ΙΠΠΟΛΥΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΡΩΜΗΣ ΑΠΟΔΕΙΞΙΣ ΕΚ ΤΩΝ ΑΓΙΩΝ ΓΡΑΦΩΝ ΠΕΡΙ ΧΡΙΣΤΟΥ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΑΝΤΙΧΡΙΣΤΟΥ.

 [1] Βουληθέντι σοι κατ' ἀκρίβειαν ἐκμαθεῖν τὰ προτεθέντα ὑπὸ σοῦ ἡμῖν κεφάλαια, ἀγαπητέ μου ἀδελφὲ Θεόφιλε, εὔλογον ἡγησάμην, ἀφθόνως ἀρυσάμενος ὡς ἐξ

 [2] Ἐπειδὴ γὰρ οἱ μακάριοι προφῆται ὀφθαλμοὶ ἡμῶν ἐγένοντο, προορῶντες διὰ πίστεως τὰ τοῦ λόγου μυστήρια: ἅτινα καὶ ταῖς μεταγενεστέραις διηκόνησαν γε

 [3] ὅπως ἃ πάλαι τοῖς μακαρίοις προφήταις ἀπεκάλυψεν ὁ τοῦ θεοῦ λόγος, νῦν αὐτὸς πάλιν ὁ τοῦ θεοῦ παῖς, ὁ πάλαι μὲν λόγος ὤν, νυνὶ δὲ καὶ ἄνθρωπος δι'

 [4] ἐπειδὴ γὰρ ὁ λόγος ὁ τοῦ θεοῦ ἄσαρκος ὢν ἐνεδύσατο τὴν ἁγίαν σάρκα ἐκ τῆς ἁγίας παρθένου ὡς νυμφίος ἱμάτιον, ἐξυφήνας ἑαυτῷ ἐν τῷ σταυρικῷ πάθει,

 [5] Ἀλλ' ἐπειδὴ καιρὸς λοιπὸν ἀπαιτεῖ πρὸς τὰ προκείμενα, αὐτάρκων ὄντων τῶν ἐν τῷ προοιμίῳ εἰς δόξαν θεοῦ εἰρημένων, δίκαιόν ἐστιν ἡμᾶς ἐφαψαμένους α

 [6] Τοῦ μὲν οὖν κυρίου καὶ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ τοῦ υἱοῦ τοῦ θεοῦ διὰ τὸ βασιλικὸν καὶ ἔνδοξον ὡς λέοντος προκεκηρυγμένου, τὸν αὐτὸν τρόπον καὶ

 [7] Λέγει οὖν ὁ μακάριος Ἰακὼβ ἐν ταῖς εὐλογίαις προαναφωνῶν τὰ περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν οὕτως: ”Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου: αἱ χεῖρε

 [8] ταῦτα μὲν οὖν παραφράζειν ἐπισταμένῳ σοι αὐτὰ δοκεῖ τὸ νῦν παραιτεῖσθαι: ἀλλ' ἐπεὶ αὐτὰ τὰ ῥητὰ προτρέπεται τοῦ λέγειν, οὐδὲ τοῦτο παραλείψομεν. ἔ

 [9] τὸ δὲ εἰπεῖν „οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν„ τὴν διαδρομὴν το

 [10] „δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ„ τουτέστι τὸν ἐκ περιτομῆς λαὸν πρὸς τὴν ἑαυτοῦ κλῆσιν. αὐτὸς γὰρ ἦν ἡ ἄμπελος. ”καὶ ἐν τῇ ἕλικι τὸν πῶλον

 [11] „πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ„, τὴν τοῦ ἁγίου πνεύματος κατελθοῦσαν ἐπ' αὐτὸν ἐπὶ τὸν Ἰορδάνην πατρικὴν χάριν. ”καὶ ἐν αἵματι σταφυλῆς τὴν περ

 [12] „χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου.„ ὀφθαλμοὶ Χριστοῦ τίνες ἀλλ' ἢ οἱ μακάριοι προφῆται, οἱ προϊδόντες τῷ πνεύματι καὶ προκηρύξαντες τὰ εἰς α

 [13] τὸ δὲ εἰπεῖν ”καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα” ἐξ ἁγίου στόματος Χριστοῦ τὰς ἐκπορευομένας ἐντολὰς ἐσήμανεν, καθαρὰς οὔσας ὡς γάλα.

 [14] ἐπεὶ οὖν λέοντα καὶ σκύμνον λέοντος τὸν Χριστὸν προανεφώνησαν αἱ γραφαί, τὸ ὅμοιον καὶ περὶ τοῦ ἀντιχρίστου εἴρηται. φησὶ γὰρ Μωσῆς οὕτως: „σκύμν

 [15] ὅτι μὲν γὰρ ὄντως ἐκ τῆς φυλῆς Δὰν μέλλει γεννᾶσθαι καὶ ἀνίστασθαι τύραννος, βασιλεὺς, κριτὴς δεινός, υἱὸς τοῦ διαβόλου, φησὶν ὁ προφήτης „Δὰν κρ

 [16] λέγει γὰρ Ἡσαΐας οὕτως: ”καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐπὶ τῷ ὄρει Σιὼν καὶ Ἱερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχο

 [17] καὶ πάλιν ἐν ἑτέρῳ λέγει: „πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ πῶς ἀναπέπαυται ὁ ἐπισπουδαστής συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τῶν ἀρχόντων: πατάξας ἔθνος

 [18] Ἐζεκιὴλ δὲ ὁμοίως λέγει περὶ αὐτοῦ οὕτως: ”τάδε λέγει κύριος ὁ θεός: ἀνθ' ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας: θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκηκ

 [19] Τούτων οὖν τῶν ῥητῶν δεδειγμένων, ἴδωμεν λεπτομερές, τί λέγει Δανιὴλ ἐν τοῖς ὁράμασιν. οὗτος γὰρ διαστέλλων τὰς μετὰ ταῦτα ἐσομένας βασιλείας ἔδε

 [20] συνάψαντες οὖν πρὸς τούτῳ καὶ τὰς τοῦ Δανιὴλ ὁράσεις, μίαν ἀμφοτέρων τὴν διήγησιν ποιούμεθα, ἐπιδεικνύντες ὅπως εἴη συμφωνία καὶ ἀλήθεια. λέγει γ

 [21] ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρ

 [22] ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ προση

 [23] ἐπεὶ οὖν δυσνόητά τισι δοκεῖ εἶναι ταῦτα μυστικῶς εἰρημένα, οὐδὲν τούτων ἀποκρύψομεν πρὸς ἐπίγνωσιν τοῖς ὑγιῆ νοῦν κεκτημένοις. „λέαιναν„ δὲ εἰπὼ

 [24] μετὰ γοῦν τὴν λέαιναν ”δεύτερον θηρίον” ὁρᾷ „ὅμοιον ἄρκῳ„, ὅπερ ἦσαν οἱ Πέρσαι. μετὰ γὰρ τοὺς Βαβυλωνίους Πέρσαι διεκράτησαν. τὸ δὲ λέγειν ”τρία

 [25] ἔπειτα, φησίν, ”θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον: οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ.” τίνες οὗτοι ἀλλ' ἢ οἱ Ῥωμαῖοι: ὅπερ ἐ

 [26] μεθ' ὃν ἥξει λοιπὸν ἀπ' οὐρανῶν „ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα„ καὶ συντρίψας αὐτὴν καὶ μεταστήσας πάσας τὰς βασιλείας καὶ δοὺς τὴν βασιλείαν ἁγίο

 [27] τούτων οὖν ἐσομένων καὶ τῶν δέκα δακτύλων τῆς εἰκόνος εἰς δημοκρατίας χωρησάντων, καὶ τῶν δέκα κεράτων τοῦ θηρίου εἰς δέκα βασιλεῖς μερισθέντων,

 [28] κεφαλὴ τῆς εἰκόνος χρυσῆ, ἡ λέαινα, Βαβυλώνιοι ἦσαν: ὦμοι καὶ βραχίονες ἀργυροῖ, ἡ ἄρκος, Πέρσαι καὶ Μῆδοι: κοιλία καὶ μηροὶ χαλκοῖ, ἡ πάρδαλις,

 [29] Ταῦτά σοι, ἀγαπητέ, μετὰ φόβου μεταδίδομεν ἀφθόνως „διὰ τὴν ὑπερβάλλουσαν Χριστοῦ ἀγάπην„. εἰ γὰρ οἱ πρὸ ἡμῶν μακάριοι προφῆται γεγενημένοι εἰδότ

 [30] δεῦρο οὖν, ὦ μακάριε Ἡσαΐα, ἐξεγέρθητι, εἰπὲ σαφῶς τί ἐπροφήτευσας περὶ τῆς πόλεως τῆς μεγάλης Βαβυλῶνος. ὡς εἶπας γὰρ καὶ περὶ Ἱερουσαλὴμ καὶ τε

 [31] τίνα οὖν ὑμῶν πλείω ἀγαπήσω ἢ σέ ἀλλὰ καὶ Ἱερεμίας λιθάζεται. ἢ Ἱερεμίαν μᾶλλον ἀλλὰ καὶ Δανιὴλ μαρτυρεῖ. Δανιήλ, ὑπὲρ πάντας ἐπαινῶ σέ ἀλλὰ κ

 [32] λέγε μοι, ὦ μακάριε Δανιήλ, πληροφόρησόν με, παρακαλῶ. προφητεύεις περὶ τῆς λεαίνης ἐν Βαβυλῶνι: αἰχμάλωτος γὰρ ἦς ἐκεῖ. διήγησαι καὶ τὰ μέλλοντα

 [33] μετὰ τοῦτο πάλιν μοι διήγηθι: ”θηρίον τέταρτον, φοβερὸν καὶ ἔκθαμβον: οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ, ἐσθίον καὶ λεπτῦνον,

 [34] ἀλλ' ἐπειδὴ προὔκειτο ἡμῖν περὶ τῆς πόρνης εἰπεῖν, πάρελθε, ὦ μακάριε Ἡσαΐα. ἴδωμεν τί λέγεις περὶ Βαβυλῶνος. „κατάβηθι, κάθισον ἐπὶ γῆς, παρθένο

 [35] παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου: ἐγὼ δέδωκα εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, σὺ δὲ τοῦ πρεσβύτου ἐβάρυνας

 [36] οὗτος γὰρ ἐν Πάτμῳ τῇ νήσῳ ὢν ὁρᾷ ἀποκάλυψιν μυστηρίων φρικτῶν, ἅτινα διηγούμενος ἀφθόνως καὶ ἑτέρους διδάσκει. λέγε μοι, ὦ μακάριε Ἰωάννη, ἀπόστ

 [37] καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ, καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. καὶ εἶπέ μοι ὁ ἄ

 [38] ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ' αὐτῶν, καὶ βασιλεῖς αἱ ἑπτά εἰσιν: οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν

 [39] καὶ λέγει μοι: τὰ ὕδατα ἃ εἶδες, οὗ κάθηται ἡ πόρνη, λαοὶ καὶ ὄχλοι εἰσὶ καὶ ἔθνη καὶ γλῶσσαι. καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μι

 [40] μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. καὶ ἔκραξεν ἐν ἰσχύι φ

 [41] ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς: ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασε κεράσατε αὐτῇ διπλοῦν: ὅσα ἐδόξασεν αὐτὴν κ

 [42] εὐφραίνου ἐπ' αὐτήν, οὐρανὲ καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. καὶ ἦρεν εἰς ἄγγελος ἰσχυρὸ

 [43] περὶ μὲν οὖν τῶν βασάνων καὶ τῆς ἐπερχομένης αὐτῇ ἐπ' ἐσχάτων ὑπὸ τῶν τότε ἐσομένων τυράννων μερικῆς κρίσεως σαφέστατα ἐν τοῖς ῥητοῖς τούτοις δεδ

 [44] ὥσπερ γὰρ δύο παρουσίαι τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος διὰ τῶν γραφῶν ἐδείχθησαν, μία μὲν ἡ πρώτη ἡ κατὰ σάρκα γενομένη ἄτιμος διὰ τὸ ἐξουθενηθῆναι

 [45] οὗτος ”ἀκούσας τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησεν ἐν κοιλίᾳ μητρὸς ἀγγαλλιώμενος”, ἐνορῶν τὸν ἐν κοιλίᾳ παρθένου συνειλημμένον θεοῦ λόγον. ἔπειτα

 [46] ἀλλ' ἐπειδὴ ἀπαρχὴ ἀναστάσεως πάντων τῶν ἀνθρώπων ἦν ὁ σωτήρ, ἔδει τὸν κύριον μόνον ἀνίστασθαι ἐκ νεκρῶν, δι' οὗ καὶ ἡ κρίσις παντὶ τῷ κόσμῳ εἰσε

 [47] λέγει γὰρ Ἰωάννης: „καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους„, τουτέστι τὸ ἥμι

 [48] ἀλλ' ἐπεὶ δεῖ λεπτομερέστερον περὶ αὐτοῦ διηγήσασθαι, πῶς τὸ ἅγιον πνεῦμα δι' ἀριθμοῦ καὶ τὸ ὄνομα αὐτοῦ μυστικῶς ἐδήλωσεν, σαφέστερον τὰ περὶ αὐ

 [49] τὸ μὲν οὖν ”θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς γῆς” τὴν βασιλείαν τὴν τοῦ ἀντιχρίστου ἐσομένην λέγει, τὰ δὲ δύο κέρατα αὐτὸν καὶ τὸν μετ' αὐτοῦ ψευδοπροφ

 [50] νυνὶ δὲ πρὸς τὸ προκείμενον ἐροῦμεν. ταῦτα γὰρ οὕτω καὶ αὐτὸς τεχνάζεται, κατὰ πάντα θλίβειν τοὺς ἁγίους θέλων. λέγει γὰρ ὁ προφήτης καὶ ἀπόστολο

 [51] ἀλλ' ἵνα μὴ μόνοις τοῖς ῥητοῖς τούτοις πείσωμεν τοὺς τὰ τοῦ θεοῦ λόγια φιλοπονοῦντας, δείξωμεν δι' ἑτέρων ἀποδείξεων πλειόνων. λέγει γὰρ Δανιήλ:

 [52] οὗτος οὖν τοῖς τότε καιροῖς ὑπ' αὐτῶν ἀναδειχθεὶς καὶ κρατήσας ἐν παρατάξει πολέμου τῶν τριῶν κεράτων τῶν ἐκ τῶν δέκα κεράτων καὶ ἐκριζώσας αὐτά,

 [53] τούτων οὕτως ἐσομένων, ἀγαπητέ, καὶ τῶν τριῶν κεράτων ὑπ' αὐτοῦ ἐκκοπέντων, μετὰ ταῦτα ἄρξεται ὡς θεὸν ἑαυτὸν ἐπιδεικνύναι, ὡς προεῖπεν Ἐζεκιήλ:

 [54] Δεδειγμένων οὖν τῶν ῥητῶν τούτων τῆς τε φυλῆς καὶ τῆς ἀναδείξεως αὐτοῦ καὶ τῆς ἀναιρέσεως, τοῦ δὲ ὀνόματος μυστικῶς σεσημασμένου, ἴδωμεν καὶ τὴν

 [55] οὐ βλάψει οὖν διὰ τὸ προκείμενον καὶ τὴν τέχνην τοῦ ζῴου διηγήσασθαι καὶ ὅτι οὐ μάτην ὁ προφήτης ἀπεφήνατο τὸ ῥητὸν τῇ τοῦ ζῴου παραβολῇ χρησάμεν

 [56] οὗτος οὖν ἐπισυνάξας πρὸς ἑαυτὸν τὸν πάντοτε ἀπειθῆ θεῷ λαὸν γεγενημένον, ἄρχεται παρακαλούμενος ὑπ' αὐτῶν διώκειν τοὺς ἁγίους ὡς ἐχθροὺς καὶ ἀντ

 [57] ”κριτὴν” μὲν οὖν „ἀδικίας„ τὸν μήτε ”τὸν θεὸν φοβούμενον μήτε ἄνθρωπον ἐντρεπόμενον” ἀδιστάκτως τὸν ἀντίχριστον λέγει, ὃς υἱὸς ὢν τοῦ διαβόλου κα

 [58] καὶ Μωσῆς δὲ ὁμοίως προγινώσκων ὅτι μελλήσει ὁ λαὸς ἀπωθεῖσθαι καὶ ἀποβάλλεσθαι τὸν ἀληθῆ ”τοῦ κόσμου σωτῆρα”, συναίρεσθαι δὲ τῇ πλάνῃ ἐπίγειον β

 [59] ἀλλ' ἡμεῖς οἵτινες ἐλπίζοντες εἰς τὸν υἱὸν τοῦ θεοῦ διωκόμεθα καταπατούμενοι ὑπὸ τῶν ἀπίστων καὶ πονηρῶν ἀνθρώπων. „πλοίων γὰρ πτέρυγές„ εἰσιν αἱ

 [60] περὶ μὲν οὖν τοῦ διωγμοῦ καὶ τῆς θλίψεως τῆς γινομένης ἐπὶ τὴν ἐκκλησίαν ὑπὸ τοῦ ἀντικειμένου καὶ Ἰωάννης φησίν: ”καὶ εἶδον σημεῖον μέγα καὶ θαυμ

 [61] τὴν μὲν οὖν ”γυναῖκα τὴν περιβεβλημένην τὸν ἥλιον” σαφέστατα τὴν ἐκκλησίαν ἐδήλωσεν, ἐνδεδυμένην τὸν λόγον τὸν πατρῷον ὑπὲρ ἥλιον λάμποντα: „σελή

 [62] λέγει δὲ καὶ ὁ κύριος: „ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρ

 [63] ὁ δὲ μακάριος Παῦλος ὁ ἀπόστολος γράφων πρὸς Θεσσαλονικεῖς φησιν: „ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κα

 [64] τούτων οὖν ἐσομένων, ἀγαπητέ, καὶ τῆς μιᾶς ἑβδομάδος εἰς δύο μερισθείσης καὶ τοῦ „βδελύγματος τῆς ἐρημώσεως„ τότε ἀναφανέντος, καὶ τῶν δύο προφητ

 [65] Περὶ μὲν οὖν τῆς ἀναστάσεως καὶ τῆς βασιλείας τῶν ἁγίων λέγει Δανιήλ: ”καὶ πολλοὶ τῶν ἐν γῇ χώματος ἀναστήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτ

 [66] Παῦλος δὲ ὁ ἀπόστολος περὶ τῆς ἀναστάσεως τῶν δικαίων πρὸς Θεσσαλονικεῖς γράφων φησίν: ”οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένω

 [67] Ταῦτά σοι διὰ βραχέων ἐξ ἀγάπης τῆς πρὸς τὸν κύριον ἀρυσάμενος ἐξ ἁγίων γραφῶν ὡς εὐόδμων, καὶ πλέξας στέφανον ἐπουράνιον προσφέρω σοί, ἀγαπητέ μ

49. By the beast, then, coming up out of the earth, he means the kingdom of Antichrist; and by the two horns he means him and the false prophet after him.109    The text is simply καὶ τὸν μετ᾽ αὐτόν = the false prophet after him. Gudius and Combefisius propose as above, καὶ αὐτόν τε καὶ τὸν μετ᾽ αὐτόν, or μετ᾽ αὐτοῦ = him and the false prophet with him. And in speaking of “the horns being like a lamb,” he means that he will make himself like the Son of God, and set himself forward as king. And the terms, “he spake like a dragon,” mean that he is a deceiver, and not truthful. And the words, “he exercised all the power of the first beast before him, and caused the earth and them which dwell therein to worship the first beast, whose deadly wound was healed,” signify that, after the manner of the law of Augustus, by whom the empire of Rome was established, he too will rule and govern, sanctioning everything by it, and taking greater glory to himself. For this is the fourth beast, whose head was wounded and healed again, in its being broken up or even dishonoured, and partitioned into four crowns; and he then (Antichrist) shall with knavish skill heal it, as it were, and restore it. For this is what is meant by the prophet when he says, “He will give life unto the image, and the image of the beast will speak.” For he will act with vigour again, and prove strong by reason of the laws established by him; and he will cause all those who will not worship the image of the beast to be put to death. Here the faith and the patience of the saints will appear, for he says: “And he will cause all, both small and great, rich and poor, free and bond, to receive a mark in their right hand or in their forehead; that no man might buy or sell, save he that had the mark, the name of the beast, or the number of his name.” For, being full of guile, and exalting himself against the servants of God, with the wish to afflict them and persecute them out of the world, because they give not glory to him, he will order incense-pans110    πυρεῖα = censers, incense-pans, or sacrificial tripods. This offering of incense was a test very commonly proposed by the pagans to those whose religion they suspected. to be set up by all everywhere, that no man among the saints may be able to buy or sell without first sacrificing; for this is what is meant by the mark received upon the right hand. And the word—“in their forehead”—indicates that all are crowned, and put on a crown of fire, and not of life, but of death. For in this wise, too, did Antiochus Epiphanes the king of Syria, the descendant of Alexander of Macedon, devise measures against the Jews. He, too, in the exaltation of his heart, issued a decree in those times, that “all should set up shrines before their doors, and sacrifice, and that they should march in procession to the honour of Dionysus, waving chaplets of ivy;” and that those who refused obedience should be put to death by strangulation and torture. But he also met his due recompense at the hand of the Lord, the righteous Judge and all-searching God; for he died eaten up of worms. And if one desires to inquire into that more accurately, he will find it recorded in the books of the Maccabees.111    [Not referred to as Scripture, but as authentic history.]

[49] τὸ μὲν οὖν ”θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς γῆς” τὴν βασιλείαν τὴν τοῦ ἀντιχρίστου ἐσομένην λέγει, τὰ δὲ δύο κέρατα αὐτὸν καὶ τὸν μετ' αὐτοῦ ψευδοπροφήτην. τὸ δὲ εἰπεῖν „τὰ δύο κέρατα αὐτοῦ ὅμοια ἀρνίῳ„, ὅτι ἐξομοιοῦσθαι θέλει τῷ υἱῷ τοῦ θεοῦ, καὶ αὐτὸς ἑαυτὸν βασιλέα ἐπιδεικνύων. τὸ δὲ εἰπεῖν ”ἐλάλει ὡς δράκων”, ὅτι πλάνος ἐστὶ καὶ οὐκ ἀληθής. τὸ δὲ „καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ἐποίει καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας, ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ„ τοῦτο σημαίνει, ὅτι κατὰ τὸν Αὐγούστου νόμον, ἀφ' οὗ καὶ ἡ βασιλεία Ῥωμαίων συνέστη, οὕτω καὶ αὐτὸς κελεύσει καὶ διατάξει, κυρῶν ἅπαντα, διὰ τούτου δόξαν ἑαυτῷ πλείονα περιποιούμενος. τοῦτο γάρ ἐστι τὸ θηρίον τὸ τέταρτον, οὗ ἐπλήγη ἡ κεφαλὴ καὶ πάλιν ἐθεραπεύθη διὰ τὸ καταλυθῆναι αὐτὴν καὶ ἀτιμασθῆναι καὶ εἰς δέκα διαδήματα ἀναλυθῆναι, ὥστε πανοῦργος ὢν ὡς περιθεραπεύσειν αὐτὴν καὶ ἀνανεώσειν. τοῦτο γάρ ἐστι τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου, ὅτι ”δώσει πνεῦμα τῇ εἰκόνι καὶ λαλήσει ἡ εἰκὼν τοῦ θηρίου”: ἐνεργήσει γὰρ καὶ ἰσχύσει πάλιν διὰ τῶν ὑπ' αὐτοῦ ὁριζομένων νόμων, καὶ ποιήσει ὅσοι ἂν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. „ὧδε ἡ πίστις καὶ ἡ ὑπομονὴ τῶν ἁγίων„ φανήσεται. φησὶ γὰρ ”καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχοὺς καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δῶσιν αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἢ ἐπὶ τὸ μέτωπον, ἵνα μή τις δύναται ἀγοράσαι μήτε πωλῆσαι εἰ μὴ ὁ ἔχων τὸ χάραγμα ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.” δόλιος γὰρ ὢν καὶ ἐπαιρόμενος κατὰ τῶν δούλων τοῦ θεοῦ, βουλόμενος ἐκθλίβειν καὶ ἐκδιώκειν αὐτοὺς ἐκ τοῦ κόσμου διὰ τὸ μὴ διδόναι αὐτοὺς αὐτῷ δόξαν, κελεύει πάντας πανταχοῦ θυμιατήρια τιθέναι, ἵνα μή τις δύνηται τῶν ἁγίων μήτε ἀγοράσαι μήτε πωλῆσαι, ἐὰν μὴ πρῶτον ἐπιθύσῃ. τοῦτο γάρ ἐστι „τὸ χάραγμα τὸ ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς„ διδόμενον. τὸ δὲ ”ἐπὶ τὸ μέτωπον” εἰπεῖν, ἵνα πάντες ὦσιν ἐστεφανωμένοι, πύρινον καὶ οὐ ζωῆς ἀλλὰ θανάτου στέφανον μεθ' ἑαυτῶν περιφέροντες. οὕτω γὰρ ἐτεχνάσατο κατὰ τῶν Ἰουδαίων καὶ Ἀντίοχος ὁ Ἐπιφανὴς ὁ τῆς Συρίας γενόμενος βασιλεύς, ὢν ἐκ γένους Ἀλεξάνδρου τοῦ Μακεδόνος. καὶ γὰρ αὐτὸς τοῖς τότε καιροῖς ἐπαρθεὶς τῇ καρδίᾳ ἔγραψε ψήφισμα βωμοὺς πρὸ τῶν θυρῶν τιθέντας ἅπαντας ἐπιθύειν, καὶ κισσοὺς ἐστεφανωμένους πομπεύειν τῷ Διονύσῳ, τοὺς δὲ μὴ βουλομένους ὑποτάσσεσθαι, τούτους μετὰ σπλαγχνισμῶν καὶ ἑτασμῶν καὶ βασάνων ἀναιρεῖσθαι. ἀλλὰ καὶ αὐτὸς τὴν ἀνταξίαν παρὰ τοῦ κυρίου καὶ δικαιοκρίτου καὶ παντεπόπτου θεοῦ ἔλαβεν, ὁμοίως βάσανον: γενόμενος γὰρ σκωληκόβρωτος μετήλλαξε τὸν βίον. καὶ ταῦτα μὲν εἴ τις βούλοιτο λεπτομερῶς ἐνιστορῆσαι, σεσήμανται ἐν τοῖς μακκαβαίοις.