ΛΟΓΟΣ Μʹ. Εἰς τὸ ἅγιον βάπτισμα.

 Αʹ. Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων ἡμέρᾳ πανηγυρίσαντες (καὶ γὰρ ἔπρεπε χαρμόσυνα θέσθαι τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλῷ μᾶλλον ἢ γαμήλια, καὶ γενέθλια

 Βʹ. Τρισσὴν γέννησιν ἡμῖν οἶδεν ὁ Λόγος: τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος, καὶ τὴν ἐξ ἀναστάσεως. Τούτων δὲ, ἡ μὲν νυκτερινή τέ ἐστι, καὶ δούλη, καὶ

 Γʹ. Περὶ μὲν δὴ τῶν δύο γεννήσεων, τῆς πρώτης τέ φημι, καὶ τῆς τελευταίας, φιλοσοφεῖν, οὐ τοῦ παρόντος καιροῦ: περὶ δὲ τῆς μέσης, καὶ τῆς νῦν ἡμῖν ἀνα

 Δʹ. Καλεῖται δὲ, ὥσπερ Χριστὸς ὁ τούτου δοτὴρ, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, οὕτω δὲ καὶ τὸ δώρημα: εἴτε διὰ τὸ περιχαρὲς τοῦ πράγματος τοῦτο παθόντ

 Εʹ. Θεὸς μέν ἐστι φῶς τὸ ἀκρότατον, καὶ ἀπρόσιτον, καὶ ἄῤῥητον, οὔτε νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως. Τοῦτο ἐν νοητοῖς

 #2ʹ. Φῶς μὲν ἦν καὶ ἡ τῷ πρωτογόνῳ δοθεῖσα πρωτόγονος ἐντολὴ (ἐπειδὴ, Λύχνος ἐντολὴ νόμου καὶ φῶς: καὶ διότι, Φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς), εἰ

 Ζʹ. Ἐπειδὴ γὰρ τὸ μὲν μηδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ τῆς πρώτης καὶ ἀσυνθέτου φύσεως: ἁπλότης γὰρ εἰρηναία καὶ ἀστασίαστος: θαῤῥῶ δὲ εἰπεῖν, ὅτι καὶ τῆ

 Ηʹ. Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύσεως: διττὴ καὶ ἡ κάθαρσις, δι' ὕδατός τέ φημι καὶ Πνεύματος

 Θʹ. Δεινὸν γὰρ ἀντὶ ἰατρείας ἀπονωτέρας, τὴν ἐπιπονωτέραν ἐργάσασθαι, καὶ ἀποῤῥίψαντας χάριν οἴκτου χρεωστεῖν κόλασιν, καὶ ἀντιμετρεῖν ἁμαρτίᾳ διόρθωσ

 Ιʹ. Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διώκτης καὶ πειραστὴς (προσβαλεῖ δέ: καὶ γὰρ, καὶ τῷ Λόγῳ, καὶ Θεῷ μου προσέβαλε διὰ τὸ κάλυμμα, τῷ

 ΙΑʹ. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν: μετάσχωμεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων, αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως ἱερωτέρων, ῥαντιζ

 ΙΒʹ. Τί πυρετὸν ἀναμένεις εὐεργέτην, ἀλλ' οὐ Θεόν Τί καιρὸν, ἀλλ' οὐ λογισμόν Τί φίλον ἐπίβουλον, ἀλλ' οὐ πόθον σωτήριον Τί μὴ τὴν ἐξουσίαν, ἀλλὰ τ

 ΙΓʹ. Τρεῖς γὰρ οἶδα τάξεις τῶν σωζομένων, δουλείαν, μισθαρνίαν, υἱότητα. Εἰ δοῦλος εἶ, τὰς πληγὰς φοβήθητι: εἰ μισθωτὸς, πρὸς τὸ λαβεῖν βλέπε μόνον. Ε

 ΙΔʹ. Σπεῖρε μὲν ὅτε καιρὸς, καὶ συγκόμιζε, καὶ λύε τὰς ἀποθήκας, ὅτε τούτου καιρὸς, καὶ φύτευε καθ' ὥραν, καὶ κειρέσθω σοι βότρυς ὥριμος, καὶ ἀνάγου θ

 ΙΕʹ. Εἰ δὲ προκαταλάβοις σεαυτὸν τῇ σφραγῖδι, καὶ τὸ μέλλον ἀσφαλίσαιο τῷ καλλίστῳ τῶν βοηθημάτων καὶ στεῤῥοτάτῳ, σημειωθεὶς καὶ ψυχὴν καὶ σῶμα, τῷ χρ

 Ι#2ʹ. Ἀλλὰ φοβῇ, μὴ διαφθείρῃς τὸ χάρισμα, καὶ διὰ τοῦτο ἀναβάλλῃ τὴν κάθαρσιν, ὡς δευτέραν οὐκ ἔχων Τί δαί Οὐ φοβῇ, μὴ διώκτῃ καιρῷ κινδυνεύσῃς, κα

 ΙΖʹ. Νέος εἶ Στῆθι κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας, εἰς Θεοῦ παράταξιν ἀριθμήθητι, ἀρίστευσον κατὰ τοῦ Γολιὰθ, λάβε τὰς χιλιάδας, ἢ τὰς μυριάδας. Ο

 ΙΗʹ. Τί ἔτι Παρθενίαν ἀσκεῖς Τῇ καθάρσει σφραγίσθητι: ταύτην ποίησαι τοῦ βίου κοινωνὸν, καὶ συνόμιλον: αὕτη ῥυθμιζέτω σοι, καὶ βίον, καὶ λόγον, πᾶν

 ΙΘʹ. Ἀλλ' ἐν μέσῳ στρέφῃ, καὶ μολύνῃ τοῖς δημοσίοις: καὶ δεινὸν, εἴ σοι δαπανηθήσεσθαι τὸ φιλάνθρωπον Ἁπλοῦς ὁ λόγος: Εἰ μὲν οἷόν τε, φύγε καὶ τὴν ἀγ

 Κʹ. Ἀλλὰ τί μοι πλέον, φησὶ, προκατασχεθέντι διὰ τοῦ βαπτίσματος, καὶ τὸ τερπνὸν τοῦ ζῇν ἐμαυτῷ διὰ τοῦ τάχους ἀποκλείσαντι, ἐνὸν ἐφεῖναι ταῖς ἡδοναῖς

 ΚΑʹ. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παραβολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν: τί κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα, μὴ βασκαίνειν τοῖς

 ΚΒʹ. Τί δαί Οὐχὶ φιλάνθρωπον, φησὶ, τὸ Θεῖον Καὶ γνωστικὸν γὰρ ἐννοιῶν, δοκιμάζει τε τὴν ἔφεσιν, καὶ ἀντὶ βαπτίσματος, ποιεῖται τὴν ὁρμὴν τοῦ βαπτίσ

 ΚΓʹ. Ὥστε καὶ τῶν ἀποτυγχανόντων, οἱ μὲν εἰσὶ παντελῶς κτηνώδεις, ἢ θηριώδεις, ὡς ἂν ἀνοίας ἢ πονηρίας ἔχωσιν: οἷς μετὰ τῶν ἄλλων κακῶν, οὐδὲ τὸ χάρισ

 ΚΔʹ. Τοιγαροῦν, ἐπειδὴ τούτων ἠκούσατε τῶν φωνῶν, Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, διαμαρτόντα τῆς χάριτος.

 ΚΕʹ. Βραδὺς ἴσθι πρὸς κακουργίαν, ὦ οὗτος, ταχὺς δὲ πρὸς σωτηρίαν, ἐμοὶ πειθόμενος: ἴσον γάρ ἐστι κακὸν, ἑτοιμότης τε πρὸς τὸ χεῖρον, καὶ μέλλησις πρὸ

 Κ2ʹ. Μηδὲν ἐπεχέτω σε τοῦ πρόσω: μηδὲν ἀνθελκέτω σου τὴν προθυμίαν. Ἕως σφοδρὸς ὁ πόθος, λαβοῦ τοῦ ποθουμένου: ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτ

 ΚΖʹ. Μὴ ἀπαξιώσῃς συμβαπτισθῆναι πένητι, πλούσιος ὢν, ὁ εὐπατρίδης τῷ δυσγενεῖ, ὁ δεσπότης τῷ δούλῳ μέχρι τοῦ νῦν. Οὔπω τοσοῦτον ταπεινοφρονήσεις, ὅσο

 ΚΗʹ. Ἔστω ταῦτα, φησὶ, περὶ τῶν ἐπιζητούντων τὸ βάπτισμα. Τί δ' ἂν εἴποις περὶ τῶν ἔτι νηπίων, καὶ μήτε τῆς ζημίας ἐπαισθανομένων, μήτε τῆς χάριτος ἢ

 ΚΘʹ. Ἀλλὰ Χριστὸς, φησὶ, τριακονταέτης βαπτίζεται, καὶ ταῦτα Θεὸς ὤν: καὶ σὺ κελεύεις ἐπισπεύδειν τὸ βάπτισμα Θεὸν εἰπὼν, λέλυκας τὸ ζητούμενον. Ὁ μὲ

 Λʹ. Σοὶ δὲ τίς ἀνάγκη, τοῖς ὑπὲρ σὲ ὑποδείγμασιν ἑπομένῳ, κακῶς βουλεύεσθαι: ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν τηνικαῦτα ἱστορουμένων ἑτέρως ἢ ὡς τὰ νῦν ἔχοντα

 ΛΑʹ. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, τοὺς μὲν τοιούτους λόγους χαίρειν ἐάσατε: αὐτοὶ δὲ τῷ ἀγαθῷ προσπηδήσατε, καὶ διπλοῦν ἀγῶνα ἀγωνιεῖσθε: τὸν μὲν προκαθαί

 ΛΒʹ. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς εἰκόνος: μὴ τῶν ἁμαρτημάτων ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ τρόπου διόρθωσις: μὴ τὸν προλ

 ΛΓʹ. Τί οὖν φημι, καὶ τίς ὁ ἐμὸς λόγος χθὲς ἦσθα Χαναναία ψυχὴ, καὶ διὰ τῆς ἁμαρτίας συγκύπτουσα: σήμερον ἀνωρθώθης ὑπὸ τοῦ Λόγου. Μὴ συγκύψῃς πάλιν,

 ΛΔʹ. Εἰ λέπραν ἔβρυες τέως τὴν ἄμορφον πονηρίαν, ἀπεξέσθης δὲ τῆς κακῆς ὕλης, καὶ τὴν εἰκόνα σώαν ἀπέλαβες, δεῖξον ἐμοὶ τῷ ἱερεῖ σου τὴν κάθαρσιν, ἵνα

 ΛΕʹ. Γενήσεται δὲ πῶς Ἀεὶ τῆς παραβολῆς ἐκείνης μέμνησο, καὶ σεαυτῷ βοηθήσεις ἄριστά τε καὶ τελεώτατα. Ἐξῆλθεν ἀπὸ σοῦ τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα

 Λ#2ʹ. Πάλιν ὑπομνήσω σε τῶν φωτισμῶν, καὶ πολλάκις ἐκ τῶν θείων λογίων τούτους ἀναλεγόμενος. Αὐτός τε γὰρ ἡδίων ἔσομαι τῇ τούτων μνήμῃ, (τί γὰρ φωτὸς

 ΛΖʹ. Ὥσπερ δὲ πῦρ οἶδα διπλοῦν, οὕτω καὶ φῶς τὸ μὲν, τὴν τοῦ ἡγεμονικοῦ λαμπάδα, κατευθῦνον ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα: τὸ δὲ, ἀπατηλὸν καὶ περίεργον

 ΛΗʹ. Πᾶν μέλος καθαρισθῶμεν, ἀδελφοὶ, πᾶσαν ἁγνίσωμεν αἴσθησιν: μηδὲν ἀτελὲς ἡμῖν ἔστω, μηδὲ τῆς πρώτης γενέσεως, μηδὲν ἀφώτιστον καταλείπωμεν. Φωτισθ

 ΛΘʹ. Καὶ πρὸς τοῖς εἰρημένοις ἔτι καλὸν, τὴν κεφαλὴν καθαιρομένους, ὡς καθαίρεται κεφαλὴ, τὸ τῶν αἰσθήσεων ἐργαστήριον, κρατεῖν τὴν Χριστοῦ κεφαλὴν, ἐ

 Μʹ. Τί δὲ ἡ ὀσφύς Τί δὲ οἱ νεφροί Μηδὲ γὰρ τοῦτο παρέλθωμεν. Ἁπτέσθω καὶ τούτων ἡ κάθαρσις: ἔστωσαν ἡμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ ἀνεσταλμέναι δ

 ΜΑʹ. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, φύλασσέ μοι τὴν καλὴν παρακαταθήκην, ᾗ ζῶ καὶ πολιτεύομαι, ἣν καὶ συνέκδημον λάβοιμι, μεθ' ἧς καὶ ἀλγεινὰ πάντα φέρω, κ

 ΜΒʹ. Φοβῇ σὺ γέννησιν, ἵνα μή τι πάθῃ Θεὸς, ὁ μὴ πάσχων Ἐγὼ φοβοῦμαι τὴν κτίσιν, ἵνα μὴ Θεὸν ἀπολέσω διὰ τῆς ὕβρεως, καὶ τῆς ἀδίκου κατατομῆς, ἢ τὸν

 ΜΓʹ. Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι, τοῖς ἴσοις ἐστὶ, καὶ τὸ εἶναι. Τοῦτο γὰρ παρὰ πάντων δοθήσεται. Καὶ δέδοικα τὴν ἀρχὴν, μὴ

 ΜΔʹ. Τί μοι δεῖ μακροτέρων λόγων Διδασκαλίας γὰρ ὁ καιρὸς, οὐκ ἀντιλογίας. Μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, μετὰ ταύτης βαπτισθή

 ΜΕʹ. Ἀλλ' οὔπω τύπος οὐδεὶς ἐν τῇ σῇ ψυχῇ, οὔτε χείρονος γράμματος, οὐδὲ βελτίονος: σήμερον δέ σε γραφῆναι δεήσει, καὶ παρ' ἡμῶν τυπωθῆναι πρὸς τελειό

 Μ#2ʹ. Πλὴν ἐκεῖνο εὐαγγελίζομαί σοι. Ἡ στάσις, ἣν αὐτίκα στήσῃ μετὰ τὸ βάπτισμα πρὸ τοῦ μεγάλου βήματος, τῆς ἐκεῖθεν δόξης ἐστὶ προχάραγμα. Ἡ ψαλμῳδία

VII.  For since to be utterly sinless belongs to God, and to the first and uncompounded nature (for simplicity is peaceful, and not subject to dissension), and I venture to say also that it belongs to the Angelic nature too; or at least, I would affirm that nature to be very nearly sinless, because of its nearness to God; but to sin is human and belongs to the Compound on earth (for composition is the beginning of separation); therefore the master did not think it right to leave His creature unaided, or to neglect its danger of separation from Himself; but on the contrary, just as He gave existence to that which did not exist, so He gave new creation to that which did exist, a diviner creation and a loftier than the first, which is to those who are beginning life a Seal, and to those who are more mature in age both a gift and a restoration of the image which had fallen through sin, that we may not, by becoming worse through despair, and ever being borne downward to that which is more evil, fall altogether from good and from virtue, through despondency; and having fallen into a depth of evil (as it is said) despise Him;25    Prov. xviii. 3 (LXX.). but that like those who in the course of a long journey make a brief rest from labour at an inn, we should be enabled to accomplish the rest of the road fresh and full of courage.  Such is the grace and power of baptism; not an overwhelming of the world as of old, but a purification of the sins of each individual, and a complete cleansing from all the bruises and stains of sin.

Ζʹ. Ἐπειδὴ γὰρ τὸ μὲν μηδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ τῆς πρώτης καὶ ἀσυνθέτου φύσεως: ἁπλότης γὰρ εἰρηναία καὶ ἀστασίαστος: θαῤῥῶ δὲ εἰπεῖν, ὅτι καὶ τῆς ἀγγελικῆς, ἢ ὅτι ἐγγυτάτω τούτου, διὰ τὴν πρὸς Θεὸν ἐγγύτητα. Τὸ δὲ ἁμαρτάνειν, ἀνθρώπινον, καὶ τῆς κάτω συνθέσεως: σύνθεσις γὰρ ἀρχὴ διαστάσεως: οὐκ ᾤετο δεῖν ἀβοήθητον τὸ ἑαυτοῦ πλάσμα καταλιπεῖν ὁ Δεσπότης, οὐδὲ περιϊδεῖν κινδυνεῦον τὴν ἀπ' αὐτοῦ διάστασιν. Ἀλλ' ὥσπερ οὐκ ὄντας ὑπέστησεν, οὕτως ὑποστάντας ἀνέπλασε, πλάσιν θειοτέραν τε καὶ τῆς πρώτης ὑψηλοτέραν: ἣ τοῖς μὲν ἀρχομένοις ἐστὶ σφραγὶς, τοῖς δὲ τελειοτέροις, τὴν ἡλικίαν, καὶ χάρισμα, καὶ τῆς πεσούσης εἰκόνος, διὰ τὴν κακίαν, ἐπανόρθωσις: ἵνα μὴ τῇ ἀπογνώσει χείρους γινόμενοι, καὶ ἀεὶ πρὸς τὸ χεῖρον καταφερόμενοι, τελέως ἔξω τοῦ καλοῦ καὶ τῆς ἀρετῆς δι' ἀπόγνωσιν πίπτωμεν: μηδὲ εἰς κακῶν βάθος ἐμπεσόντες, ὃ δὴ λέγεται, καταφρονῶμεν: ἀλλ' ὥσπερ οἱ μακρὰν ὁδὸν τέμνοντες, καταλύματι τοὺς πόνους διαναπαύσαντες, οὕτω τὸ ἑξῆς τῆς ὁδοῦ νεαροὶ καὶ πρόθυμοι διανύσωμεν. Αὕτη μὲν ἡ τοῦ βαπτίσματος χάρις καὶ δύναμις, οὐ κόσμου κατακλυσμὸν ὡς πάλαι, τῆς δὲ τοῦ καθ' ἕκαστον ἁμαρτίας κάθαρσιν ἔχουσα, καὶ παντελῆ ῥύψιν τῶν ἀπὸ κακίας ἐπεισελθόντων συγχωσμάτων ἢ μολυσμάτων.