(732). alpha.1532 Ανακτᾶσθαι· Θουκυδίδης (6, 92, 4) ἀντὶ τοῦ θεραπεύειν. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὸ προαπολωλὸς αὖθις κτήσασθαι καὶ ἀπολαβεῖν. alpha.1533 Ἀνακωχῆσ· ἀναπαύσεως, ἐνδόσεως, τῆς πρὸς μικρὸν ἐν πολέμῳ εἰρήνης. ἀνακωχὴ δὲ εἴρηται παρὰ τὸ ἄνω τὰς ἀκωκὰς ἔχειν. alpha.1534 Αναλγήτωσ· ἀναισθήτως, ἀπόνως. καὶ ἀναισθησία ἡ Ἀναλγησία. alpha.1535Ἀναλδέσ· ἀναυξές, ἄτροφον. alpha.1536 Ἀνάλημμα· ὕψωμα, στήριγμα. alpha.1537Ἀναλέγειν· τὸ συλλέγειν χαμόθεν καὶ ἀνοικοδομεῖν. alpha.1538Ἀναλαβεῖν· <οὕτ>ως φασὶν ἐπὶ τῶν νενοσηκότων. Πλάτων ἐν Σοφισταῖς (fr. 10 Dem.). alpha.153Ἀναλεῖ9· ἀνειλεῖ τὸ βιβλίον. alpha.1540 Ἀναλθέσ· ἀνίατον, ἀνυγίαστον, ἀναίσθητον. alpha.1541 Ἀναλκήσ· ἄνανδρος, ἀσθενής. alpha.1542 9Ἄναλτοσ· ἀπλήρωτος, παρὰ τὴν ἅλσιν καὶ τὴν ἐκ τῆς αὐξήσεως τελειότητα, παρ' ὃ καὶ ἄλση τὰ κατάφυτα χωρία· πλήρωσις γάρ τις ἡ θεραπεία τοῦ πεπονθότος καὶ λείποντος, ὅθεν καὶ τὸ θεραπεύεσθαι ἄλθεσθαι λέγουσιν. alpha.1543 9Ἄναλτοσ· βραχεῖα ἡ μέση. alpha.1544 Ἀναλίσκειν καὶ ἀναλοῦν ἑκατέρως. καὶ ἀναλῶν Ἀριστοφάνης Πλούτῳ (248). ἐν δὲ τῷ παρεληλυθότι καὶ διὰ τοῦ η, οἷον ἀνήλισκον, καὶ <διὰ τοῦ α, οἷον> ἀνάλισκον καὶ ἀνάλουν. alpha.1545 Ἀναλοῦντεσ· ἀντὶ τοῦ ἀναιροῦντες. Θουκυδίδης (4, 48, 3). καὶ ναλῶν καὶ ναλοῦν· τὸ ἀναιρεῖν (2, 24, 1). καὶ νάλωμα ὁ αὐτός (1, 99, 3). alpha.1546 Ἀναλύειν· τὸ ἑτέροις φαρμάκοις καθαίρειν τὸν πεφαρμαγμένον. alpha.1547 Ἀναλύζειν· σημαίνει τὸ μετὰ βίας καὶ οἷον λύττων κλαίειν τοῦ πνεύματος ἐνιεμένου πολλοῦ ταῖς ἀρτηρίαις. alpha.1548 Ἀναλυθῆναι· τὸ καθαρμῷ τινι χρήσασθαι φαρμάκων. Μένανδρος Ἥρῳ (fr. 4 K. .TH)· ἐπεφαρμακεύσω γλυκύτατ' ἀναλυθεὶς μόλις. alpha.1549 Ἀναλῦσαι· τὸ δι' ἐπῳδῆς τινα τῆς βλάβης ἀπαλλάξαι. alpha.1550 Ἀναλογισμοὶ9 καὶ ναλογίζεσθαι καὶ τὰ ἐξ αὐτοῦ Πλάτων εἴρηκεν (Prot. 332d)· ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμῖν. καὶ Θουκυδίδης (5, 7, 2)· ἀναλογιζόμενοι πρὸς οἵαν ἐμπειρίαν. καὶ νελογίζοντο ὁ αὐτός (8, 83, 3). alpha.1551 Ἀναλώματα νόμιμα· ὁ ∆ημοσθένης εἴρηκεν. alpha.1552 Ἀναλφάβητοσ· ἐδόκει μὲν εἶναι εὐτελές. Νικοχάρης δὲ αὐτὸ ἐποίησεν ἀρχαῖον χρησάμενος ἐν τῇ Γαλατείᾳ οὕτως (fr. 2 Dem.)· τὸν ἀναλφάβητον, τὸν ἄπονον. ταῦτα ὁ Φρύνιχος (Praep. soph. fr. 19). alpha.1553 Ἀνάλφιτον· Φιλύλλιος Αἰγεῖ (fr. 1 Dem.). alpha.1554 Ἀναμφίδοξον· ἀναμφίβολον. alpha.1555 Ἀναμάθω· ἐξ ἀρχῆς μάθω. alpha.1556 Ἀναμάττεσθαι· ἀναφυρᾶν. alpha.1557 Ἀναμέλποντεσ· ἀνυμνοῦντες. alpha.1558 Ἀναμετρήσαιμι (μ 428)· †διεμπεράσαιμι†. alpha.1559 Ἀνὰ μέροσ· ἀντὶ τοῦ ἐν μέρει. alpha.1560 Ἀναμηρύσασθαι· ἀνατεῖναι. alpha.1561 Ἀναμίλλητον· ἀφιλόνεικον. alpha.1562 Ἀναμύειν· ἀναβλέπειν. alpha.1563 Ἀναμιλώσαιμι· ἀναγλύψαιμι. alpha.1564 Ἀνανεοῦσθαι· ἀναμιμνήσκεσθαι. πεποίηται δὲ ἀπὸ τῶν τοῖς alpha.1564 πέντε δακτύλοις τῆς χειρὸς συνεχὲς ἀριθμούντων καὶ ἐπαναλαμβανόντων, οἱονεὶ κατὰ πεντάδα ἀριθμούντων. alpha.1565 Ἀνανεοῦσθαι· ὡς ἡμεῖς Θουκυδίδης εʹ (18, 9) καὶ Πλούτοις Κρατῖνος (fr. 167 K.). alpha.1566 9Ἄναντα(116)· ἄνω, ἀνωφερῆ, δυσχερῆ. alpha.1567 9Ἄνανδροσ· Ἰσοκράτης Εὐαγόρᾳ (66) καὶ ∆ημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους (24,53)· τὸ μὲν γὰρ χρηστῶν, τὸ δὲ ἀνάνδρων ἀνθρώπων ἔργον ἐστί. καὶ Ὑπερείδης ἐν τῷ κατὰ ∆ημοσθένους (p. 24 J.). alpha.1568 9Ἄναντα· ἀντὶ τοῦ ἀνωφερῆ, ὑψηλά. τινὲς τὰ μὴ βεβρεγμένα, Σοφοκλῆς δὲ Ἰνάχῳ (fr. 272 N.2 † 294 R.) τὰ μὴ ἐκκεκομμένα, παρὰ τὸ αἵνειν, ὅ ἐστι κατακόπτοντα πτίσσειν. Ἀρίσταρχος δὲ (fr. novum) ἐνταῦθα γράφει †ἑνικῶς† ἄνατα, ἀντὶ τοῦ ἄνευ βλάβης. alpha.1569 Ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται· Θουκυδίδης βʹ (45, 1). alpha.1570 Ἀνάνιοσ· ὑπερήφανος, ἄλυπος. alpha.1571 9Ἄναντεσ· ἀνωφερές. alpha.1572 9Ἄναξ· θηλυκῶς. οὕτως Αἰσχύλος (fr. 342 ν.2 † 689 M.). alpha.1573 Ἀναξαγόρασ· σοφιστής, Ἡγησιβούλου υἱός, Κλαζομένιος. Νοῦς δὲ ἐπεκαλεῖτο, ἐπειδὴ ὕλην καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν ὁ τὸν ἥλιον εἰπὼν μύδρον διάπυρον. alpha.1574