Fragmenta in epistulam ad Hebraeos (in catenis)

 ἐγχωρεῖ ταῦτα ἀπολέσθαι μᾶλλον καὶ ὥσπερ ἀπόλλυται ὅσον πρὸς παράθεσιν τῆς τοῦ υἱοῦ ἀϊδιότητος. καὶ γὰρ ὁ κύριος προλέγων τὴν δευτέραν παρουσίαν, ἀστέ

 6,17 Ἀνωτέρω εἰπὼν τὴν πληροφορίαν τῆς ἐλπίδος ἐδήλωσεν ὅτι ὁ θεὸς παρέσχε τῷ Ἀβραὰμ πληροφορίαν, οὐ τὴν δι' ἔργων τὴν τῇ πολιτείᾳ προσήκουσαν, ἀλλὰ τ

ἐγχωρεῖ ταῦτα ἀπολέσθαι μᾶλλον καὶ ὥσπερ ἀπόλλυται ὅσον πρὸς παράθεσιν τῆς τοῦ υἱοῦ ἀϊδιότητος. καὶ γὰρ ὁ κύριος προλέγων τὴν δευτέραν παρουσίαν, ἀστέρας μὲν πεσεῖσθαι λέγει, οὐκέτι δὲ ἥλιον ἢ σελήνην ἢ οὐρανόν. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε; ἀφεὶς τὴν κτίσιν πᾶσαν τὸ ταύτης ἀνώτερον λέγει, τοὺς ἀγγέλους· εἰ γὰρ πρὸς ἀγγέλους διαφορὰ τῷ υἱῷ κατὰ τὸ τοὺς μὲν γενέσθαι, τὸν δὲ μὴ γενέσθαι, πόσῳ μᾶλλον πρὸς τὰ ἀόρατα πάντα; δεῖ δὲ ἐπισημήνασθαι ὅτι διὰ τοῦ σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὸ προαιώνιον καὶ τὸ ἄτρεπτον τῆς φύσεως ἐδήλωσεν, καὶ διὰ τοῦ φάναι· οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἐδήλωσεν ὅτι ὁ υἱὸς οὐκ ἔστι λειτουργὸς ἀλλὰ συνεργός. 348 Hebr 2,2-3 Οὐ νόμον λέγει, ἀλλὰ τὸν πολλάκις δι' ἀγγέλων οἰκονομηθέντα. ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. τοῦτο ὅμοιόν ἐστιν ἐκείνῳ τῷ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ, τῷ ἀνέβην κατὰ ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον. ἐβεβαιώθη δὲ οὐχ ἡμῶν δεηθέντων, ἀλλὰ τῶν ἄλλων πάντων πληροφορηθέντων, ὅτι ἃ κηρύσσω, καλῶς κηρύσσω. Hebr 2,5-9 Τὸν μέλλοντα αἰῶνα λέγει. αὐτίκα τελευταῖον ἐπήγαγεν· νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ ὑποτεταγμένα τὰ πάντα· τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν. ὥστε τὸ τί ἐστιν ὅτι μιμνήσκῃ αὐτοῦ; τῷ Ἰησοῦ προσήκειν φησίν· τὰ γὰρ τῆς κοινῆς ἀνθρωπότητος αὐτῷ προσῆκεν. ἀλλὰ ὡς αὐτὸς ὁ υἱὸς λέγει τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκεν τῶν ἐχθρῶν σου, καὶ ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, οὐδεὶς δ' ἂν εἴποι τὸν ἄνθρωπον οὗ ἐμνήσθη ὁ θεός, πεποιηκέναι τὸν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτισάμενον αἶνον ἕνεκεν τῶν ἐχθρῶν σου, καὶ ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· οὗτος ἐμνήσθη τοῦ ἀνθρώπου καὶ ἠλάττωσεν αὐτὸν βραχύ τι παρ' ἀγγέλους. τίς δὲ ὁ ἄνθρωπος; Ἰησοῦς. διὰ τὸ πάθημα τοῦ θανάτου ἠλαττωμένος βραχύ τι παρ' ἀγγέλους. Hebr 3,13 Ὥσπερ μίαν ἡμέραν τὸν παρόντα αἰῶνα εἰσάγει. Hebr 4,12 Μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει, ὅταν ἡ μὲν ψυχὴ προσπάσχει τῷ σώματι, τοῦ δὲ ἁγίου πνεύματος ἡ χάρις ἀνθέλκει πρὸς τὰ οὐράνια. Hebr 6,1-2 Ἐπειδὴ ἡ ἀρχὴ τοῦ Χριστοῦ ἀπὸ τοῦ Ἰουδαϊσμοῦ-κατὰ νόμον γὰρ ἐπολιτεύσατο-, διὰ τοῦτο λέγει· τοῦτ' ἀφέντες ἐπὶ 349 τὴν τελειότητα φερώμεθα, εἰδότες ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ δεῖ εἶναι τοῦ ἄνευ νόμου μέλλοντος ἱερέως εἶναι. Ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ θεόν, βαπτισμῶν. τοῖς Χριστιανοῖς νεκρά ἐστι τὰ γήϊνα. ἄτοπον οὖν ἔστι, φησίν, ἀποστάντας τῆς διαγωγῆς ταύτης, εἴτε τῆς κατὰ πίστιν, εἴτε ἀπὸ τοῦ νενεκρῶσθαι τοῖς πᾶσιν, ἐλθεῖν πάλιν ἐπὶ τοὺς κατὰ νόμον βαπτισμούς. ὁ κύριος ἐλθὼν μετάνοιαν ἐκήρυξεν, λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· μετάνοιαν δὲ ἀπὸ νεκρῶν ἔργων. οὕτως οὖν ἀναγνωστέον· μετανοίας ἀπὸ νεκρῶν ἔργων, ἀντὶ τοῦ τῆς ἀπὸ τῶν νεκρῶν ἔργων μετανοίας. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· οὐ δεῖ ἀφέντας τὴν μετάνοιαν τὴν ἀπὸ τῶν νεκρῶν ἔργων καὶ τὴν πίστιν τὴν εἰς θεὸν καὶ τὸ βάπτισμα-ὃ πληθυντικῶς ὠνόμασεν διὰ τὸ πλῆθος τῶν καταξιουμένων. εἴρηκε δὲ βαπτισμῶν καὶ τὴν διδαχήν, καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν δι' ἧς αἱ χειροτονίαι, καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα καὶ τὰ ἑξῆς-ἀνατρέχειν ἐπὶ τὸν νόμον. τοῦτο δὲ προκατασκευάζει, ἐπειδὴ οἱ ἐν νόμῳ ἱερεῖς νόμον ἐξεδίκουν, ὁ δὲ Μελχισεδὲκ ἐκτὸς ἦν νόμου· οὐ δὲ ἐλθὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἦν. οὐ δεῖ, φησίν, ἀφέντας τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐκδικεῖν τὴν ἐν νόμῳ ἱερατείαν, ἵνα τὰ ἐν νόμῳ ᾖ ἑστῶτα. θεμέλιον δὲ εἶπε τὰ ἐν νόμῳ, ἐπειδὴ προοίμιον εὐσεβείας γεγένηται τοῖς ἀνθρώποις. Hebr 6,6 Νεκροὺς ἤγειραν οἱ ἀπόστολοι. αὕτη δὲ ἡ δύναμις τῆς ἀναστάσεως ἦν. παραδειγματίζοντας εἶπεν, ὅτι εἰ μυστήριον τὸ βάπτισμα, τὸ ἅπαξ ἀρκεῖ. ἐὰν δὲ δεύτερον γίνηται τὸ πρᾶγμα, καταφρόνησις καὶ παραδειγματισμός. Hebr 6,7-8 Ὑπόδειγμα ἔλαβεν, οὐκ εἰς τὸ βάπτισμα-πῶς γὰρ δεύτερον βάπτισμα ἐκώλυεν; -ἀλλὰ τὴν τοῦ ἁγίου πνεύματος δύναμιν πολλάκις εὐεργετοῦσαν. Hebr