ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ πρὸς τὸν ἐν ἁγίοις Ἀμφιλόχιον ἐπίσκοπον Ἰκονίου.   

 [1] Ἐπῄνεσα τὸ φιλομαθές σου καὶ φιλόπονον τοῦ τρόπου, καὶ ἥσθην γε ὑπερφυῶς τῷ ἐπιστατικῷ καὶ νηφαλίῳ τῆς διανοίας, δι' ἣν οὐδεμίαν ἀδιερεύνητον οἴει

 [2] Εἰ δὲ τῷ «ἀνοήτῳ ἐπερωτήσαντι σοφία λογισθήσεται», τὸν συνετὸν ἀκροατήν, τὸν ὑπὸ τοῦ προφήτου «τῷ θαυμαστῷ συμβούλῳ» παραζευχθέντα, πόσου ἄξιον λο

 [3] Προσευχομένῳ μοι πρῴην μετὰ τοῦ λαοῦ, καὶ ἀμφοτέρως τὴν δοξολογίαν ἀποπληροῦντι τῷ Θεῷ καὶ Πατρί, νῦν μὲν μετὰ τοῦ Υἱοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ, ν

  ΚΕΦΑΛΑΙΟΝ Βʹ   Ποίαν ἔσχεν ἀρχὴν ἡ περὶ τὰς συλλαβὰς τῶν αἱρετικῶν παρατήρησις. 

 [4] Ἡ περὶ τὰς συλλαβὰς καὶ τὰς λέξεις τῶν ἀνδρῶν τούτων μικρολογία οὐχ ἁπλῆ τίς ἐστιν, ὡς ἄν τῳ δόξαι, οὐδὲ εἰς μικρὸν τοῦ κακοῦ φέρουσα, ἀλλὰ βαθεῖα

  ΚΕΦΑΛΑΙΟΝ Γʹ   Ὅτι ἐκ τῆς ἔξωθεν σοφίας ἡ περὶ τῶν συλλαβῶν τεχνολογία. 

 [5] Ὑπηγάγετο μέντοι αὐτοὺς πρὸς τὴν ἀπάτην ταύτην καὶ ἡ τῶν ἔξωθεν παρατήρησις, οἳ τὸ ἐξ οὗ καὶ τὸ δι' οὗ κεχωρισμένοις κατὰ τὴν φύσιν πράγμασι προσδ

  ΚΕΦΑΛΑΙΟΝ Δʹ   Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις. 

 [6] Ἡμεῖς δὲ κεχρῆσθαι μὲν πολλαχοῦ ταῖς φωναῖς ταύταις καὶ τὸν τῆς ἀληθείας λόγον ὁμολογοῦμεν: οὐ μὴν τήν γε τοῦ Πνεύματος ἐλευθερίαν δουλεύειν πάντω

  ΚΕΦΑΛΑΙΟΝ Εʹ   Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι' οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος. 

 [7] Τὰ μὲν δὴ ἐκείνων, τοιαῦτα: ἡμεῖς δὲ δείξομεν ὃ προεθέμεθα, ὅτι οὔτε ὁ Πατὴρ τὸ ἐξ οὗ λαβὼν τῷ Υἱῷ προσέρριψε τὸ δι' οὗ, οὔτε ὁ Υἱὸς πάλιν τὸ Πνεῦ

 [8] Εἰ δὲ πρὸς ταύτην ἡμῶν τὴν ἐκδοχὴν ἐνίστανται, τίς αὐτοὺς ἐξαιρήσεται λόγος τοῦ μὴ οὐχὶ φανερῶς ἑαυτοῖς περιπίπτειν Εἰ γὰρ μὴ ἐπὶ τοῦ Κυρίου δώσο

 [9] Γράφων ὁ ἀπόστολος πρὸς Ἐφεσίους, φησίν: «Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συνα

 [10] Ὅτι δὲ τὴν δι' οὗ φωνὴν ὁμοίως ἐπί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ Γραφὴ παραδέχεται, ἤδη δεικτέον. Ἐπὶ μὲν δὴ τοῦ Υἱοῦ παρέλκον ἂν εἴη

 [11] Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῆς ἐν συλλαβῆς εἰπεῖν ἔχομεν, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν χρῆσιν αὐτῆς ἡ Γραφὴ παραδέδεκται, ὡς ἐπὶ μὲν Παλαιᾶ

 [12] Οὐ μόνον δὲ ἐπὶ τῆς θεολογίας αἱ χρήσεις τῶν φωνῶν ἐπαλλάττονται, ἀλλ' ἤδη καὶ πρὸς τὰ ὑπ' ἀλλήλων σημαινόμενα πολλάκις ἀντιμεθίστανται, ὅταν ἑτέ

  ΚΕΦΑΛΑΙΟΝ Ϛʹ   Ἀπάντησις πρὸς τοὺς ἀποφαινομένους, μὴ μετὰ Πατρὸς εἶναι τὸν Υἱόν, ἀλλὰ μετὰ τὸν Πατέρα, ἐν ᾧ τὰ περὶ τῆς ὁμοτίμου δόξης. 

 [13] Καὶ μὴν οὐδὲ πρὸς τὴν ἐξ ἀγνοίας συγγνώμην δυνατὸν αὐτοὺς καταφυγεῖν, οὕτω τεχνικῶς καὶ κακοήθως τὸν λόγον ὑπολαμβάνοντας. Οἵγε προδήλως ἡμῖν χαλ

 [14] Ἡμεῖς δὲ ἐκεῖνο πρῶτον αὐτοὺς ἐρωτήσωμεν, τὸ μετὰ τὸν Πατέρα πῶς τὸν Υἱὸν λέγουσιν ὡς χρόνῳ νεώτερον, ἢ ὡς τάξει, ἢ ὡς ἀξίᾳ Ἀλλὰ χρόνῳ μέν, οὐδ

 [15] Εἰ δ' ὡς ἐν τόπῳ ὑποκειμένῳ ὑπόβασίν τινα τοῦ Υἱοῦ νοοῦσι πρὸς τὸν Πατέρα, ὥστε ὑπεράνω μὲν τὸν Πατέρα καθῆσθαι, πρὸς δὲ τὸ ἐφεξῆς εἰς τὸ κάτω τὸ

  ΚΕΦΑΛΑΙΟΝ Ζʹ   Πρὸς τοὺς λέγοντας μὴ ἁρμόζειν ἐπὶ Υἱοῦ λέγεσθαι τὸ μεθ' οὗ, ἀλλὰ τὸ δι' οὗ. 

 [16] Ἀλλὰ τὸ μετ' αὐτοῦ λέγειν, φασίν, ἀπεξενωμένον παντελῶς καὶ ἀσύνηθες: τὸ δὲ δι' αὐτοῦ, τῷ τε λόγῳ τῆς Γραφῆς οἰκειότατον, καὶ ἐν τῇ χρήσει τῆς ἀδ

  ΚΕΦΑΛΑΙΟΝ Ηʹ   Ποσαχῶς τὸ δι' οὗ, καὶ ἐπὶ ποίας ἐννοίας ἁρμοδιώτερον τὸ μεθ' οὗ: ἐν ᾧ καὶ ἐξήγησις, πῶς ἐντολὴν λαμβάνει ὁ Υἱὸς καὶ πῶς ἀποστέλλεται.

 [17] Ὅταν οὖν ὁ ἀπόστολος εὐχαριστῇ «τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ», καὶ πάλιν δι' αὐτοῦ λέγῃ τὴν χάριν εἰληφέναι «καὶ τὴν ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν

 [18] Δι' αὐτοῦ γὰρ πᾶσα βοήθεια τῶν ψυχῶν, καὶ καθ' ἕκαστον εἶδος ἐπιμελείας ἰδιάζουσά τις προσηγορία ἐπινενόηται. Ὅταν μὲν γὰρ τὴν ἄμωμον ψυχήν, τὴν

 [19] Ὁποία δὲ πάλιν καὶ ἡ παρὰ τοῦ Πατρὸς εἰς ἡμᾶς δι' αὐτοῦ χορηγία τῶν ἀγαθῶν, ἑξῆς ἂν εἴη λέγειν. Ὅτι πάσης τῆς φύσεως, τῆς ἐν τῇ κτίσει, τῇ τε ὁρω

 [20] Ὅταν οὖν λέγῃ: «Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα», καὶ πάλιν: «Καθὼς εἴρηκέ μοι ὁ Πατήρ, οὕτω λαλῶ», καί: «Ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ

 [21] «Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα», οὐ τὸν χαρακτῆρα, οὐδὲ τὴν μορφήν: καθαρὰ γὰρ συνθέσεως ἡ θεία φύσις: ἀλλὰ τὸ ἀγαθὸν τοῦ θελήματος, ὅπερ σύνδ

  ΚΕΦΑΛΑΙΟΝ Θʹ   Ἀφοριστικαὶ ἔννοιαι περὶ τοῦ Πνεύματος τῇ τῶν Γραφῶν ἀκολουθοῦσαι διδασκαλίᾳ. 

 [22] Ἤδη δὲ καὶ περὶ τοῦ Πνεύματος τὰς κοινὰς ἡμῶν ἐννοίας ὁποῖαί τινές εἰσιν ἐξετάσωμεν, τάς τε ἐκ τῶν Γραφῶν περὶ αὐτοῦ συναχθείσας ἡμῖν καὶ ἃς ἐκ τ

 [23] Οἰκείωσις δὲ Πνεύματος πρὸς ψυχὴν οὐχ ὁ διὰ τόπου προσεγγισμὸς_πῶς γὰρ ἂν πλησιάσαι τῷ ἀσωμάτῳ σωματικῶς _ἀλλ' ὁ χωρισμὸς τῶν παθῶν, ἅπερ ἀπὸ τῆ

  ΚΕΦΑΛΑΙΟΝ Ιʹ   Πρὸς τοὺς λέγοντας μὴ χρῆναι συντάσσειν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. 

 [24] Οὐ χρή, φασί, Πατρὶ καὶ Υἱῷ συντετάχθαι τὸ ἅγιον Πνεῦμα, διά τε τὸ τῆς φύσεως ἀλλότριον καὶ τὸ τῆς ἀξίας καταδεές. Πρὸς οὓς δίκαιον τὴν τῶν ἀποστ

 [25] Ἀλλ' ἡ μὲν παρασκευὴ τοῦ καθ' ἡμῶν πολέμου ἐξήρτυται καὶ πᾶσα διάνοια πρὸς ἡμᾶς τέταται, καὶ γλῶσσαι βλασφήμων ὧδε τοξεύουσι σφοδρότερον βάλλουσα

 [26] Χριστιανοὶ πόθεν ἡμεῖς Διὰ τῆς πίστεως, πᾶς τις ἂν εἴποι. Σῳζόμεθα δὲ τίνα τρόπον Ἀναγεννηθέντες δηλονότι διὰ τῆς ἐν τῷ βαπτίσματι χάριτος. Πόθ

  ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ   Ὅτι παραβάται οἱ τὸ Πνεῦμα ἀρνούμενοι. 

 [27] Τίνι οὐαί τίνι θλῖψις τίνι ἀπορία καὶ σκότος τίνι αἰωνία κατάκρισις Οὐ τοῖς παραβάταις οὐ τοῖς τὴν πίστιν ἀρνησαμένοις Τίς δὲ τῆς ἀρνήσεως

  ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ   Πρὸς τοὺς λέγοντας ἐξαρκεῖν καὶ μόνον τὸ εἰς τὸν Κύριον βάπτισμα. 

 [28] Καὶ μηδένα παρακρουέσθω τὸ τοῦ ἀποστόλου, ὡς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, ἐπὶ τῆς τοῦ βαπτίσματος μνήμης πολλάκις παραλιμπάνοντος

  ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ   Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν. 

 [29] Ἀλλὰ καὶ ἕτερα, φησί, συναριθμούμενα Πατρὶ καὶ Υἱῷ, οὐχὶ καὶ συνδοξάζεται πάντως. Ὡς ὁ ἀπόστολος ἀγγέλους συμπαρελάβετο, εἰς τὴν διαμαρτυρίαν τὴν

 [30] Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ λόγου τινὰ διακονίαν πεπιστευμένοι, οὐδένα χρόνον διαμαρτυρόμενοι παύονται, ἀλλὰ καὶ τὸν οὐρανὸν κα

  ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ   Ἔνστασις, ὅτι καὶ εἰς Μωϋσῆν τινες ἐβαπτίσθησαν, καὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ πρὸς ταύτην ἀπάντησις, ἐν οἷς καὶ τὰ περὶ τύπων. 

 [31] Ἀλλ' οὐδὲ εἰ βαπτιζόμεθα, φησίν, εἰς αὐτό, οὐδ' οὕτω δίκαιον μετὰ Θεοῦ τετάχθαι. Καὶ γὰρ «καὶ εἰς τὸν Μωϋσῆν τινες ἐβαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ

 [32] Τί οὖν ἐπειδὴ τυπικῶς εἰς Μωϋσῆν ἐβαπτίσθησαν, διὰ τοῦτο μικρὰ ἡ τοῦ βαπτίσματος χάρις Οὕτω μὲν οὖν οὐδ' ἂν ἄλλο τι μέγα εἴη τῶν ἡμετέρων, εἴπε

 [33] Ἀλλὰ καὶ ἡ εἰς τὸν Μωϋσέα πίστις οὐ τὴν εἰς τὸ Πνεῦμα πίστιν ὀλίγου τινὸς ἀξίαν δείκνυσιν: ἀλλὰ κατὰ τὸν τούτων λόγον, μᾶλλον τὴν εἰς τὸν Θεὸν τῶ

  ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ   Ἀπάντησις πρὸς ἀνθυποφορὰν ὅτι καὶ εἰς ὕδωρ βαπτιζόμεθα: ἐν ᾧ καὶ τὰ περὶ βαπτίσματος. 

 [34] Τί οὖν πρὸς τούτοις ἔτι Πολλῶν γὰρ διαλύσεων εὐποροῦσιν. Καὶ εἰς ὕδωρ, φασί, βαπτιζόμεθα, καὶ οὐ δήπου τὸ ὕδωρ πάσης ὁμοῦ τῆς κτίσεως προτιμήσομ

 [35] Ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν περὶ τὸν ἄνθρωπον οἰκονομία ἀνάκλησίς ἐστιν ἀπὸ τῆς ἐκπτώσεως, καὶ ἐπάνοδος εἰς οἰκείωσιν Θεοῦ ἀπὸ τῆς διὰ τὴν παρακο

 [36] Διὰ Πνεύματος ἁγίου ἡ εἰς παράδεισον ἀποκατάστασις: ἡ εἰς βασιλείαν οὐρανῶν ἄνοδος: ἡ εἰς υἱοθεσίαν ἐπάνοδος: ἡ παρρησία τοῦ καλεῖν ἑαυτῶν Πατέρα

  ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ   Ὅτι ἀχώριστον ἐπὶ πάσης ἐννοίας, Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, ἐπί τε τῆς τῶν νοητῶν δημιουργίας καὶ ἐπὶ τῆς τῶν ἀνθρώπων οἰκονομί

 [37] Ἐπὶ οὖν τὸ ἐξ ἀρχῆς ἐπανίωμεν, ὅπως ἐν πᾶσιν ἀχώριστόν ἐστι καὶ ἀδιάστατον παντελῶς Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα. Ἐν τῷ περὶ τοῦ χαρίσματος τῶ

 [38] Μάθοις δ' ἂν τὴν πρὸς Πατέρα καὶ Υἱὸν τοῦ Πνεύματος κοινωνίαν καὶ ἐκ τῶν δημιουργημάτων τῶν ἐξ ἀρχῆς. Αἱ γὰρ καθαραὶ καὶ νοεραὶ καὶ ὑπερκόσμιοι δ

 [39] Τὰς δὲ περὶ τὸν ἄνθρωπον οἰκονομίας, τὰς ὑπὸ «τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ» κατὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ γενομένας, τίς ἀντερεῖ

 [40] Εὕροι δὲ ἄν τις ἀκριβῶς λογιζόμενος, καὶ ἐπὶ τοῦ καιροῦ τῆς προσδοκωμένης ἐπιφανείας τῆς ἐξ οὐρανῶν τοῦ Κυρίου, μὴ ἀσυντελὲς τὸ Πνεῦμα τὸ ἅγιον,

  ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ   Πρὸς τοὺς λέγοντας μὴ συναριθμεῖσθαι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, ἀλλ' ὑπαριθμεῖσθαι: ἐν ᾧ καὶ περὶ τῆς εὐσεβοῦς συναριθμήσεως κεφα

 [41] Τὴν δὲ ὑπαρίθμησιν ὃ καὶ λέγουσι, καὶ κατὰ τίνος σημαινομένου τὴν φωνὴν ταύτην ἄγουσιν, οὐδὲ ἐπινοῆσαι ῥᾴδιον. Ὅτι μὲν γὰρ ἐκ τῆς τοῦ κόσμου σοφί

 [42] Τί γὰρ λέγουσιν Ὁρᾶτε αὐτῶν τῆς ἀλαζονείας τὰ ῥήματα. Ἡμεῖς τοῖς μὲν ὁμοτίμοις φαμὲν τὴν συναρίθμησιν πρέπειν: τοῖς δὲ πρὸς τὸ χεῖρον παρηλλαγμέ

 [43] Καὶ τὸν Υἱὸν ὑπαριθμεῖσθαι τῷ Πατρὶ λέγετε, καὶ τὸ Πνεῦμα τῷ Υἱῷ, ἢ τῷ Πνεύματι μόνῳ τὴν ὑπαρίθμησιν ἀφορίζετε Εἰ μὲν γὰρ καὶ τὸν Υἱὸν ὑπαριθμεῖ

  ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ   Πῶς ἐν τῇ ὁμολογίᾳ τῶν τριῶν ὑποστάσεων τὸ εὐσεβὲς τῆς μοναρχίας δόγμα διατηροῦμεν, ἐν ᾧ καὶ ὁ κατὰ τῶν τὸ Πνεῦμα ὑπαριθμεῖσθαι φασκό

 [44] Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα παραδιδοὺς ὁ Κύριος, οὐ μετὰ τοῦ ἀριθμοῦ συνεξέδωκεν. Οὐ γὰρ εἶπεν ὅτι εἰς πρῶτον καὶ δεύτερον καὶ τρίτον: οὐδὲ

 [45] Οὐ γὰρ κατὰ σύνθεσιν ἀριθμοῦμεν, ἀφ' ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξησιν, ἓν καὶ δύο καὶ τρία λέγοντες, οὐδὲ πρῶτον καὶ δεύτερον καὶ τρίτον

 [46] Καὶ οὐκ ἐντεῦθεν μόνον τῆς κατὰ τὴν φύσιν κοινωνίας αἱ ἀποδείξεις, ἀλλ' ὅτι καὶ ἐκ τοῦ Θεοῦ εἶναι λέγεται: οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, ἀλλ' ὡς ἐ

 [47] Ἐπειδὴ δὲ διὰ δυνάμεως φωτιστικῆς τῷ κάλλει τῆς τοῦ Θεοῦ τοῦ ἀοράτου εἰκόνος ἐνατενίζομεν, καὶ δι' αὐτῆς ἀναγόμεθα ἐπὶ τὸ ὑπέρκαλον τοῦ ἀρχετύπου

  ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ   Πρὸς τοὺς λέγοντας μὴ εἶναι δοξαστὸν τὸ Πνεῦμα. 

 [48] Ἔστω ταῦτα, φησίν, ἀλλ' οὐχὶ καὶ δόξα πάντως ὀφειλομένη ἐστὶ τῷ Πνεύματι, ὥστε δοξολογίαις ἀνυψοῦσθαι παρ' ἡμῶν. Πόθεν ἂν οὖν τῆς ὑπερεχούσης πάν

 [49] Αἱ δὲ ἐνέργειαι τίνες Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς μὲν γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα τίνες ἦσαν αὐτοῦ

 [50] Ἀλλὰ «καὶ ἐντυγχάνει, φησίν, ὑπὲρ ἡμῶν». Ὥστε ὅσον ἱκέτης τοῦ εὐεργέτου λείπεται, τοσοῦτον τὸ Πνεῦμα κατὰ τὴν ἀξίαν ἀποπέπτωκε τοῦ Θεοῦ. Σὺ δὲ οὔ

  ΚΕΦΑΛΑΙΟΝ Κʹ   Πρὸς τοὺς λέγοντας μήτε ἐν δουλικῇ τάξει μήτε ἐν δεσποτικῇ εἶναι τὸ Πνεῦμα, ἀλλ' ἐν τῇ τῶν ἐλευθέρων. 

 [51] Οὔτε δοῦλόν φησιν, οὔτε δεσπότην, ἀλλ' ἐλεύθερον. Ὢ τῆς δεινῆς ἀναλγησίας, ὢ τῆς ἐλεεινῆς ἀφοβίας τῶν ταῦτα λεγόντων. Τί πλέον αὐτῶν ὀδύρωμαι τὸ

  ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ   Μαρτυρίαι ἐκ τῶν Γραφῶν τοῦ κυριολογεῖσθαι τὸ Πνεῦμα. 

 [52] Καὶ τί δεῖ ἐκ τῶν ταπεινῶν ἀπομαχομένους, αἰσχρῶς τὴν νίκην κατακτᾶσθαι τῷ λόγῳ, ἐξὸν τῇ παραθέσει τῶν σεμνοτέρων ἀναντίρρητον τὴν ὑπερβολὴν τῆς

  ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ   Σύστασις τῆς κατὰ τὴν φύσιν κοινωνίας τοῦ Πνεύματος, ἐκ τοῦ ὁμοίως εἶναι Πατρὶ καὶ Υἱῷ πρὸς θεωρίαν δυσέφικτον. 

 [53] Οὐ μόνον δὲ ἐξ ὧν τὰς αὐτὰς προσηγορίας ἔχει καὶ κοινωνόν ἐστι τῶν ἐνεργειῶν Πατρὶ καὶ Υἱῷ, τὸ ὑπερέχον αὐτοῦ τῆς φύσεως γνώριμον, ἀλλὰ καὶ ἐξ ὧν

  ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ   Ὅτι δοξολογία Πνεύματός ἐστιν ἡ τῶν προσόντων αὐτῷ ἀπαρίθμησις. 

 [54] Τῶν μὲν οὖν ἄλλων ἑκάστη δυνάμεων ἐν περιγραπτῷ τόπῳ τυγχάνειν πεπίστευται. Ὁ γὰρ τῷ Κορνηλίῳ ἐπιστὰς ἄγγελος, οὐκ ἦν ἐν ταὐτῷ καὶ παρὰ τῷ Φιλίππ

  ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ   Ἔλεγχος τῆς ἀτοπίας τῶν μὴ δοξαζόντων τὸ Πνεῦμα ἐκ τῆς πρὸς τὰ ἐν τῇ κτίσει δοξαστὰ παραθέσεως. 

 [55] Εἶτα «δόξῃ μὲν καὶ τιμῇ ἐστεφάνωται» ὁ κοινὸς ἄνθρωπος, καὶ «δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ποιοῦντι τὸ ἀγαθὸν» ἐν ἐπαγγελίαις ἀπόκειται. Ἔστι

 [56] Σκεψώμεθα οὖν τὰ καθέκαστον. Φύσει ἐστὶν ἀγαθόν, ὡς ἀγαθὸς ὁ Πατὴρ καὶ ἀγαθὸς ὁ Υἱός. Ἡ κτίσις δὲ ἐν τῇ ἐκλογῇ τοῦ ἀγαθοῦ μέτοχός ἐστι τῆς ἀγαθότ

 [57] Ἐν ἡμῖν, φησί, τὸ Πνεῦμα ὡς δῶρόν ἐστι παρὰ τοῦ Θεοῦ. Οὐ δήπου δὲ τὸ δῶρον ταῖς ἴσαις τιμαῖς τῷ δεδωκότι σεμνύνεται. Δῶρον μὲν οὖν Θεοῦ τὸ Πνεῦμα

  ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ   Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν. 

 [58] Πῶς οὖν, φησίν, ἡ Γραφὴ οὐδαμοῦ συνδοξαζόμενον Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα παρέδωκεν, ἀλλὰ πεφυλαγμένως ἐξέκλινε τὸ ‘σὺν τῷ Πνεύματι’ εἰπεῖν πανταχο

 [59] Ἡμεῖς γὰρ ἀμφοτέρας ἐν τῇ τῶν πιστῶν χρήσει καταλαμβάνοντες τὰς ῥήσεις, ἀμφοτέραις κεχρήμεθα: τὴν μὲν δόξαν τῷ Πνεύματι ὁμοίως ἀφ' ἑκατέρας πληρο

 [60] Πρὸς δὲ τὴν ἐν συλλαβὴν ἐκεῖνο μάλιστα τὸ διάφορον ἔχει, ὅτι ἡ μὲν σὺν τὴν πρὸς ἀλλήλους συνάφειαν τῶν κοινωνούντων παρίστησιν, οἷον τῶν συμπλεόν

  ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ   Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται. 

 [61] Ἐμοὶ τοίνυν σκοπουμένῳ δοκεῖ, ἁπλῆς καὶ συντόμου τῆς ἐκφωνήσεως οὔσης, πολλὰ καὶ ποικίλα εἶναι τὰ δι' αὐτῆς σημαινόμενα. Ὁσαχῶς γὰρ λέγεται τὸ ἐν

 [62] Ὃ δὲ παράδοξον μὲν εἰπεῖν, ἀληθὲς δὲ οὐδενὸς ἔλαττον, ὅτι καὶ ὡς χώρα τῶν ἁγιαζομένων πολλάκις τὸ Πνεῦμα λέγεται. Καὶ φανήσεται οὐδὲ οὗτος ὁ τρόπ

 [63] Ἐν μὲν οὖν τοῖς γεννητοῖς οὕτω πολυμερῶς καὶ πολυτρόπως ἐνεῖναι λέγεται τὸ Πνεῦμα: Πατρὶ δὲ καὶ Υἱῷ οὐχὶ ἐνεῖναι μᾶλλον, ἀλλὰ συνεῖναι εἰπεῖν εὐσ

 [64] Δεύτερος δὲ νοῦς, οὐδὲ αὐτὸς ἀπόβλητος: ὅτι ὥσπερ ἐν τῷ Υἱῷ ὁρᾶται ὁ Πατήρ, οὕτως ὁ Υἱὸς ἐν τῷ Πνεύματι. Ἡ τοίνυν ἐν τῷ Πνεύματι προσκύνησις, τὴν

  ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ   Πόθεν ἡ σὺν ἤρξατο συλλαβὴ καὶ ποίαν δύναμιν ἔχει, ἐν ᾧ καὶ τὰ περὶ τῶν ἀγράφων τῆς Ἐκκλησίας νομίμων. 

 [65] Τίνος οὖν ἕνεκεν, φασίν, ἰδίως προσηκούσης τῷ Πνεύματι τῆς ἐν συλλαβῆς, καὶ εἰς πᾶσαν ἡμῖν τὴν περὶ αὐτοῦ ἔννοιαν ἐξαρκούσης, τὴν καινὴν ταύτην ὑ

 [66] Τῶν ἐν τῇ Ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων, τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέ

 [67] Ἐπιλείψει με ἡ ἡμέρα, τὰ ἄγραφα τῆς Ἐκκλησίας μυστήρια διηγούμενον. Ἐῶ τἄλλα: αὐτὴν δὲ τὴν ὁμολογίαν τῆς πίστεως εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πν

 [68] Εἴρηται μὲν οὖν τίς ἡ δύναμις ἑκατέρας τῆς ἐκφωνήσεως. Εἰρήσεται δὲ καὶ πάλιν, ὅπη τε συμφωνοῦσιν ἀλλήλαις καὶ ὅπη διίστανται: οὐκ ἀπομαχόμεναι π

  ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ   Ὅτι ἃ περὶ τῶν ἀνθρώπων λέγει ἡ Γραφὴ ὡς συμβασιλευόντων Χριστῷ, ταῦτα περὶ τοῦ Πνεύματος οὐ συγχωροῦσιν οἱ ἀντιλέγοντες. 

 [69] Ἴδωμεν δὲ καὶ εἴ τινα ἀπολογίαν τοῖς πατράσιν ἡμῶν τῆς χρήσεως ταύτης ἐπινοήσομεν. Οἱ γὰρ τὴν ἀρχὴν παρασχόντες τῷ λόγῳ, μᾶλλον ἡμῶν ὑπόκεινται τ

 [70] Αἰσχύνομαι ἐπαγαγεῖν τὰ λειπόμενα, ὅτι σὺ μὲν συνδοξασθήσεσθαι Χριστῷ προσδοκᾷς_«εἴπερ γὰρ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν»_, τὸ δὲ Πνεῦμα τῆς

  ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ   Ἀπαρίθμησις τῶν ἐν τῇ Ἐκκλησίᾳ διαφανῶν, ὅσοι ἐχρήσαντο ἐν τοῖς συγγράμμασιν ἑαυτῶν τῇ φωνῇ σύν. 

 [71] Πρός γε μὴν τὸ ἀμάρτυρον καὶ ἄγραφον εἶναι τὴν σὺν τῷ Πνεύματι δοξολογίαν, ἐκεῖνο λέγομεν: ὅτι εἰ μὲν μηδὲν ἕτερον ἄγραφον, μηδὲ τοῦτο παραδεχθήτ

 [72] Εἰρηναῖος ἐκεῖνος, καὶ Κλήμης ὁ Ῥωμαῖος, καὶ Διονύσιος ὁ Ῥωμαῖος, καὶ ὁ Ἀλεξανδρεὺς Διονύσιος, ὃ καὶ παράδοξον ἀκοῦσαι, ἐν τῇ δευτέρᾳ πρὸς τὸν ὁμ

 [73] Ἤδη δὲ καὶ Ὠριγένην ἐν πολλαῖς τῶν εἰς τοὺς ψαλμοὺς διαλέξεων εὕρομεν, σὺν τῷ ἁγίῳ Πνεύματι τὴν δόξαν ἀποδιδόντα, ἄνδρα οὐδὲ πάνυ τι ὑγιεῖς περὶ

 [74] Γρηγόριον δὲ τὸν μέγαν καὶ τὰς ἐκείνου φωνὰς ποῦ θήσομεν ἆρ' οὐχὶ μετὰ τῶν ἀποστόλων καὶ προφητῶν ἄνδρα τῷ αὐτῷ πνεύματι ἐκείνοις περιπατήσαντα

 [75] Πῶς οὖν καινοτόμος ἐγώ, καὶ νεωτέρων ῥημάτων δημιουργός, ἔθνη ὅλα καὶ πόλεις, καὶ ἔθος πάσης μνήμης ἀνθρωπίνης πρεσβύτερον, καὶ ἄνδρας στύλους τῆ

  ΚΕΦΑΛΑΙΟΝ Λʹ   Διήγησις τῆς παρούσης τῶν ἐκκλησιῶν καταστάσεως. 

 [76] Τίνι οὖν ὁμοιώσομεν τὴν παροῦσαν κατάστασιν Ἦ που ὁμοία ἐστὶ πολέμῳ τινὶ ναυτικῷ, ὃν ἐκ παλαιῶν προσκρουσμάτων, πολὺν κατ' ἀλλήλων τὸν θυμὸν θρέ

 [77] Μετάβα δή μοι ἀπὸ τῆς εἰκόνος ἐπ' αὐτὸ τοῦ κακοῦ τὸ ἀρχέτυπον. Οὐχὶ πάλαι μέν πως ἐδόκει τὸ Ἀρειανὸν σχίσμα εἰς ἀντίπαλον μοῖραν ἀποκριθὲν τῇ Ἐκκ

 [78] Διὰ ταῦτα λυσιτελεστέραν τοῦ λόγου τὴν σιωπὴν ἐτιθέμην, ὡς οὐ δυναμένης φωνῆς ἀνθρώπου διὰ τοσούτων θορύβων εἰσακουσθῆναι. Εἰ γὰρ ἀληθῆ τὰ τοῦ Ἐκ

 [79] Τούτων μὲν οὖν πάντων ἕνεκεν σιωπᾶν ἔδει, ἀλλ' ἀνθεῖλκε γὰρ ἑτέρωθεν ἡ ἀγάπη, οὐ ζητοῦσα τὸ ἑαυτῆς, καὶ νικᾶν ἀξιοῦσα πᾶσαν καιρῶν καὶ πραγμάτων

49. And His operations, what are they? For majesty ineffable, and for numbers innumerable. How shall we form a conception of what extends beyond the ages? What were His operations before that creation whereof we can conceive? How great the grace which He conferred on creation? What the power exercised by Him over the ages to come? He existed; He pre-existed; He co-existed with the Father and the Son before the ages. It follows that, even if you can conceive of anything beyond the ages, you will find the Spirit yet further above and beyond. And if you think of the creation, the powers of the heavens were established by the Spirit,  16  cf. Ps. xxxiii. 6. the establishment being understood to refer to disability to fall away from good. For it is from the Spirit that the powers derive their close relationship to God, their inability to change to evil, and their continuance in blessedness. Is it Christ’s advent? The Spirit is forerunner. Is there the incarnate presence? The Spirit is inseparable. Working of miracles, and gifts of healing are through the Holy Spirit. Demons were driven out by the Spirit of God. The devil was brought to naught by the presence of the Spirit. Remission of sins was by the gift of the Spirit, for “ye were washed, ye were sanctified,…in the name of the Lord Jesus Christ, and in the holy Spirit of our God.”  17  1 Cor. vi. 11, R.V. There is close relationship with God through the Spirit, for “God hath sent forth the Spirit of His Son into your hearts, crying Abba, Father.”  18  Gal. iv. 6. The resurrection from the dead is effected by the operation of the Spirit, for “Thou sendest forth thy spirit, they are created; and Thou renewest the face of the earth.”  19  Ps. civ. 30. If here creation may be taken to mean the bringing of the departed to life again, how mighty is not the operation of the Spirit, Who is to us the dispenser of the life that follows on the resurrection, and attunes our souls to the spiritual life beyond? Or if here by creation is meant the change to a better condition of those who in this life have fallen into sin, (for it is so understood according to the usage of Scripture, as in the words of Paul “if any man be in Christ he is a new creature”  20  2 Cor. v. 17. ), the renewal which takes place in this life, and the transmutation from our earthly and sensuous life to the heavenly conversation which takes place in us through the Spirit, then our souls are exalted to the highest pitch of admiration. With these thoughts before us are we to be afraid of going beyond due bounds in the extravagance of the honour we pay? Shall we not rather fear lest, even though we seem to give Him the highest names which the thoughts of man can conceive or man’s tongue utter, we let our thoughts about Him fall too low?

It is the Spirit which says, as the Lord says, “Get thee down, and go with them, doubting nothing: for I have sent them.”  21  Acts x. 20. Are these the words of an inferior, or of one in dread? “Separate me Barnabas and Saul for the work whereunto I have called them.”  22  Acts xiii. 2. Does a slave speak thus? And Isaiah, “The Lord God and His Spirit hath sent me,”  23  Isa. xlviii. 16. Mr. C. F. Johnston remarks: “In Isaiah xlviii. 16 St. Didymus, as translated by St. Jerome, gives Spiritum suum. The Targum has the same. St. Ambrose writes: ‘Quis est qui dicit; misit me Dominus Deus et Spiritus Ejus; nisi Qui venit a Patre, ut salvos faceret peccatores? Quem ut audis, et Spiritus misit; ne cum legis quia Filius Spiritum mittit, inferioris esse Spiritum crederes potestatis,’ (De Sp. S. iii. 1, § 7.) The passage is quoted by St. Athanasius, St. Basil, St. Cyril Hieros., and, as far as the editor is aware, without any comment which would help to determine their way of understanding the case of τὸ πνεῦμα; but Origen, on the words ‘Whosoever shall humble himself as this little child’ (Comm. in Evang., Matt. xiii. 18) says,—quoting the original, which may be rendered, “‘humbling himself as this little child is imitating the Holy Spirit, who humbled Himself for men’s salvation. That the Saviour and the Holy Ghost were sent by the Father for the salvation of men is made plain by Isaiah saying, in the person of the Saviour, ‘the Lord sent me, and His Spirit.’ It must be observed, however, that the phrase is ambiguous, for either God sent and the Holy Ghost also sent, the Saviour; or, as I understand, the Father sent both, the Saviour and the Holy Ghost.’” The Vulgate and Beza both render “Spiritus.” The order of the Hebrew is in favour of the nominative, as in the Vulgate and lxx. cf. Note A on Chap. xlviii. of Isaiah in the Speaker’s Commentary. and “the Spirit came down from the Lord and guided them.”  24  Is. lxii. 14, LXX. And pray do not again understand by this guidance some humble service, for the Word witnesses that it was the work of God;—“Thou leddest thy people,” it is said “like a flock,”  25  Ps. lxxvii. 20. and “Thou that leadest Joseph like a flock,”  26  Ps. lxxx. 1. and “He led them on safely, so that they feared not.”  27  Ps. lxxviii. 53. Thus when you hear that when the Comforter is come, He will put you in remembrance, and “guide you into all truth,”  28  John xvi. 13. cf. xiv. 26. do not misrepresent the meaning.

16 cf. Ps. xxxiii. 6.
17 1 Cor. vi. 11, R.V.
18 Gal. iv. 6.
19 Ps. civ. 30.
20 2 Cor. v. 17.
21 Acts x. 20.
22 Acts xiii. 2.
23 Isa. xlviii. 16. Mr. C. F. Johnston remarks: “In Isaiah xlviii. 16 St. Didymus, as translated by St. Jerome, gives Spiritum suum. The Targum has the same. St. Ambrose writes: ‘Quis est qui dicit; misit me Dominus Deus et Spiritus Ejus; nisi Qui venit a Patre, ut salvos faceret peccatores? Quem ut audis, et Spiritus misit; ne cum legis quia Filius Spiritum mittit, inferioris esse Spiritum crederes potestatis,’ (De Sp. S. iii. 1, § 7.) The passage is quoted by St. Athanasius, St. Basil, St. Cyril Hieros., and, as far as the editor is aware, without any comment which would help to determine their way of understanding the case of τὸ πνεῦμα; but Origen, on the words ‘Whosoever shall humble himself as this little child’ (Comm. in Evang., Matt. xiii. 18) says,—quoting the original, which may be rendered, “‘humbling himself as this little child is imitating the Holy Spirit, who humbled Himself for men’s salvation. That the Saviour and the Holy Ghost were sent by the Father for the salvation of men is made plain by Isaiah saying, in the person of the Saviour, ‘the Lord sent me, and His Spirit.’ It must be observed, however, that the phrase is ambiguous, for either God sent and the Holy Ghost also sent, the Saviour; or, as I understand, the Father sent both, the Saviour and the Holy Ghost.’” The Vulgate and Beza both render “Spiritus.” The order of the Hebrew is in favour of the nominative, as in the Vulgate and lxx. cf. Note A on Chap. xlviii. of Isaiah in the Speaker’s Commentary.
24 Is. lxii. 14, LXX.
25 Ps. lxxvii. 20.
26 Ps. lxxx. 1.
27 Ps. lxxviii. 53.
28 John xvi. 13. cf. xiv. 26.

[49] Αἱ δὲ ἐνέργειαι τίνες; Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς μὲν γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα; τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως αἱ ἐνέργειαι; πόσαι δ' ἀπ' αὐτοῦ περὶ τὴν κτίσιν χάριτες; τίς δὲ ἡ πρὸς τοὺς αἰῶνας τοὺς ἐπερχομένους δύναμις; Ἦν μὲν γὰρ καὶ προῆν, καὶ συμπαρῆν τῷ Πατρὶ καὶ τῷ Υἱῷ πρὸ τῶν αἰώνων. Ὥστε κἄν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα, τοῦτο εὑρήσεις τοῦ Πνεύματος κατωτέρω. Ἐάν τε τὴν κτίσιν ἐνθυμηθῇς, ἐστερεώθησαν αἱ τῶν οὐρανῶν δυνάμεις παρὰ τοῦ Πνεύματος: τῆς στερεώσεως δηλονότι ἐπὶ τὸ δυσμετάπτωτον τῆς ἀπὸ τῶν ἀγαθῶν ἕξεως νοουμένης. Ἡ γὰρ πρὸς Θεὸν οἰκείωσις, καὶ τὸ πρὸς κακίαν ἄτρεπτον, καὶ τὸ ἐν μακαριότητι διαρκὲς, παρὰ τοῦ Πνεύματος ταῖς δυνάμεσι. Χριστοῦ ἐπιδημία: καὶ τὸ Πνεῦμα προτρέχει. Ἔνσαρκος παρουσία: καὶ τὸ Πνεῦμα ἀχώριστον. Ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων, διὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Δαίμονες ἀπηλαύνοντο ἐν τῷ Πνεύματι τοῦ Θεοῦ. Διάβολος κατηργεῖτο συμπαρόντος τοῦ Πνεύματος. Ἁμαρτιῶν ἀπολύτρωσις ἐν τῇ χάριτι τοῦ Πνεύματος. «Ἀπελούσασθε γὰρ καὶ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ.» Οἰκείωσις πρὸς Θεόν, διὰ τοῦ Πνεύματος. «Ἐξαπέστειλε γὰρ ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κρᾶζον: Ἀββᾶ ὁ Πατήρ.» Ἡ ἐκ νεκρῶν ἐξανάστασις, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος. «Ἐξαποστελεῖς γὰρ τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Εἴτε τὴν κτίσιν τις ἐκλαμβάνοι ἐπὶ τῆς τῶν διαλυθέντων ἀναβιώσεως, πῶς οὐ μεγάλη τοῦ Πνεύματος ἡ ἐνέργεια, τοῦ οἰκονομοῦντος ἡμῖν τὸν ἐξ ἀναστάσεως βίον, καὶ πρὸς τὴν πνευματικὴν ἐκείνην ζωὴν τὰς ψυχὰς ἡμῶν μεταρρυθμίζοντος; Εἴτε λέγοιτο κτίσις ἡ ἐνταῦθα τῶν ἐξ ἁμαρτίας διαπεπτωκότων ἐπὶ τὸ βέλτιον μετακόσμησις _λέγεται γὰρ καὶ οὕτω κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, ὡς ὅταν Παῦλος λέγῃ: «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις»_, καὶ ὁ ἐνταῦθα τοίνυν ἀνακαινισμός, καὶ ἡ ἀπὸ τῆς γηΐνης καὶ ἐμπαθοῦς ζωῆς ἐπὶ τὴν οὐράνιον πολιτείαν μεταβολή, διὰ τοῦ Πνεύματος ἡμῖν γινομένη, ἐπὶ πᾶσαν ὑπερβολὴν θαύματος τὰς ψυχὰς ἡμῶν ἀνάγει. Ἐπὶ τούτοις πότερον φοβηθῶμεν μὴ τὴν ἀξίαν ὑπερβῶμεν ταῖς ὑπερβολαῖς τῶν τιμῶν; ἢ τὸ ἐναντίον, μὴ εἰς ταπεινότητα καταγάγωμεν τὴν περὶ αὐτοῦ ἔννοιαν, κἂν τὰ μέγιστα δόξωμεν ἐπ' αὐτῷ τῶν ἐξ ἀνθρωπίνης διανοίας καὶ γλώττης προφερομένων φθέγγεσθαι; Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τάδε λέγει Κύριος: «Κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος, διότι ἐγὼ αὐτοὺς ἀπέσταλκα.» Μὴ ταπεινοῦ ταῦτα καὶ κατεπτηχότος τὰ ῥήματα; «Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.» Μὴ δοῦλος οὕτω φθέγγεται; Καὶ ὁ Ἡσαΐας: «Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Καί: «Κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς.» Καὶ μή μοι τὴν ὁδηγίαν πάλιν εἰς ταπεινὴν διακονίαν ἐκλάβῃς. Τοῦτο γὰρ καὶ Θεοῦ ἔργον εἶναι ὁ λόγος διαμαρτύρεται. «Ὡδήγησας, φησίν, ὡς πρόβατα τὸν λαόν σου.» Καί: «Ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ.» Καί: «Ὡδήγησεν αὐτοὺς ἐπ' ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν.» Ὥστε ὅταν ἀκούσῃς ὅτι «Ὅταν ἔλθῃ ὁ Παράκλητος, ἐκεῖνος ὑμᾶς ἀναμνήσει καὶ ὁδηγήσει πρὸς πᾶσαν τὴν ἀλήθειαν», τὴν ὁδηγίαν ὡς ἐδιδάχθης νόει, μὴ συκοφάντει τὴν ἔννοιαν.