ΩΡΙΓΕΝΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΦΡΙΚΑΝΟΝ. Ὠριγένης Ἀφρικανῷ ἀγαπητῷ ἀδελφῷ ἐν Θεῷ Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἁγίου παιδὸς αὐτοῦ εὖ πράττειν. Ἡ μὲν σὴ ἐπιστο

 Καὶ πρῶτόν γε ἔφασκες, ὅτι ἡνίκα διελεγόμην τῷ ἑταίρῳ ἡμῶν Βάσσῳ, καὶ συνεχρώμην τῇ τοῦ Δανιὴλ νεωτέρου προφητεύσαντος περὶ τῶν κατὰ τὴν Σωσάνναν Γραφ

 γ. Καὶ ἐν ἄλλοις δὲ πολλοῖς ἁγίοις βιβλίοις εὕρομεν, πὴ μὲν πλείονα παρ' ἡμῖν κείμενα ἢ παρ' Ἑβραίοις, πὴ δὲ λείποντα. Παραδείγματος δὲ ἕνεκεν, ἐπεὶ μ

 Πάλιν τε αὖ πλεῖστά τε ὅσα διὰ μέσου ὅλου τοῦ Ἰὼβ παρ' Ἑβραίοις μὲν κεῖται, παρ' ἡμῖν δὲ οὐχί: καὶ πολλάκις μὲν ἔπη τέσσαρα ἢ τρία, ἔσθ' ὅτε δὲ καὶ δε

 Πρὸς ταῦτα δὲ σκόπει, εἰ μὴ καλὸν μεμνῆσθαι τοῦ: »Οὐ μεταθήσεις ὅρια αἰώνια, ἃ ἔστησαν οἱ πρότεροί σου « Καὶ ταῦτα δὲ φημὶ οὐχὶ ὄκνῳ τοῦ ἐρευνᾷν καὶ τ

 Ἴδωμεν δὲ καὶ ἃ προσφέρεις τῷ λόγῳ ἐγκλήματα. Καὶ πρῶτόν γε ἀρξώμεθα ἀπὸ τοῦ δυνηθέντος ἂν δυσωπῆσαι πρὸς τὸ μὴ παραδέξασθαι τὴν ἱστορίαν: ὅπερ ἐστὶ τ

 Μέμνημαι μέν τοί γε φιλομαθεῖ Ἑβραίῳ, καὶ χρηματίζοντι παρ' αὐτοῖς σοφοῦ υἱῷ, ἀνατραφέντι ἐπὶ τὸ διαδέξασθαι τὸν πατέρα, συμμίξας περὶ πλειόνων: ἀφ' ο

 Καὶ ἕτερον δὲ οἶδα Ἑβραῖον, περὶ τῶν πρεσβυτέρων τούτων τοιαύτας παραδόσεις φέροντα, ὅτι τοῖς ἐν τῇ αἰχμαλωσίᾳ ἐλπίζουσιν διὰ τῆς Χριστοῦ ἐπιδημίας ἐλ

 Ἀλλ' εἰκὸς πρὸς ταῦτά σε ζητήσειν τί δήποτε οὐ φέρεται παρ' αὐτοῖς ἐν τῷ Δανιὴλ ἡ ἱστορία, εἰ, ὡς φῂς, τοιαῦτα περὶ αὐτῆς οἱ σοφοὶ αὐτῶν παραδιδόασι.

 Πρὸς τούτοις ἔφασκες, ὅτι ὁ Δανιὴλ ὑπὸ μὲν τῆς Γραφῆς ταύτης λέγεται Πνεύματι ληφθεὶς ἐκβεβοηκέναι, ὡς ἀδίκως ἡ ἀπόφασις ἔχοι, ἡ δὲ φερομένη ὁμολογουμ

 Τά γε μὴν ἄλλα σου ἐπαπορήματα ἐδόκει μοι ἀσεμνότερον εἰρῆσθαι, καὶ οὐκ ἔχεσθαι τῆς πρεπούσης σοι εὐλαβείας: οὐ χεῖρον δὲ θεῖναι τὸ αὐταῖς λέξεσιν ὑπὸ

 Καὶ τοῦτο δὲ μικροῦ δεῖν ἔλαθέ με, ἀναγκαῖον παρατεθῆναι περὶ τοῦ πρῖνον_πρίσειν καὶ σχῖνον_ σχίσειν: ὅτι καὶ ἐν ταῖς ἡμετέραις Γραφαῖς κεῖνταί τινες

 Πρὸς τούτοις ἐπαπορεῖς αὐταῖς λέξεσι: «Πῶς αἰχμάλωτοι ὄντες ἐν τῇ Βαβυλῶνι, ἠστραγαλωμένοι, καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι, ὡς ἐν τῇ προτέρᾳ

 Ἀλλὰ φῄς: »Πῶς περὶ θανάτου ἔκρινον ἐν αἰχμαλωσίᾳ τυγχάνοντες « οὐκ οἶδα πόθεν ἀμφιβάλλων τὸ βασιλέως εἶναι γυναῖκα, διὰ τὴν ὁμωνυμίαν τοῦ Ἰωακεὶμ, τὴ

 Εὗρόν σου ἐν τῇ ἐπιστολῇ καὶ τοῦτο αὐταῖς λέξεσι τό: »Ἐπὶ δὲ πᾶσι, τοσούτων προωδοιπορηκότων προφητῶν, τῶν τε ἑξῆς οὐδεὶς ἕτερος ἑτέρου κέχρηται ῥητῷ

 Πρὸς τούτοις ἔφασκες καὶ τὸν τῆς φράσεως χαρακτῆρα διαλλάσσειν: ὅπερ ἐμοὶ οὐ πάνυ τι ἐφάνη. Καὶ ταῦτα μὲν ἀπελογησάμην: ἦν δ' ἂν προηγουμένως μετὰ τὰ

12.  I had nearly forgotten an additional remark I have to make about the prino-prisein and schino-schisein difficulty; that is, that in our Scriptures there are many etymological fancies, so to call them, which in the Hebrew are perfectly suitable, but not in the Greek.  It need not surprise us, then, if the translators of the History of Susanna contrived it so that they found out some Greek words, derived from the same root, which either corresponded exactly to the Hebrew form (though this I hardly think possible), or presented some analogy to it.  Here is an instance of this in our Scripture.  When the woman was made by God from the rib of the man, Adam says, “She shall be called woman, because she was taken out of her husband.”  Now the Jews say that the woman was called “Essa,” and that “taken” is a translation of this word as is evident from “chos isouoth essa,” which means, “I have taken the cup of salvation;”26    Ps. cxvi. 13. and that “is” means “man,” as we see from “Hesre aïs,” which is, “Blessed is the man.”27    Ps. i. 1.  According to the Jews, then, “is” is “man,” and “essa,” “woman,” because she was taken out of her husband (is).  It need not then surprise us if some interpreters of the Hebrew “Susanna,” which had been concealed among them at a very remote date, and had been preserved only by the more learned and honest, should have either given the Hebrew word for word, or hit upon some analogy to the Hebrew forms, that the Greeks might be able to follow them.  For in many other passages we can find traces of this kind of contrivance on the part of the translators, which I noticed when I was collating the various editions.

Καὶ τοῦτο δὲ μικροῦ δεῖν ἔλαθέ με, ἀναγκαῖον παρατεθῆναι περὶ τοῦ πρῖνον_πρίσειν καὶ σχῖνον_ σχίσειν: ὅτι καὶ ἐν ταῖς ἡμετέραις Γραφαῖς κεῖνταί τινες οἱονεὶ ἐτυμολογίαι αἵτινες παρὰ μὲν Ἑβραίοις οἰκείως ἔχουσι, παρὰ δὲ ἡμῖν οὐχ ὁμοίως. Οὐδὲν οὖν θαυμαστὸν, ᾠκονομηκέναι τοὺς ἑρμηνεύσαντας τὰ περὶ τὴν Σωσάνναν ἀνευρεῖν ἤτοι σύμφωνον τῷ Ἑβραϊκῷ, οὐ γὰρ πείθομαι, ἢ ἀνάλογον τῷ συμφωνοῦντι τῷ Ἑβραϊκῷ ὄνομά τι παρώνυμον. Πῶς δὲ ἐν τῇ ἡμετέρᾳ Γραφῇ κεῖται τὸ τοιοῦτον, παραστήσομεν. Φησὶν ὁ Ἀδὰμ ἐπὶ τῇ γυναικὶ οἰκοδομηθείσῃ ὑπὸ τοῦ Θεοῦ ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρός: «Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη.» Φασὶ δὲ οἱ Ἑβραῖοι «ἐσσὰ» μὲν καλεῖσθαι τὴν γυναῖκα: δηλοῦσθαι δὲ ἀπὸ τῆς λέξεως τὸ «ἔλαβον,» ὡς δῆλον ἐκ τοῦ: «Χῶς ἰσουὼθ ἐσσά,» ὅπερ ἑρμηνεύεται: «Ποτήριον σωτηρίου λήψομαι:» «ἴς» δὲ τὸν ἄνδρα, ὡς φανερὸν ἐκ τοῦ: «Ἐσρὴ ἀΐς,» ὅπερ ἐστί: «Μακάριος ἀνήρ.» Κατὰ μὲν οὖν Ἑβραίους ἲς καὶ ἐσσὰ ἀνδρὸς, ὅτι ἀπὸ ἲς ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Οὐδὲν οὖν θαυμαστὸν ἑρμηνεύσαντάς τινας τὸ περὶ Σωσάννης Ἑβραϊκὸν, ἐν ἀποῤῥήτοις, ὡς εἰκὸς, πάλαι παρ' αὐτοῖς κείμενον, καὶ παρὰ τοῖς φιλομαθεστέροις καὶ φιλαληθεστέροις σωζόμενον, ἤτοι κυρίως ἐκδεδωκέναι τὰ τῆς λέξεως, ἢ εὑρηκέναι τὸ ἀνάλογον τοῖς κατὰ τὸ Ἑβραϊκὸν παρωνύμοις, ἵνα δυνηθῶμεν οἱ Ἕλληνες αὐτοῖς παρακολουθῆσαι. Καὶ γὰρ ἐπ' ἄλλων πολλῶν ἔστιν εὑρεῖν οἰκονομικῶς τινα ὑπὸ τῶν ἑρμηνευσάντων ἐκδεδομένα: ἅπερ ἡμεῖς τετηρήκαμεν συνεξετάζοντες πάσας τὰς ἐκδόσεις ἀλλήλαις.