Fragmenta in epistulam ad Kolossenses (in catenis) 314 Τὰ πολλὰ τῆς ἐπιστολῆς ταύτης δυσχερῆ ἔχει τὴν κατανόησιν διὰ τὸ πολλοὺς μὴ γινώσκειν τὴν ὑπό31

 εὐαγγέλιον, ἀλλ' ἤδη καὶ εἰς πάντα τὸν κόσμον, ὅπερ σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεώς ἐστι τῆς ἐνεργούσης ἐν τῷ κηρύγματι. Οὐ γὰρ ἠμελήθη, ἀλλὰ καρποφο

 δυνάμει διακρατεῖν τὰ πάντα κατὰ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι. Ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν, εἴρηκεν ὅτι κα

 μετασχεῖν αὐτῶν, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ. Kol 2,6-7 Εἰ καὶ τὸ περιπατῆσαι τῷ ἐρριζῶσθαι ἐναντίον εἶναι δοκεῖ, ἀλλ' ἐν τῷ προκειμένῳ οὐκ ἐναντίον ἐσ

 αὐτοῦ τοῦ θανάτου ἐλάνθανεν ὁ κύριος ἡμῶν ὅτι καὶ θεὸς ἦν καὶ θεοῦ υἱός, καὶ ταῖς μὲν θαυματουργίαις ἔπληττεν, τῷ δὲ σώματι ἐκαλύπτετο· διὸ καὶ ἐπείρα

 κεφαλὴν κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης 326 δύο μέλη ἢ πλείονα τῶν ἀγγέλων ἡ δύναμις. ἀλλ' οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάν

 δεσπόται κατὰ τὸ δίκαιον καὶ τὸ ἶσον αὐτοὺς ἀμείβεσθε ἐν τῇ προσηκούσῃ κηδεμονίᾳ. τὴν ἰσότητα οὖν κατὰ τὴν εὔνοιαν.

κεφαλὴν κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης 326 δύο μέλη ἢ πλείονα τῶν ἀγγέλων ἡ δύναμις. ἀλλ' οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάντας ἡ ὠφέλεια, εἰς ἀγγέλους ὡς ἀγγέλους, εἰς ἀρχαγγέλους ὡς ἀρχαγγέλους, εἰς τὰ ὁρατὰ ὡς ὁρατά. θές μοι τὸν οὐρανὸν ἀντὶ κεφαλῆς εἶναι τῷ κόσμῳ, ἀντὶ ὀφθαλμῶν ἥλιον καὶ σελήνην, καὶ οὕτως ἕκαστον μέρος τοῦ κόσμου ἐν μελῶν τάξει συντιθείς, εὑρήσεις ἓν σῶμα τοῦ παντός. καὶ καθάπερ ψυχὴ ἐν σώματι καὶ σῶμα ψυχῆς, οὕτω τὰς ἀοράτους δυνάμεις ἐν τοῖς ὁρατοῖς. πάντων δὲ τούτων κυριωτέρα ἡ κεφαλή, ἀφ' ἧς ἡ ὠφέλεια εἰς ὅλον ἔρχεται τὸ σῶμα, ἐπιχορηγουμένη δηλονότι ἀπὸ τῆς κεφαλῆς. Kol 2,-22 Εἰ διὰ τοῦτο, φησίν, ἀποθνῄσκετε σὺν Χριστῷ, ὥστε μὴ τοῖς στοιχείοις τοῦ κόσμου τούτου προσκυνεῖν μήτε ἐμπολιτεύεσθαι, τί ἀνέχεσθε τῶν δογματιζόντων ὑμῖν κατὰ τὴν τοῦ κόσμου τούτου πολιτείαν ὡς κατ' αὐτὴν ζῶντες; τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε· μὴ γεύσῃ, μὴ θίγῃς, μὴ ἅψῃ· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ καταχρήσει; ταῦτα ὡς δόγματα Ἑλληνικὰ ἐκτίθεται· παραγγέλλουσι γὰρ οὗτοι ἐν τῇ ἰδίᾳ πλάνῃ μηδὲ ἅπτεσθαι μηδὲ γεύεσθαι παντὸς ἐμψύχου. πάντα γὰρ ταῦτα ἐδόθη τοῖς ἀνθρώποις εἰς φθοράν, οἷον ἐπὶ τῷ φθείρειν αὐτὰ καὶ καταναλίσκειν ἐν τῇ ἀποχρήσει καὶ τῇ βίᾳ τοῦ βίου. μὴ οὖν ἅψῃ τῶν δοθέντων παρὰ τοῦ θεοῦ κατὰ τὰ αὐτῶν ἐντάλματα καὶ τὰς διδασκαλίας αὐτῶν. Kol 2,23 Ἀντὶ τοῦ ταῦτα φοβοῦ-λέγω δὴ τὸ μὴ ἅψῃ, μὴ γεύσῃ, μηδὲ θίγῃς-λόγον τινὰ ἔχειν δοκοῦντα, ἐπειδὴ ταπεινοφρονούντων ἐστὶ καὶ ἀφειδούντων σώματος τῷ ἐγκρατεύεσθαι ἀπὸ βρωμάτων καὶ μὴ τιμᾶν τῇ πλησμονῇ τὴν ἰδίαν σάρκα. ἀλλ' εἰ καὶ τὸ τῆς ἐγκρατείας καλόν, ἀλλὰ τὸ δεύτερον ἀσεβές· οὐ γὰρ μόνον ὡς κρείττους γαστρὸς ἀπέχονται, ἀλλὰ καὶ ὡς οὐκ ὀφείλοντες ἀδικεῖν τὰ ἔμψυχα, ἃ ἐδόθη εἰς φθορὰν τῇ τοῦ βίου ἀποχρήσει, καὶ μᾶλλον τοῦ θεοῦ ἐλεήμονες παρὰ τὰ ἄλογα εἶναι βούλονται. 327 Kol 3,3 Ἡ ζωὴ ἡμῶν κέκρυπται, ἀντὶ τοῦ ἡ μακαριότης τῆς αἰωνίου ζωῆς ἥτις πᾶσι φανερωθήσεται, ὅταν καὶ ἡ δόξα τοῦ Χριστοῦ φανερωθῇ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ. Kol 3,5 Ὥσπερ πολλάκις σάρκα καλεῖ τὴν ἁμαρτίαν, οὕτω καὶ μέλη τῆς σαρκὸς νῦν καταριθμῶν πορνείαν λέγει καὶ ἀκαθαρσίαν καὶ τὰ ἑξῆς· ταῦτα γὰρ μέλη τῆς ἁμαρτίας. Kol 3,9-10 Παλαιὸν μὲν ἄνθρωπον λέγει τὸ φρόνημα τῆς ἁμαρτίας, μέλη δὲ τὰς πονηρὰς πράξεις· νέον δὲ ἄνθρωπον τὸ φρόνημα τὸ πνευματικόν, καὶ μέλη αὐτοῦ τὰς ἀγαθὰς πράξεις. Σάρκα καλεῖ τὴν ἁμαρτίαν, ἧς καὶ τὰ μέλη καταριθμεῖ. καὶ ἀριθμήσας τὸν ἐκ τούτων τῶν μελῶν συνεστῶτα ἄνθρωπον, παρακελεύεται ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ· ὥστε ὁ παλαιὸς ἄνθρωπός ἐστι τὸ φρόνημα τὸ τῆς ἁμαρτίας, μέλη δὲ αὐτοῦ αἱ πράξεις τῶν ἁμαρτημάτων. καὶ ὥσπερ ἐστὶ παλαιὸς ἄνθρωπος, οὕτως ἐστὶ καὶ νέος τοῦτ' ἔστι τὸ φρόνημα τὸ πνευματικόν· καὶ μέλη αὐτοῦ αἱ ἀγαθαὶ πράξεις, ὡς καὶ ἀριθμεῖ λέγων χρηστότητα, μακροθυμίαν καὶ τὰ ἑξῆς. Kol3,11 Τοῦτο ὅμοιόν ἐστι τῷ ἵνα ᾖ τὰ πάντα ἐν πᾶσιν. ὃ δέ φησιν τοιοῦτόν ἐστιν· ἵνα ἐν πᾶσι τοῖς φρονοῦσι τὰ τοῦ θεοῦ τὰ πάντα ὁ θεὸς ἐνεργῇ. ὅταν γὰρ τὰ τοῦ Χριστοῦ φρονῇς καὶ ποιῇς, αὐτός ἐστιν ὁ ποιῶν διὰ σοῦ καὶ ἔστιν ἐν σοί. Ὅμοιόν ἐστιν· ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν· οὐκ οὐρανὸς ἐν οὐρανῷ, οὐδὲ γῆ ἐν γῇ. ἀλλ' ὅ φησιν τοιοῦτόν ἐστιν· ὅταν τὰ τούτου φρονῇς καὶ ποιῇς, θεός ἐστιν ὁ ποιῶν διὰ σοῦ, καὶ αὐτός ἐστιν ἐν σοὶ τῷ ποιεῖν σε ἃ ἐκείνῳ δοκεῖ. 328 Kol 3,14 Ἀγάπης μὴ προηγουμένης οὐδὲν τῶν δεόντων τελειοῦται· τότε γὰρ καὶ τοῦ κακῶς ποιεῖν ἀλλήλους ἀπεχόμεθα καὶ τοῦ εὖ ποιεῖν φροντίζομεν, ὅταν ἀλλήλους ἀγαπῶμεν. Kol 3,15 Μὴ οἱ πλανῶντες ὑμᾶς, φησί, καταβραβευέτωσαν, ἀλλ' ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ὑμῖν εἰς τὸ ἡνῶσθαι Χριστῷ· καὶ εὐχάριστοι γίνεσθε. τίνι; δηλονότι τῷ καλέσαντι ὑμᾶς Χριστῷ, καὶ μὴ ἀγγέλοις ὑποτρέχητε. Μὴ οἱ πλανῶντες καταβραβευέτωσαν, ἀλλ' ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, τοῦτ' ἔστι τῷ ἡνῶσθαι Χριστῷ καὶ τὰ αὐτοῦ φρονεῖν. εἶτα πάλιν προτροπή. Kol 4,1 Τῶν δούλων ὑμῖν, φησί, μετ' εὐνοίας ὑπηρετούντων, καὶ ὑμεῖς οἱ