1

 2

 3

 4

 5

4

τὰ πάθη φέρειν γενναίως παιδεύσας αὐτούς, ἐπειδὴ ἡ τῆς συγγενείας ὑπελιμπάνετο διάθεσις σφόδρα χαυνοῦν λογισμὸν ἱκανὴ οὖσα (τίς γὰρ ἂν ἕλοιτο ῥᾳδίως πρὸς τοὺς μάλιστα οἰκείους σφόδρα ἔχειν ἐχθρῶς;), καλῶς φησι τὸ μὴ νομίσητε· τοσοῦτον γὰρ ὑμᾶς ἀφεστάναι βούλομαι τοῦ τὴν σωματικὴν αἰδεῖσθαι συγγένειαν, ὅτι ἐκεῖνο πλέον εἰδέναι προσ ῆκεν ὑμᾶς ὡς τὸ κήρυγμα τὸ ἐμὸν πολλὴν τῶν οἰκείων ποιήσεται τὴν διαίρεσιν· τοὺς γὰρ τὸ πρὸς τὴν εὐσέβειαν ἅπαξ ἰδεῖν ἑλομένους ἐν δευ τέρῳ πᾶσαν καὶ τὴν ἐγγύτατα βούλομαι τίθεσθαι συγγένειαν. 36

Mt 12, 30 Πῶς δυνατόν; φησίν, ἐμέ τε συνελθεῖν καὶ τοὺς δαίμονας οὕτως

σαφῶς ἐμοῦ μὲν τἀναντία ἐκείνοις διαπραττομένου, ἐκείνων δὲ πάντων πρὸς τοὐναντίον ἐπιτηδευόντων ποιεῖν; ἐγὼ μὲν γὰρ καὶ οἱ ἐμοὶ ἅπαντας ἐπὶ τὸν θεὸν ἀνάγειν πειρῶμεν καὶ τοῦτο βούλεταί μοι τῶν οἰκείων ὁ σύλλογος, ἐκεῖνοι δὲ ἅπαντας ἀφέλκειν ἐσπουδάκασιν. 37 mt 12, 33 Ἐπειδὴ πονηρός ἐστιν ὁ Βεελζεβούλ, τὰ δὲ παρ' ἐμοῦ γινόμενα ἀγαθότητος ἔχεται ἀμέτρου, ἀσύμφωνά ἐστι τὰ παρὰ ὑμῶν· οὔτε γὰρ ὁ πονηρὸς δύναται ἀγαθόν τι ποιεῖν οὔτε ὁ ἀγαθὸς πονηρόν, ὥσπερ οὐδὲ τὰ δένδρα ἀνομοίους ἑαυτῶν καρπούς. 38 mt 12, 38 Ὡς ἂν τοῦ Μωσέως διὰ θαυμάτων αὐτοὺς πεπεικότος καὶ οὕτως δεδωκότος τὸν νόμον τοιοῦτόν τι βούλονται καὶ αὐτὸν ποιεῖν, ἵν' ὡς δῆθεν μεταθησόμενοι τῆς γνώμης, εἰ τοῦτο ποιήσειεν. 39

mt 13, 24-30 Μετὰ τὴν ἐπίδοσιν τοῦ Χριστιανισμοῦ καὶ ὅταν ἤδη κατὰ πάσης

ἄρξηται φαίνεσθαι τῆς οἰκουμένης, ἀναδειχθήσονται αἱρέσεις παρα τρεπόντων τινῶν τὴν ἀλήθειαν καὶ Χριστιανῶν ἐπαγομένων ὄνομα καὶ ταύτῃ τοὺς πολλοὺς δελεαζόντων· τοιοῦτον γὰρ καὶ τὸ ζιζάνιον ἀπὸ τοῦ σίτου κατὰ διαφθορὰν γινόμενον καί τι φέρον τῆς ἀληθείας τοῦ σίτου κατὰ τὴν ὄψιν· τοῦτο λυπήσει, φησίν, καὶ τὰς ἀοράτους δυνάμεις εὐνοίᾳ τῇ πρὸς ἐμὲ ὡς ἐθελῆσαι καὶ ἀφανίσαι τοὺς εὑρετὰς ἤτοι τοὺς πειθο μένους αὐτοῖς, ἀλλ' ἐφέξω τοῦτο γενέσθαι δι' αὐτοὺς τοὺς ἀλλοτρίους τῆς πίστεως, μήπου τι τοῦτο πασχόντων διὰ τὸ τῆς προσηγορίας κοινὸν οἰηθέντες οἱ ἐναντίοι τοὺς Χριστιανοὺς παρὰ τῶν δαιμόνων κολάζεσθαι τοῦ τολμήματος ἕνεκεν καὶ ὅτι πάντας ἀφίστασθαι τῶν εἰδώλων διδά σκουσιν, ἀλλοτριωθῶσι τῆς εὐσεβείας πάντη ὡς λοιπὸν αὐτοῖς μειοῦσθαι τῶν εὐσεβῶν τὸ συνάθροισμα τῶν πολλῶν φευγόντων προσιέναι τῷ Χριστιανισμῷ ἀγνοίᾳ τῶν γινομένων. τί δέ, ὅτε προσελθόντες οἱ δοῦλοι διαποροῦσιν, ἀποκρίνεται αὐτοῖς; καὶ τῶν μὲν λέγει τὴν διά θεσιν, τοῦ δὲ τὴν αἰτίαν τῆς συγχωρήσεως· καὶ γὰρ ὅταν ἐπὶ τῶν παρα βολῶν ὁμιλίας ἀνατυποῖ, ταῖς μὲν παραβολαῖς τὸ εἰκὸς ἀναδίδωσιν, ἵνα καὶ δοκῶσιν εἶναι ἐντελεῖς ἐν διηγήματος τάξει γινόμεναι. ἡμᾶς δὲ προσ ῆκεν τὸν σκοπὸν ἐξετάζειν, ὃν βούλεται διὰ τῆς παραβολῆς σημαίνειν. 40

mt 21, 12 σφοδρότερον δὲ τὸ ἔργον οὐκ ἐν νηπιότητι λόγου γινόμενον, ὁπότε

καὶ τοὺς πιπράσκοντας ἐξέβαλεν καὶ τὰς τραπέζας κατέστρεψεν· καίτοι κατὰ τὸ προφητικὸν οὐδὲν βίαιον πεποίηκεν κατὰ τὸ «οὐκ ἐρίσει οὐδὲ κραυγάσει» «οὐδὲ ἀκουσθήσεται ἡ φωνὴ αὐτοῦ». καὶ ὁ Ἰωάννης «φραγέλλιον ἐκ σχοινίων» εἶπεν αὐτὸν «πεποιηκέναι»· καὶ τοῦτο ση μεῖον ἐπιτιμήσεως καὶ σφοδρότητος. ἐν συμβόλοις οὖν καὶ τοῦτο ἀρι θμητέον· οὐδὲ γὰρ ἔτυπτέν τινα φραγελλίῳ, ἀλλὰ σημεῖον ἦν τῆς ἐπι φερομένης μάστιγος τοῖς τὰ τοῦ θεοῦ χραίνουσιν ἀγοραίοις πράγμασιν. 42

mt 22, 16 Ἡρωδιανούς φασιν εἶναι τοὺς Ἡρώδου στρατιώτας ἢ τοὺς

ἀπαιτητὰς τῶν τελῶν τῶν ἐπιβληθέντων τοῖς Ἰουδαίοις ὑπὸ Ῥωμαίων. 43