1

 2

 3

 4

2

καινοτομίας ἐγχείρημα, τὸ μὴ δεῖν τὴν ἁγίαν Παρθένον, τὴν τοῦ Θεοῦ Λόγου κατὰ σάρκα μητέρα, Θεοτόκον ὁμολογεῖν, Χρι στοτόκον δὲ μόνον, τῶν πάλαι καὶ πρόπαλαι τῆς ὀρ θοδόξου πίστεως κηρύκων κατὰ τὴν ἀποστολικὴν παράδοσιν Θεοτόκον διδαξάντων ὀνομάζειν τε καὶ πιστεύειν τὴν τοῦ Κυρίου μητέρα. Φέρε δὴ οὖν μοι λοιπὸν τὴν βλάσφημον τεχνολογίαν, καὶ παρατήρη σιν οὐδενὶ πρότερον ἐγνωσμένην, εἰς μέσον ἀγάγωμεν. Ἡ τοῦ Χριστοῦ προσηγορία, φησὶ, τῶν δύο φύσεών ἐστι σημαντικὴ, τῆς τε θεότητος τοῦ Μονογενοῦς, καὶ τῆς ἀνθρωπότητος· ἡ δὲ τοῦ Θεοῦ ἀπολύτως λε γομένη φωνὴ, τὴν ἁπλῆν καὶ ἀσώματον τοῦ Θεοῦ Λόγου παρίστησιν οὐσίαν· ἡ δὲ τοῦ ἀνθρώπου, μόνην τὴν ἀνθρωπείαν ὑποδείκνυσι φύσιν· διὰ τοῦτο Χρι στοτόκον φησὶν, ἀλλ' οὐ Θεοτόκον τὴν Παρθένον ὁμο 83.1157 λογεῖν ἀναγκαῖον, μήποτε λάθωμεν ἀρχὴν τοῦ εἶναι λέγοντες τὸν Θεὸν Λόγον ἐκ τῆς ἁγίας εἰληφέναι Παρθένου, καὶ οὕτω προγενεστέραν τὴν μητέρα τοῦ γεννηθέντος ἐξ αὐτῆς κατὰ τὸ ἀκόλουθον ὁμολογεῖν βιασθῶμεν. Ἵνα δὲ μὴ δόξω λοιδορίαις κεναῖς ταῦτα τοῦ ἀνδρὸς κατηγορεῖν, αὐτὸν ἐκεῖνον οἷς εἶπε τῆς οἰκείας ἀσεβείας ποιήσομαι μάρτυρα. Τῶν γὰρ ἀπο στολικῶν διδαγμάτων, καὶ παντὸς ἁγίου μνήμην τῆς ἑαυτοῦ διανοίας ὑπερορίσας, ἐν τῇ τῶν ὀρθοδόξων Ἐκκλησίᾳ πολλὰς τοιαύτας ἐξεβόησε φωνάς· Οὐκ ἔτεκεν, ὦ βέλτιστε, Μαρία Θεὸν, ἀλλ' ἔτεκεν ἄνθρωπον, θεότητος ὄργανον. Καὶ ἐν ἑτέροις δὲ πάλιν φληνάφοις· Ἀνέγκλητος Ἕλλην, μητέρα θεοῖς ἐπεισάγων.

Ταῦτα μὲν ὡς ἀπὸ πολλῶν ὀλίγα μοι τῶν ἐκεί νου τέως εἰρήσθω, πρὸς τὰ ἑξῆς ἐπειγομένου τοῦ λόγου. ῞Οθεν ἐπειδὴ θανάτῳ ἐξαισίῳ ἀπολοῦνται πα ράνομοι, τῆς τε ἀρχιερωσύνης διὰ τῶν ἐν Ἐφέσῳ συναθροισθέντων ἁγίων ὑπὸ τῆς θείας ἐξεβάλετο ψή φου, καὶ βασιλικῷ νεύματι τὴν Ὄασιν καταδικασθεὶς οἰκεῖν, τῆς μελλούσης τῶν ἀσεβῶν κολάσεως ἐντεῦθεν ἐδέξατο τὰ προοίμια, παρανάλωμα τῆς οἰκείας φρε νοβλαβείας γενόμενος, καὶ ἐφ' ἑαυτῷ πληρώσας τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, ὅτι "Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν." Ἀλλὰ ταῦτα μὲν, ὡς καὶ ἄλλοις πολλοῖς ἐξητασμένα, παραδραμεῖν ἀναγκαῖον. Ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν, καὶ εἰς τὴν τῶν ἁγίων Πατέρων ὁμολογίαν μετέλθω μεν. Ἡμεῖς τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς παν ταχοῦ πειθόμενοι δόγμασι, κατὰ τὴν παράδοσιν τῶν ἁγίων Πατέρων, τὸν Θεὸν Λόγον, τὸν τοῦδε τοῦ παν τὸς ∆ημιουργόν τε καὶ Κύριον, τὸν μονογενῆ τοῦ Πατρὸς Υἱὸν, τὸν προαιώνιον, τὸν ἀμιγῆ σώματος καὶ πάντων ὅσα σώματος, τὸν πάντα ὄντα ὅσα καὶ ὁ Πατὴρ, πλὴν ἑνὸς μόνου τοῦ εἶναι Πατὴρ, πιστεύο μεν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὑπὸ τῆς αὑτοῦ κινη θέντα φιλανθρωπίας, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐκ τῆς ἁγίας Παρθένου, ὁμοούσιον τῇ τικτούσῃ σάρκα λαβόντα καὶ γενόμενον ἄνθρωπον, γεννηθῆναι Θεὸν μετὰ τοῦ προσλήμματος, οὐχ ὅπερ ἦν ἀποβαλόντα (τροπῆς γὰρ πάσης τὸ θεῖον ἐλεύθερον), ἀλλὰ προσει ληφότα τὸ γενέσθαι καὶ ἄνθρωπον. Τοῦτον, κατὰ τὸν ἀποστολικὸν λόγον, πειραθῆναι καὶ τῶν ἀνθρωπίνων παθῶν κατὰ πάντα, καθ' ὁμοιότητα καὶ νόμον τὸν ἀνθρώπειον, χωρὶς ἁμαρτίας· τὸ γὰρ πεινῆσαι, καὶ κοπιάσαι, καὶ δακρύσαι, καὶ ὅσα τοιαῦτα, τῆς ἀν θρωπείας φύσεως παρίστησι τὴν ἀλήθειαν· σταυρω θῆναί τε ἐπὶ Ποντίου Πιλάτου, καὶ ἀποθανεῖν, καὶ ταφῆναι, καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναλη φθῆναι εἰς τοὺς οὐρανοὺς, τῷ οἰκείῳ Πατρὶ συμπρο σκυνούμενον, καὶ συνδοξαζόμενον παρὰ πάσης νοητῆς τε καὶ αἰσθητῆς φύσεως· καὶ αὐτὸν πάλιν ἐλεύσεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς, οὐδὲν ὑπὸ τῆς τοῦ δούλου μορφῆς εἰς τὴν θείαν ἐλαττωθέντα φύσιν· ἀλλ' ἕνα Θεὸν μονογενῆ καὶ Κύριον τοῦ παντὸς, μετὰ τῆς 83.1160 ἰδίας σαρκὸς ὁμολογούμενόν τε καὶ εἰς ἀεὶ προσκυ νούμενον· διὰ τοῦτο Θεοτόκος, ὦ βέλτιστε, παρὰ τῶν τὸν Χριστὸν ὡς Θεὸν προσκυνούντων ἡ Παρθένος κηρύττεται· οὐχ ὡς τῆς θείας φύσεως τοῦ Μονογε νοῦς ἀρχὴν τοῦ εἶναι λαβούσης ἐξ αὐτῆς· Θεὸς γὰρ ἔστι τε καὶ ἔσται καὶ ἦν ἐν ἀρχῇ,