1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

20

καὶ οἶδας ἀκριβῶς τὸ δέον καὶ λόγους περὶ τούτου ποιῇ, καὶ ὅτι μέμψεως ἄξιον τὸ γιγνόμενον κἂν ἁμαρτάνῃς, οὕτως ἐπίστασαι ὥστε καὶ ἀπολύεις σαυτὸν τῶν ἐγκλημάτων καὶ μεταφέρεις ἐφ' ἕτερον τὴν αἰτίαν τοῦ πταίσματος, διὰ πάντων σαφέστατον γνώρισμα τῆς ἐνούσης σοι τοῦ λογικοῦ δυνάμεως παρεχόμενος, καθ' ἣν καὶ διακρίνειν ἐπίστασαι τὸ καλὸν ἀπὸ τοῦ χείρονος καὶ αἱρεῖσθαι μετὰ πολλῆς ὃ βούλει δύνῃ τῆς εὐμαρείας. εἰ μὲν οὖν θεός σοι πρὸς ὅπερ ἐβούλετο κατεσκεύασε τὴν φύσιν, χαίρειν ἦν σε ἀνάγκη καὶ τῷ κακῷ 147 γεγονότα πρὸς τοῦτο· εἰ δὲ λόγους ποιῇ περί τε καλοῦ καὶ κακοῦ διακρίσεως, τὴν τῶν ἀτόπων ἐργασίαν σαφῶς αἰτιώμενος, εὔδηλος εἶ οὐ πρὸς τοῦτο γεγονὼς ὑπὸ τοῦ θεοῦ, οἰκείᾳ δὲ γνώμῃ τὸ δοκοῦν αἱρούμενος. οὕτω τοὺς περὶ τοῦ αὐτεξουσίου γυμνάσας λόγους λέγει καὶ περὶ τῶν εἴτε τιμωρίαις ὑποβαλλομένων, εἴτε καὶ ἐν κρείττοσιν ἐξεταζο μένων κατὰ γνώμην θεοῦ. Ro+m 9,22-24 Ὅτι μὴ κάλλους ἐπιμελεῖσθαι ἐσπούδακεν φράσεως καὶ ἐν τοῖς ἀνωτέροις εἰρήκαμεν, καὶ ὅτι πολλὰ μέν ἐστιν ἃ κατ' ἔλλειψιν λέγει, μάλιστα μὲν τῇ ὑπερβολῇ τῆς συντομίας ᾗ κατά τι οἰκεῖον ἰδίωμα κεχρῆσθαι ἔθος αὐτῷ, ἀσάφειαν τοῖς ῥητοῖς ἐνεργάζεται. τοιοῦτο δή τι καὶ ἐπὶ τῆς παρούσης ἔνεστι λέξεως εὑρεῖν τοῦ ἀποστόλου, εἰ δὲ ἀντὶ ὁλοτελοῦς τεθεικότος διανοίας· δείξας γὰρ αὐτοὺς τῶν προσηκόντων τὴν διάγνωσιν ἔχοντας καὶ τὸ δοκοῦν δυναμένους αἱρεῖσθαι ἀντὶ τοῦ εἰπεῖν· εἰ δὲ τοῦτο πυνθάνει, τίνος ἕνεκεν ὀλίγοι μὲν τῶν κακῶν οἱ δίκας διδόντες τῶν λοιπῶν ἐν εὐθηνίαις ἐξεταζομένων, ὀλίγοι δὲ τῶν ἀγαθῶν εὐδόκιμοι κατὰ τόνδε γίνονται τὸν βίον, τὸ δὲ πλεῖστον αὐτῶν οὐδενὸς ἀπολαύει κατά γε τὸ παρὸν ἀγαθοῦ, τὸ εἰ δὲ τέθεικε μόνον ὡς ἂν ἐκ τῶν προειρημένων δήλου τοῖς ἐντυγχάνουσι τοῦ ζητήματος ὄντος, περιττόν τι νομίζων αὐτοῦ τὴν ἀνάληψιν. εἶτα ἐπισυνάπτει τοῦ ζητή ματος τὴν λύσιν· θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· τὸν παρόντα βίον ἀγώνων οὐκ ἀνταποδόσεως εἶναι πεποίηκεν ὁ θεός, συγχωρῶν καὶ τοὺς φαύλους καὶ τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων ἔν τε τοῖς καλοῖς καὶ τοῖς χείροσιν ἐξετάζεσθαι ὁμοίως, ὥστε βάσανον ἀκριβῆ τῆς ἁπάντων γενέσθαι προαιρέσεως, καὶ τοὺς μὲν ἀγαθοὺς φανῆναι διαθέσει τὴν ἀρετὴν μετιόντας, ὅταν ἐν ἑκατέραις τοῦ βίου ταῖς μεταβολαῖς τὰ ὅμοια ἐπιτηδεύοντες φαίνωνται, οὔτε ἐν εὐθηνίαις καυχώμενοι, οὔτε ἐν δυσπρα γίαις δυσανασχετεῖν ἀναγκαζόμενοι, τοὺς δέ γε κακοὺς διὰ πάντων ἐραστὰς ἐλέγχεσθαι τῶν χειρόνων, ἔν τε τῇ ἀπολαύσει τῶν ἀγαθῶν ἀγνωμόνως περὶ τὸν αἴτιον διατιθεμένους καὶ ἐν τῇ πείρᾳ τῶν λυπηρῶν ἐπιτείνοντας τοῦ τρόπου τὴν μοχθηρίαν. ἀποδίδωσι δὲ ἑκάστῳ τὸ κατ' ἀξίαν ἐπὶ τοῦ μέλλοντος αἰῶνος. ὥστε τοίνυν μὴ ἀπιστεῖσθαι τούτων τὴν ἔκβασιν, αἰνίγματα αὐτῶν ἐπὶ τοῦ παρόντος βίου διὰ τὴν ἁπάντων παρέχεται διόρθωσιν· καὶ τιμωρεῖται μὲν ἐνίους τῶν φαύλων εἰς σωφρονισμὸν τῶν ἐπιτηδεύειν τὰ ἄτοπα βουλομένων, εὐδοκίμους δὲ ἐνίους ἐργάζεται τῶν καλῶν εἰς προτροπὴν τῶν τὸν ἐνάρετον βίον μετιέναι ἐσπουδακότων. θέλων οὖν, φησίν, ὁ θεὸς ἐνδεῖξαι τὴν ὀργὴν καὶ τὸ δυνατόν, ἵνα εἴπῃ· ὅπως ἅπαντας τιμωρῆται τοὺς τὰ ἄτοπα διαπραττομένους, ἀνέχεται πολλάκις κακῶν, συγχωρῶν αὐτοὺς καὶ αὔξειν καὶ ἐπιδιδόναι κατὰ τόνδε τὸν βίον, ὥσπερ οὖν 148 πεποίηκεν καὶ ἐπὶ τοῦ Φαραώ· εἶτα καταφανεῖς ἐπὶ τῇ ἑαυτῶν κακίᾳ παρὰ πᾶσι γεγονότας τιμωρεῖται δικαίως, σαφέστερον γνώρισμα παρε χόμενος ἅπασι τοῦ μὴ ἀτιμώρητα πταίειν τοὺς ἁμαρτάνοντας. ταὐτὸ δὴ τοῦτο καὶ ἐπὶ τῶν ἀγαθῶν διαπράττεται πάλιν καὶ ἐξ ἀδόξων αὐτοὺς παρὰ πᾶσαν ἐλπίδα περιφανεῖς ἐργασάμενος. τοῦτο δὲ ἐπί τε τοῦ Μωϋσέως καὶ ἑτέρων πολλῶν κατὰ διαφόρους πεποίηκε τοὺς καιρούς, τῆς ἐσομένης ἐπὶ τοῦ μέλλοντος αἰῶνος τοῖς ἐναρέτοις δόξης παρέχεται τὴν ἀπόδειξιν. συμπεράνας τὴν πρὸς τὰ ζητήματα ἀπόκρισιν ἐν τούτοις ἀναλαμβάνει τοῦ λόγου τὴν ἀκολουθίαν. προὔκειτο μὲν γὰρ αὐτῷ δεῖξαι ὅτι θεὸς οὐ πρὸς φύσιν βλέπει, χάριτι δὲ