ΤOΥ AΥΤOΥ ΠEΡI AΝAΣΤAΣEΩΣ ΝEΚΡΩΝ

 τατον ὅτι ταῦτα πάσχουσιν οὐδ' ἡντιναοῦν ἔχοντες ἐκ τῶν πραγμάτων ἀπιστίας ἀφορμὴν οὐδ' αἰτίαν εὑρίσκοντες εἰπεῖν εὔλογον, δι' ἣν ἀπιστοῦσιν ἢ διαπορο

 Τὸ ἀδύνατόν τινι γινώσκεται κατ' ἀλήθειαν τοιοῦτον ἢ ἐκ τοῦ μὴ γινώσκειν τὸ γενησόμενον ἢ ἐκ τοῦ δύναμιν ἀρκοῦσαν μὴ ἔχειν πρὸς τὸ ποιῆσαι καλῶς τὸ ἐγ

 Καὶ μὴν καὶ τὴν δύναμιν ὡς ἔστιν ἀρκοῦσα πρὸς τὴν τῶν σωμάτων ἀνάστασιν, δείκνυσιν ἡ τούτων αὐτῶν γένεσις. εἰ γὰρ μὴ ὄντα κατὰ τὴν πρώτην σύστασιν ἐπο

 Oὗτοι δέ γέ φασιν πολλὰ μὲν σώματα τῶν ἐν ναυαγίοις ἢ ποταμοῖς δυσθανάτων ἰχθύσιν γενέσθαι τροφήν, πολλὰ δὲ τῶν ἐν πολέμοις θνῃσκόντων ἢ κατ' ἄλλην τι

 Ἐμοὶ δὲ δοκοῦσιν οἱ τοιοῦτοι πρῶτον μὲν τὴν τοῦ δημιουργήσαντος καὶ διοικοῦντος τόδε τὸ πᾶν ἀγνοεῖν δύναμίν τε καὶ σοφίαν, ἑκάστου ζῴου φύσει καὶ γένε

 Πολλῆς οὖν οὔσης ἐν πᾶσι τοῖς ζῴοις τῆς φυσικῆς διαφορᾶς καὶ αὐτῆς γε τῆς κατὰ φύσιν τροφῆς ἑκάστῳ γένει ζῴων καὶ τῷ τρεφομένῳ σώματι συνεξαλλαττομένη

 Ὅλως δὲ κἂν συγχωρήσῃ τις τὴν ἐκ τούτων εἰσιοῦσαν τροφὴν (προσειρήσθω δὲ τοῦτο συνηθέστερον), καίπερ οὖσαν παρὰ φύσιν, διακρίνεσθαι καὶ μεταβάλλειν εἰ

 Καὶ τί δεῖ λέγειν περὶ τῶν μηδενὶ ζῴῳ πρὸς τροφὴν ἀποκληρωθέντων σωμάτων μόνην δὲ τὴν εἰς γῆν ταφὴν ἐπὶ τιμῇ τῆς φύσεως μεμοιραμένων, ὅπου γε μηδ' ἄλλ

 Πολλῶν δὲ ὄντων τῶν εἰς τὴν προκειμένην ἐξέτασιν χρησιμωτέρων, παραιτοῦμαι δὴ νῦν τοὺς καταφεύγοντας ἐπὶ τὰ τῶν ἀνθρώπων ἔργα καὶ τοὺς τούτων δημιουργ

 Τὸ γὰρ ἀβούλητον ἢ ὡς ἄδικον αὐτῷ ἐστιν ἀβούλητον ἢ ὡς ἀνάξιον. καὶ πάλιν τὸ ἄδικον ἢ περὶ αὐτὸν θεωρεῖται τὸν ἀναστησόμενον ἢ περὶ ἄλλον τινὰ παρ' αὐ

 Eἰ δὲ διὰ τῶν κατὰ φύσιν πρώτων καὶ τῶν τούτοις ἑπομένων δέδεικται τῶν ἐξητασμένων ἕκαστον, εὔδηλον ὅτι καὶ δυνατὸν καὶ βουλητὸν καὶ ἄξιον τοῦ δημιουρ

 Ἔστι δὲ ὁ μὲν ἀπὸ τῆς αἰτίας λόγος, ἐὰν ἐπισκοπῶμεν πότερον ἁπλῶς καὶ μάτην γέγονεν ἄνθρωπος ἢ τινὸς ἕνεκεν· εἰ δὲ τινὸς ἕνεκεν, πότερον ἐπὶ τῷ γενόμε

 Ἐπὶ δὲ τούτοις τεθαρρηκότες οὐ μεῖον ἢ τοῖς ἤδη γενομένοις καὶ τὴν ἑαυτῶν ἐπισκοποῦντες φύσιν, τήν τε μετ' ἐνδείας καὶ φθορᾶς ζωὴν στέργομεν ὡς τῷ παρ

 Ἡ τῶν τῆς ἀληθείας δογμάτων ἢ τῶν ὁπωσοῦν εἰς ἐξέτασιν προβαλλομένων ἀπόδειξις τὴν ἀπλανῆ τοῖς λεγομένοις ἐπιφέρουσα πίστιν οὐκ ἔξωθέν ποθεν ἔχει τὴν

 Ἀρκούσης δὲ καὶ μόνης τῆς ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων θεωρουμένης αἰτίας δεῖξαι τὴν ἀνάστασιν κατὰ φυσικὴν ἀκολουθίαν ἑπομένην τοῖς διαλυθεῖσι σώμασιν

 Ξενιζέσθω δὲ μηδεὶς εἰ τὴν θανάτῳ καὶ φθορᾷ διακοπτομένην ζωὴν ὀνομάζομεν διαμονήν, λογιζόμενος ὡς οὐχ εἷς τοῦ προσρήματος ὁ λόγος, οὐχ ἓν τῆς διαμονῆ

 αὕτη γὰρ τῶν ἀνθρώπων ἡ φύσις ἄνωθεν καὶ κατὰ γνώμην τοῦ ποιήσαντος συγκεκληρωμένην ἔχουσα τὴν ἀνωμαλίαν, ἀνώμαλον ἔχει τὴν ζωὴν καὶ τὴν διαμονὴν, ποτ

 Τῶν πρῴην ἡμῖν εἰς ἐξέτασιν προτεθέντων λόγων καὶ τὴν ἀνάστασιν πιστουμένων πάντες μέν εἰσιν ὁμογενεῖς, ὡς ἐκ τῆς αὐτῆς φύντες ἀρχῆς· ἀρχὴ γὰρ αὐτοῖς

 Πρὸς μὲν οὖν τοὺς ὁμολογοῦντας τὴν πρόνοιαν καὶ τὰς αὐτὰς ἡμῖν παραδεξαμένους ἀρχάς, εἶτα τῶν οἰκείων ὑποθέσεων οὐκ οἶδ' ὅπως ἐκπίπτοντας, τοιούτοις χ

 Ἤτοι γὰρ παντελής ἐστι σβέσις τῆς ζωῆς ὁ θάνατος συνδιαλυομένης τῷ σώματι τῆς ψυχῆς καὶ συνδιαφθειρομένης, ἢ μένει μὲν ἡ ψυχὴ καθ' ἑαυτὴν ἄλυτος ἀσκέδ

 Κατορθωμάτων τε γὰρ τιμωμένων, ἀδικηθήσεται τὸ σῶμα σαφῶς ἐκ τοῦ κοινωνῆσαι μὲν τῇ ψυχῇ τῶν ἐπὶ τοῖς σπουδαζομένοις πόνων, μὴ κοινωνῆσαι δὲ τῆς ἐπὶ το

 Πρὸς δὲ τοῖς εἰρημένοις πῶς οὐκ ἄτοπον τὴν μὲν ἀρετὴν καὶ τὴν κακίαν μηδὲ νοηθῆναι δύνασθαι χωρὶς ἐπὶ τῆς ψυχῆς (ἀνθρώπου γὰρ ἀρετὰς εἶναι γινώσκομεν

 Καὶ μὴν κἀκεῖνο πάντων παραλογώτατον, τὸ τοὺς μὲν θεσπισθέντας νόμους ἐπ' ἀνθρώπους φέρειν, τῶν δὲ νομίμως ἢ παρανόμως πεπραγμένων τὴν δίκην ἐπὶ μόνας

 Ἐξητασμένων δὲ ποσῶς τῶν προτεθέντων ὑπόλοιπον ἂν εἴη καὶ τὸν ἀπὸ τοῦ τέλους διασκέψασθαι λόγον, ἤδη μὲν τοῖς εἰρημένοις ἐμφαινόμενον, τοσαύτης δὲ μόν

 οὐ μὴν οὐδὲ μακαριότης ψυχῆς κεχωρισμένης σώματος· οὐδὲ γὰρ τὴν θατέρου τούτων ἐξ ὧν συνέστηκεν ἄνθρωπος ἐσκοποῦμεν ζωὴν ἢ τέλος, ἀλλὰ τοῦ συνεστῶτος

Chapter XXV.—Argument Continued and Concluded.

Nor again is it the happiness of soul separated from body: for we are not inquiring about the life or final cause of either of the parts of which man consists, but of the being who is composed of both; for such is every man who has a share in this present existence, and there must be some appropriate end proposed for this life. But if it is the end of both parts together, and this can be discovered neither while they are still living in the present state of existence through the numerous causes already mentioned, nor yet when the soul is in a state of separation, because the man cannot be said to exist when the body is dissolved, and indeed entirely scattered abroad, even though the soul continue by itself—it is absolutely necessary that the end of a man’s being should appear in some reconstitution of the two together, and of the same living being. And as this follows of necessity, there must by all means be a resurrection of the bodies which are dead, or even entirely dissolved, and the same men must be formed anew, since the law of nature ordains the end not absolutely, nor as the end of any men whatsoever, but of the same men who passed through the previous life; but it is impossible for the same men to be reconstituted unless the same bodies are restored to the same souls. But that the same soul should obtain the same body is impossible in any other way, and possible only by the resurrection; for if this takes place, an end befitting the nature of men follows also. And we shall make no mistake in saying, that the final cause of an intelligent life and rational judgment, is to be occupied uninterruptedly with those objects to which the natural reason is chiefly and primarily adapted, and to delight unceasingly in the contemplation of Him who is, and of His decrees, notwithstanding that the majority of men, because they are affected too passionately and too violently by things below, pass through life without attaining this object. For the large number of those who fail of the end that belongs to them does not make void the common lot, since the examination relates to individuals, and the reward or punishment of lives ill or well spent is proportioned to the merit of each.

οὐ μὴν οὐδὲ μακαριότης ψυχῆς κεχωρισμένης σώματος· οὐδὲ γὰρ τὴν θατέρου τούτων ἐξ ὧν συνέστηκεν ἄνθρωπος ἐσκοποῦμεν ζωὴν ἢ τέλος, ἀλλὰ τοῦ συνεστῶτος ἐξ ἀμφοῖν· τοιοῦτος γὰρ πᾶς ὁ τόνδε τὸν βίον λαχὼν ἄνθρωπος καὶ δεῖ τῆς τούτου ζωῆς εἶναί τι τέλος οἰκεῖον. εἰ δὲ τοῦ συναμφοτέρου τὸ τέλος, τοῦτο δὲ οὔτε ζώντων αὐτῶν ἔτι κατὰ τόνδε τὸν βίον εὑρεθῆναι δυνατὸν διὰ τὰς πολλάκις ἤδη ·ηθείσας αἰτίας οὔτε μὴν ἐν χωρισμῷ τυγχανούσης τῆς ψυχῆς, τῷ μηδὲ συνεστάναι τὸν τοιοῦτον ἄνθρωπον διαλυθέντος ἢ καὶ πάντῃ σκεδασθέντος τοῦ σώματος κἂν ἡ ψυχὴ διαμένῃ καθ' ἑαυτήν, ἀνάγκη πᾶσα κατ' ἄλλην τινὰ τοῦ συναμφοτέρου καὶ τοῦ αὐτοῦ ζῴου σύστασιν τὸ τῶν ἀνθρώπων φανῆναι τέλος. τούτου δ' ἐξ ἀνάγκης ἑπομένου, δεῖ πάντως γενέσθαι τῶν νεκρωθέντων ἢ καὶ πάντῃ διαλυθέντων σωμάτων ἀνάστασιν καὶ τοὺς αὐτοὺς ἀνθρώπους συστῆναι πάλιν· ἐπειδή γε τὸ μὲν τέλος οὐχ ἁπλῶς οὐδὲ τῶν ἐπιτυχόντων ἀνθρώπων ὁ τῆς φύσεως τίθεται νόμος, ἀλλ' αὐτῶν ἐκείνων τῶν κατὰ τὴν προλαβοῦσαν ζωὴν βεβιωκότων, τοὺς δ' αὐτοὺς ἀνθρώπους συστῆναι πάλιν ἀμήχανον, μὴ τῶν αὐτῶν σωμάτων ταῖς αὐταῖς ψυχαῖς ἀποδοθέντων. τὸ δ' αὐτὸ σῶμα τὴν αὐτὴν ψυχὴν ἀπολαβεῖν ἄλλως μὲν ἀδύνατον, κατὰ μόνην δὲ τὴν ἀνάστασιν δυνατόν· ταύτης γὰρ γενομένης καὶ τὸ τῇ φύσει τῶν ἀνθρώπων πρόσφορον ἐπακολουθεῖ τέλος. τέλος δὲ ζωῆς ἔμφρονος καὶ λογικῆς κρίσεως οὐκ ἂν ἁμάρτοι τις εἰπὼν τὸ τούτοις ἀπερισπάστως συνδιαιωνίζειν οἷς μάλιστα καὶ πρώτως ὁ φυσικὸς συνήρμοσται λόγος, τῇ τε θεωρίᾳ τοῦ δόντος καὶ τῶν ἐκείνῳ δεδογμένων ἀπαύστως ἐπαγάλλεσθαι· κἂν οἱ πολλοὶ τῶν ἀνθρώπων ἐμπαθέστερον καὶ σφοδρότερον τοῖς τῇδε προσπεπονθότες ἄστοχοι τούτου διατελῶσιν. οὐ γὰρ ἀκυροῖ τὴν κοινὴν ἀποκλήρωσιν τὸ πλῆθος τῶν ἀποπιπτόντων τοῦ προσήκοντος αὐτοῖς τέλους, ἰδιαζούσης τῆς ἐπὶ τούτοις ἐξετάσεως καὶ τῆς ἑκάστῳ συμμετρουμένης ὑπὲρ τῶν εὖ ἢ κακῶς βεβιωμένων τιμῆς ἢ δίκης.