἔργον, οὐχ οὓς

 ΙΓʹ. Βούλεσθε προσθῶμέν τι καὶ νεανικώτερον Ὁρᾶτε τὰς ἐναντίας γλώσσας ἡμερουμένας, καὶ τοὺς θεότητι πολεμοῦντας ἡμῖν ἡσυχάζοντας Καὶ τοῦτο τοῦ Πνεύ

 ΙΔʹ. Δεῖ δὲ ἴσως ποθοῦσιν ὑμῖν καὶ τὸν τῆς πίστεως αὐτῆς ἐπιδείξασθαι λόγον, ἥτις ποτέ ἐστιν ἡ καθ' ἡμᾶς. Ἐγώ τε γὰρ ἁγιασθήσομαι τῷ συνεχεῖ τῆς μνήμη

 ΙΕʹ. Ἓν μὲν οὖν καὶ σύντομον πρόγραμμα τοῦ καθ' ἡμᾶς λόγου, καὶ οἷον στηλογραφία τις πᾶσι γνώριμος, ὁ λαὸς οὗτος, γνήσιος ὢν τῆς Τριάδος προσκυνητὴς,

 Ι#2ʹ. Τὰς μὲν οὖν φιλονείκους ἐπὶ θάτερα μετακλίσεις τοῦ λόγου καὶ ἀντισηκώσεις, χαίρειν ἐάσωμεν: οὔτε τῷ ἑνὶ Σαβελλίζοντες κατὰ τῶν τριῶν, καὶ συναιρ

 ΙΖʹ. Ἀλλ' ἐπανιτέον μοι πάλιν πρὸς τὸν αὐτὸν λόγον. Τὸ μὲν οὖν ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν λεγέσθω τε καὶ νοείσθω, εἴ τῳ φίλον δημιο

 ΙΗʹ. Πρὸς ταῦτα, Μοαβίταις μὲν καὶ Ἀμμωνίταις μηδὲ εἰσιτητὸν εἰς Ἐκκλησίαν ἔστω Θεοῦ, λόγοις διαλεκτικοῖς τε καὶ κακοπράγμοσιν, οἳ γέννησιν Θεοῦ πολυπ

 ΙΘʹ. Οὗτος ὑμῖν, ὦ ἄνδρες, ὁ τῆς ἐμῆς ἀπόλογος παρουσίας: εἰ μὲν ἐπαινετῶς ἔχων, τῷ Θεῷ χάρις, καὶ ὑμῖν τοῖς καλέσασιν: εἰ δὲ τῆς ἐλπίδος ἐνδεέστερον,

 Κʹ. Τί οὖν ἐστιν ὅ φημι Οὐ γὰρ ἄμισθος ἐγὼ τῆς ἀρετῆς ἐργάτης, οὐδ' εἰς τοσοῦτον ἀρετῆς ἀφικόμην. Δότε μοι τῶν πόνων μισθόν. Τίνα τοῦτον Οὐχ ὃν ἄν τ

 ΚΑʹ. Τί τἄλλα δεῖ λέγειν Ἀλλὰ πῶς οἴσω τὸν ἱερὸν τοῦτον πόλεμον Λεγέσθω γάρ τις καὶ πόλεμος ἱερὸς, ὥσπερ καὶ βαρβαρικός. Πῶς συνάψω, καὶ εἰς ἓν ἀγάγ

 ΚΒʹ. Οὐ φέρω τοὺς ἱππικοὺς ὑμῶν, καὶ τὰ θέατρα, καὶ τὴν ἀντίῤῥοπον ταύτην μανίαν ἔν τε δαπανήμασι καὶ σπουδάσμασι. Μεταζεύγνυμεν, ἀντιζεύγνυμεν, ἀντιφ

 ΚΓʹ. Σκοπείτε γὰρ καὶ ἡμῶν τὰ ἐγκλήματα. Τοσοῦτος χρόνος, φησὶν, ἐξ οὗ τὴν Ἐκκλησίαν ἄγεις, μετὰ τῆς τοῦ καιροῦ ῥοπῆς, καὶ τῆς τοῦ κρατοῦντος ὁρμῆς, τ

 ΚΔʹ. Τάχα δ' ἂν καὶ ταῦτα ἡμῖν ὀνειδίσαιεν (καὶ γὰρ ὠνειδίκασι): τὸ δὲ τῆς τραπέζης φιλότιμον, τὸ δὲ τῆς ἐσθῆτος αἰδέσιμον, αἱ δὲ πρόοδοι, τὸ δὲ σοβαρ

 ΚΕʹ. Τί φατε Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις, καὶ νενικήκαμεν Ἢ δεῖ καὶ στεῤῥοτέρων λόγων ἡμῖν πρὸς τὸ πείθειν Ναὶ, πρὸς τῆς Τριάδος αὐτῆς, ἣν πρ

 Κ#2ʹ. Χαίροις, Ἀναστασία μοι τῆς εὐσεβείας ἐπώνυμε. Σὺ γὰρ τὸν λόγον ἡμῖν ἐξανέστησας ἔτι καταφρονούμενον: τὸ τῆς κοινῆς νίκης χωρίον, ἡ νέα Σηλὼμ, ἐν

 ΚΖʹ. Χαῖρε, ὦ μεγαλόπολι καὶ φιλόχριστε (μαρτυρήσω γὰρ τἀληθῆ, καὶ εἰ μὴ κατ' ἐπίγνωσιν ὁ ζῆλος: πεποίηκε χρηστοτέρους ἡμᾶς ἡ διάζευξις). Πρόσιτε τῇ ἀ

1.  What think ye of our affairs, dear shepherds and fellow-shepherds:  whose feet are beautiful, for you bring glad tidings of peace and of the good things1    Isai. lii. 7; Rom. x. 15. with which ye have come; beautiful again in our eyes, to whom ye have come in season, not to convert a wandering sheep,2    S. Matt. xviii. 12. but to converse with a pilgrim shepherd?  What think ye of this our pilgrimage?  And of its fruit, or rather of that of the Spirit3    Gal. v. 22. within us,4    2 Tim. i. 14. by Whom we are ever moved,5    Acts xvii. 28. and specially have now been moved, desiring to have, and perhaps having, nothing of our own?  Do you of yourselves understand and perceive—and are you kindly critics of our actions?  Or must we, like those from whom a reckoning is demanded as to their military command, or civil government, or administration of the exchequer, publicly and in person submit to you the accounts of our administration?  Not indeed that we are ashamed of being judged, for we are ourselves judges in turn, and both with the same charity.  But the law is an ancient one:  for even Paul communicated to the Apostles his Gospel:6    Gal. ii. 2.  not for the sake of ostentation, for the Spirit is far removed from all ostentation, but in order to establish his success and correct his failure, if indeed there were any such in his words or actions, as he declares when writing of himself.  Since even the Spirits of the Prophets are subject to the prophets,7    1 Cor. xiv. 32. according to the order of the Spirit who regulates and divides all things well.  And do not wonder that, while he rendered his account privately and to some, I do so publicly, and to all.  For my need is greater than his, of being aided by the freedom of my censors, if I am proved to have failed in my duty, lest I should run, or have run, in vain.8    Gal. ii. 2.  And the only possible mode of self-defence is speech in the presence of men who know the facts.

Αʹ. Πῶς ὑμῖν τὰ ἡμέτερα, ὦ φίλοι ποιμένες καὶ συμποιμένες: ὧν ὡραῖοι μὲν οἱ πόδες, εὐαγγελιζομένων εἰρήνην καὶ ἀγαθὰ, μεθ' ὧν ἐληλύθατε: ὡραῖοι δὲ τὰ πρὸς ἡμᾶς, οἷς εἰς καιρὸν ἐληλύθατε, οὐχ ἵνα πρόβατον πλανώμενον ἐπιστρέψητε, ἀλλ' ἵνα ποιμένα ἔκδημον ἐπισκέψησθε; Πῶς τὰ τῆς ἐκδημίας ὑμῖν ἔχει τῆς ἡμετέρας; καὶ τίς ὁ ταύτης καρπὸς, μᾶλλον δὲ, τοῦ ἐν ἡμῖν Πνεύματος, ᾧ κινούμεθά τε ἀεὶ, καὶ νῦν κεκινήμεθα, μηδὲν ἴδιον ἔχειν ἐπιθυμοῦντες, μήτ' ἴσως ἔχοντες; Ἆρά γε συνίετε παρ' ὑμῶν αὐτῶν, καὶ καταμανθάνετε, καὶ λογισταὶ τῶν ἡμετέρων ἐστὲ χρηστότεροι; ἢ δεῖ, καθάπερ τοὺς στρατηγίας, ἢ δημαγωγίας, ἢ διοικήσεως χρημάτων λόγον ἀπαιτουμένους, δημοσίᾳ καὶ αὐτοὺς ὑποσχεῖν ὑμῖν τὰς εὐθύνας, ὧν διῳκήκαμεν; Οὐ γὰρ αἰσχυνόμεθα κρινόμενοι, ὅτι καὶ κρίνομεν ἐν τῷ μέρει, καὶ μετὰ τῆς αὐτῆς ἀγάπης ἀμφότερα. Παλαιὸς δὲ ὁ νόμος: ἐπεὶ καὶ Παῦλος τοῖς ἀποστόλοις ἐκοινοῦτο τὸ Εὐαγγέλιον: οὐχ ἵνα φιλοτιμήσηται (πόῤῥω γὰρ τὸ Πνεῦμα πάσης φιλοτιμίας), ἀλλ' ἵν', ἢ βεβαιωθῇ τὸ κατορθούμενον, ἢ διορθωθῇ τὸ ὑστερούμενον, εἰ ἄρα τι καὶ τοιοῦτον ἦν ἐν τοῖς ὑπ' ἐκείνου λεγομένοις, ἢ πραττομένοις, ὡς αὐτὸς παραδηλοῖ περὶ ἑαυτοῦ γράφων: Ἐπειδὴ καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, κατὰ τὴν εὐταξίαν τοῦ πάντα καλῶς οἰκονομοῦντος καὶ διαιροῦντος Πνεύματος. Εἰ δὲ ἐκεῖνος μὲν ἰδίᾳ καί τισιν, ἐγὼ δὲ δημοσίᾳ καὶ πᾶσιν ὑπέχω λόγον, μηδὲν θαυμάσητε. Καὶ γὰρ χρῄζω μᾶλλον ὠφεληθῆναι τῇ τῶν ἐλέγχων ἐλευθερίᾳ, ἤπερ ἐκεῖνος, εἴ τι φαινοίμην ἐλλείπων τοῦ δέοντος, μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραμον. Καὶ οὐκ ἔστιν ἄλλως ἀπολογήσασθαι, ἢ ἐν εἰδόσι τοὺς λόγους ποιούμενον.