Fragmenta in epistulam I ad Thessalonicenses (in catenis) 633 1 Thess 2,4-6 Ἀλλὰ καθὼς δεδοκιμάσμεθα. τοῦ μὲν μὴ ἐν λόγῳ κολακείας ἐλθεῖν αὐτοὺς καλεῖ

 τὴν ἀνάστασιν διαγράφων οὐκ ἐμνήσθη ῥητῶς τῶν ἐπὶ τιμωρίαν καὶ κόλασιν ἀνισταμένων. τοῦτο δὲ διὰ τρεῖς αἰτίας, οἶμαι, ποιεῖ· πρῶτον μέν, ὅτι παραμυθού

τὴν ἀνάστασιν διαγράφων οὐκ ἐμνήσθη ῥητῶς τῶν ἐπὶ τιμωρίαν καὶ κόλασιν ἀνισταμένων. τοῦτο δὲ διὰ τρεῖς αἰτίας, οἶμαι, ποιεῖ· πρῶτον μέν, ὅτι παραμυθούμενος τοὺς Θεσσαλονικεῖς τῆς ἀναστάσεως μνημονεύει. οὐ θέλω γὰρ ὑμᾶς, φησί, περὶ τῶν κεκοιμημένων ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε. οὐκ ἔδει οὖν παραμυθεῖσθαι μέλλων καταμιγνύειν τὰ σκυθρωπά· ποταπὴ γὰρ παράκλησις τιμωρία καὶ κόλασις διηνεκὴς καὶ σκότος καὶ σκώληξ καὶ πῦρ; μᾶλλον μὲν οὖν, εἰ οὕτως ἔγραφεν, ἐπέτεινεν ἂν τὴν λύπην, ἀλλ' οὐ παρεκάλεσέ ποθεν τὰς ψυχὰς αὐτῶν. δεύτερον δέ, πιστοῖς διηγεῖτο τὴν ἀνάστασιν. εἰκότως οὖν οὐ μνημονεύει τῶν εἰς τιμωρίαν ἀπαχθησομένων· οἱ γὰρ πιστοὶ κατὰ τὰς δεσποτικὰς ἐντολὰς πολιτευόμενοι οὐδεμιᾶς τιμωρίας λαμβάνουσι πεῖραν, ἀλλ' ἐν ἀϊδίῳ χαρᾷ καὶ εὐφροσύνῃ διατελοῦσιν. οὐκ ἦν οὖν χρεία ἀλλοτρίων παθῶν μνήμην καὶ κάκωσιν ἐν τῇ τῶν πιστῶν ἑτοιμαζομένῃ δόξῃ καὶ τρυφῇ καὶ μακαριότητι, καὶ τότε πιστοῖς γράφοντι ποιεῖσθαι. τρίτον δέ, ὅτι αὐτὸ τὸ πρᾶγμα, τὴν ἀνάστασιν, δι' ὃ γέγονεν, καθ' αὑτὸ νῦν ἐξηγεῖται. καὶ γὰρ τὴν ἀνάστασιν ὁ θεὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων πάντων καὶ ἀφθαρσίᾳ καὶ ἀφράστῳ δόξῃ καὶ χαρᾷ καὶ ἀπολαύσει τῶν αἰωνίων ἀγαθῶν ἐποίησεν· τὴν γὰρ κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ φησίν, ἀλλ' οὐ τοῖς ἀνθρώποις ἡτοίμασεν. εἰ δέ τινες οἰκείαις μοχθηρίαις ἀντὶ τῶν ἑτοιμασθέντων αὐτοῖς ἀγαθῶν τὰ τῷ διαβόλῳ ἑτοιμασθέντα ἐκλέγονται, οὐ παρὰ τὴν δεσποτικὴν φιλανθρωπίαν καὶ πρόνοιαν τοῦτο γίνεται. διὸ καὶ ὁ θεῖος Παῦλος αὐτὴν τὴν φύσιν τῆς ἀναστάσεως καὶ ἐφ' ᾧ ταύτην ὁ δημιουργὸς ὑφίστησι λέγων, τῶν εἰς τιμωρίαν ἀχθησομένων οὐ γὰρ ἐπὶ τιμωρίᾳ ἀλλ' ἐπὶ μισθαποδοσίᾳ γίνεται εἰκότως οὐ μνημονεύει. 636 1 Thess 5,3 Περὶ τοῦ αἰφνιδίως ἥξειν Χριστὸν ὥστε δεῖν εὐτρεπίζεσθαι σπουδῇ, πίστει, ἐλπίδι, ἀγάπῃ, τιμῇ, εἰρήνῃ, μακροθυμίᾳ, φιλομαθίᾳ καὶ ἑτέροις, ἵνα μὴ ἀπαραμύθητος παντελῶς γένοιτο ἡ τιμωρία τῶν ἀδικουμένων, καὶ ἔτι ἵνα μὴ προειδότες τὴν τελευτὴν ἀνηλεῶς ὅλως καὶ ἀφιλανθρώπως τοῖς ἀσθενεστέροις οἱ δυνατώτεροι ἐπεμβαίνοντες εἰς βλασφημίαν καὶ ἀμηχανίαν συνελάσωσιν.