Historia ecclesiastica (fragmenta ap. Photium)

 γραμμάτων χαρακτῆρα ῥυθμιζομένων· τὰ δὲ ἄρα Ῥωμαίων ἔλεγε φωνῇ· «ἐν τούτῳ νίκα». 1.7 Ὅτι καὶ πρὸ τῆς ἐν Νικαίᾳ συνόδου οὗτος τὸν Ἀλεξανδρείας φησὶν Ἀλ

 Εὐρώπης· διαβάντες δὲ καὶ εἰς τὴν Ἀσίαν, τήν τε Γαλατίαν καὶ τὴν Καππαδοκίαν ἐπῆλθον, καὶ πολλοὺς ἔλαβον αἰχμαλώτους ἄλλους τε καὶ τῶν κατειλεγμένων τ

 αὐταρκεστάτην διανεῖμαι τοῖς οἰκήτορσι, καὶ τὸν ἄλλον ἐν αὐτῇ τῆς πολιτείας πολυτελῶς κόσμον καταστήσασθαι, ὡς ἀρκεῖν εἰς ἀντίπαλον κλέος τῇ προτέρᾳ Ῥ

 θάνατον ὑπὸ δελφῖνος ἐκκομισθείς. 2.13 Ὅτι τὸν μάρτυρα Λουκιανόν φησι μέλλοντα τελευτᾶν, καὶ μήτε ναὸν μήτε θυσιαστήριον τῆς τυραννικῆς βίας παρεχούση

 μετενεγκεῖν τέμενος· ἀλλὰ καὶ Τιμόθεον τὸν ἀπόστολον ὡσαύτως ἐξ Ἐφέσου τῆς Ἰωνίας εἰς τὸν αὐτὸν ἀνακομίσαι περιώνυμον καὶ σεβάσμιον οἶκον. 3.3 Ὅτι φησ

 τῶν εὐαγγελικῶν ἀναγνωσμάτων ἐποιοῦντο τὴν ἀκρόασιν, καὶ ἄλλα τινὰ ὧν μὴ θεῖος θεσμὸς ἐπεστάτει διεπράττοντο. ἀλλὰ ταῦθ' ἕκαστα πρὸς τὸ σεβάσμιον αὐτο

 δυνατωτάτῃ, τῷ Τίγρητι κατὰ Σούσας μάλιστα συμπίπτει. καὶ δὴ τῆς ἑαυτοῦ προσηγορίας ἀποπαυσάμενος, σὺν ἐκείνῳ πρὸς τὸν Περσικὸν κατασύρεται κόλπον. κα

 ἐπίπνοια λέγει, Γηὼν αὐτὸν ὀνομάζουσα· ὃν οἱ παρ' Ἕλλησιν Αἰγύπτιον ἐκάλουν. οὗτος, ὡς ἔστι συμβαλεῖν, ἐξορμῶν τοῦ Παραδείσου, πρὶν ἐπὶ τὸ οἰκούμενον

 τινος ὀργῆς τε καὶ ἀχθηδόνος ἄσημα ὑποφθεγγομένῃ προσεοικυῖα· βαρυτέρα τε μᾶλλόν ἐστιν ὀξυνομένη. ἄγριόν τέ ἐστι δεινῶς τὸ θηρίον καὶ πανουργότατον, κ

 Ἀθανάσιον ἐπιχωρήσει τὸ αἶσχος ἐπικαλύψασθαι, πρὸς τὴν ἐκείνου δόξαν αὐτομολῆσαι· δοῦναι δ' οὖν ὅμως ὀξύτατα τὴν δίκην, τοῦ αἰδοίου διασαπέντος καὶ σκ

 φρονήματος δυσσεβές, ἀπελαύνει. ἐκεῖθεν οὖν τὴν Κιλικίαν καταλαμβάνει· καί τις τῶν Βορβοριανῶν, λόγοις αὐτῷ ὑπὲρ τῆς ἰδίας δόξης συμπλακείς, εἰς ἐσχάτ

 Μεσοποταμίας διατρίβοντος (τοῦτο γὰρ ὁ Περσικὸς ἀπῄτει πόλεμος), ἡ πρεσβυτάτη τούτων ἀδελφὴ Κωνσταντία (Ἀναβαλλιανοῦ δὲ ἦν κεχηρωμένη γυνή), δείσασα μ

 κατεαγῆναι. Λεοντίου δὲ τοῦ ἐπισκόπου Ἀντιοχείας τἀναντία τούτοις τὸν Καίσαρα διδαξαμένου, ἥ τε καταδικάζουσα ψῆφος ἀνεβλήθη καὶ εἰς θέαν ὁ Γάλλος μετ

 τὸν θάνατον ψήφους, πρὶν ἂν ὁ κατακριθεὶς τῷ ξίφει τὴν ζωὴν ἀπορρήξῃ. καὶ γέγονεν ὡς ἐσπούδασαν. διὰ τοῦτο καὶ Ἰουλιανὸς ὕστερον, τὸ τῆς βασιλείας περ

 ὑπὸ Βασιλείου πραχθέντων καταλαβούσης τὴν Ἀντιόχειαν, τήν τε χειροτονίαν τοῦ διακόνου ὑποδέχεται καὶ πρέσβυς ἀποσταλεὶς πρὸς Κωνστάντιον ἀναλῦσαι τὰ ἐ

 καταστάσης, ὁ μὲν Βασίλειος τῶν τὸ ὁμοούσιον δοξαζόντων προηγόρει, οἱ δὲ τοῦ ἑτεροουσίου ὑπὲρ ἁπάντων λέγειν τὸν Ἀέτιον προὔστησαν, συνασπίζοντος αὐτῷ

 Σεβαστείας τῶν Ἀρμενίων μεταπεμψάμενος ἀντὶ Εὐδοξίου τῷ θρόνῳ ἐγκαθιδρύει, ἤδη γὰρ Εὐδόξιος Κωνσταντινουπόλεως ἐπέβαινεν. ὁ δὲ Μελέτιος τὰ μὲν πρῶτα τ

 δημηγορῆσαι τῷ πλήθει λέγει τῆς τῶν Θεοφανίων ἑορτῆς ἐνισταμένης, ἐν ᾗ τὸ δυσσεβὲς αὐτῶν καὶ ἄθεον μάλιστα ἀπογυμνοῦται. τόν τε γὰρ Ἰωσὴφ οἱ κατάρατοι

 ἀνεστηλῶσθαι μὲν ταύτην κατὰ τὴν πηγὴν τὴν ἔνδον τῆς πόλεως μετὰ καὶ ἑτέρων ἀγαλμάτων, τερπνότητός τι παρέχειν τοῖς φοιτῶσι θέαμα. τῆς δὲ τοῦ σωτῆρος

 Εὐδοξίου τῇ ἀξιώσει, ὑπισχνεῖται καὶ ὁ Εὐζώϊος τὴν πρᾶξιν. 7.6 Ὅτι, ἐν Κωνσταντινουπόλει διατρίβοντος τοῦ Ἀετίου καὶ Εὐνομίου, παραγίνεται Λεόντιος ὁ

 σεισμὸς ἐχώννυεν· καὶ ἄλλους ἄλλα πάθη κατεμερίζετο, καὶ ἡ καταισχύνειν τὰ δεσποτικὰ λόγια μελετήσασα τόλμα τὸ ἐκείνων ἀκαταίσχυντον καὶ σεβασμιώτατον

 οὕτως καὶ παναθλίως τῆς ζωῆς ἀπελήλαται. καὶ Θεότεκνος δέ τις, πρὸς τὸν Ἑλληνισμὸν ἀπορρυείς, πᾶσαν ἀθρόως τὴν σάρκα διασαπεὶς καὶ σκωλήκων ὕλη γεγονώ

 Ὀριβάσιος αὐτῷ συνῆν ὁ ἐκ Σάρδεων· ἀλλ' ἡ πληγὴ πᾶσαν χλευάζουσα θεραπείαν διὰ τριῶν ἡμερῶν τὸν Ἰουλιανὸν ἀπαλλάττει τοῦ βίου, ἐν μὲν τῷ τοῦ Καίσαρος

 καὶ Μάριν διαπέμπονται. Τὸ δὲ γράμμα τήν τε χειροτονίαν Ἀετίῳ ἐπεκάλει ὡς παρὰ θεσμὸν γεγενημένην μάλιστά γε καὶ ὅτι μετὰ τὴν καθαίρεσιν τῆς διακονίας

 ἔτι μειράκιον ἐπιβιβάσας τῇ βασιλείᾳ εἰς τὸν ἑαυτοῦ συνήσκει τρόπον. 8.9 Ὅτι οὗτος Ὑπατίαν τὴν Θέωνος θυγατέρα παρὰ μὲν τοῦ πατρὸς ἐξασκῆσαι λέγει τὰ

 ἐπὶ τὴν Κωνσταντινούπολιν ἀφικόμενος, διὰ τιμῆς εἶχεν Εὐδόξιον. καὶ δυνάμενος μάλιστα ταῖς πρὸς Εὐνόμιον ὑποσχέσεσι πέρας ἐπιθεῖναι, τὴν γνώμην οὐκ εἶ

 (ἀδελφοὶ δὲ ἤστην οὗτοι, καὶ τῷ Εὐνομίῳ συνῆσάν τε καὶ συνδιεβέβληντο), οὕτως δὲ οὗτος κατὰ πολλὴν ἐξουσίαν καὶ τὸν καταδικασάμενον αὐτοὺς ἀπειλήσας κ

 αὐτῶν αἱ ψῆφοι προσέταττον. ὁ δέ γε χειροτονηθεὶς εὐθὺς λαμπρῶς ἐκήρυττε τὸ ὁμοούσιον. 9.14 Ὅτι, τελευτήσαντος Εὐζωΐου τοῦ Ἀντιοχείας, ὁ ∆ωρόθεος ἐξ Ἡ

 Ἑῴαςκαταστησόμενοι. 9.19 Ὅτι Θεοδόσιος ὁ βασιλεὺς κατὰ τὸ Σέρμιον τοῖς βαρβάροις συμβαλὼν (ἐκεῖ γὰρ αὐτίκα τοῦ λαβεῖν τὴν ἀρχὴν τῆς χρείας ἀπαιτούσης

 ἐκεῖσε διότι λόγους κατὰ Βασιλείου τοῦ ταύτης ἐπισκόπου συνετάξατο. ἐκεῖθεν δὲ εἰς τοὺς ἑαυτοῦ διάγειν ἀγροὺς ἀφείθη· ∆ακοροηνοὶ δὲ τοῖς ἀγροῖς τὸ ὄνο

 Σύρος πενταπήχης ἦν τὸ μέγεθος καὶ σπιθαμὴν ἔφερεν προσθήκην, καίτοι τῶν ποδῶν αὐτοῦ πρὸς τὸ ἄλλο τοῦ σώματος μὴ συνομολογούντων τὸ ὕψος, ἀλλ' εἴσω κα

 τοῦ ὑδέρου νόσῳ κρατηθεὶς τελευτᾷ τὸν βίον, βασιλεύσας δέκα καὶ ἓξ ἔτη, ἐν ὅλοις δὴ βασιλεύων εἰς ὑψηλοὺς τοῦ βίου καταλήξας τέρμονας· «ἐπί τε γὰρ νίκ

 ἐπενεγκεῖν τῶν βασιλείων θᾶττον ἀποπέμψασθαι, ὡς εἶχεν ἀγκαλισαμένη τὰ παιδία διὰ χειρὸς ἑκατέρας προσέρχεται τῷ ἀνδρί· καὶ κωκύουσά τε ἅμα καὶ τὰ βρέ

 Ῥωμαίοις δρᾶσαι διανοούμενος. ἐκεῖθεν ὁ Τριγίβιλδος, ὡς δῆθεν τὸν Γαϊνᾶν διαφυγών, τήν τε Πισιδίαν καὶ τὴν Παμφυλίαν ἐπιὼν κατελυμήνατο· εἶτα πολλαῖς

 συνόντες βάρβαροι τὸν ἐκείνου παῖδα λαβόντες τὴν ταχίστην ᾤχοντο. καὶ τῇ Ῥώμῃ πλησιάσαντες, τὸν μὲν ἐφεῖσαν εἴς τι τῶν ἀσύλων ἱερὸν καταφυγεῖν, οἱ δὲ

 ἐποφθαλμήσας, τὴν ἴσην ἔδωκε δίκην. ὁ δ' Ἡρακλειανὸς μιμησάμενος τούτους καὶ πλέον τῷ τῆς τύχης γέλῳ ἐπιβάς, εὐκλεεστέραν ἔσχεν τὴν καταστροφήν, τῆς θ

 πολλάκις τὸ θεῖον ἐπὶ παιδείᾳ τῶν ἀνθρώπων τούτοις χρώμενον. τήν τε γὰρ Ἐρυθρὰν θάλασσαν, ῥᾷον ὂν ἀθρόον διαστῆσαι, 20νότῳ βιαίῳ20 πρότερον μαστιγώσας

 τῶν περὶ τὸν Ἄσπαρα γεγενημένης, φόνος ἑκατέρωθεν ἐρρύη πολύς. ἔπειτα σπονδὰς ὁ Ἀέτιος τίθεται πρὸς Πλακιδίαν καὶ Οὐαλεντινιανὸν καὶ τὴν τοῦ κόμητος ἀ

κατεαγῆναι. Λεοντίου δὲ τοῦ ἐπισκόπου Ἀντιοχείας τἀναντία τούτοις τὸν Καίσαρα διδαξαμένου, ἥ τε καταδικάζουσα ψῆφος ἀνεβλήθη καὶ εἰς θέαν ὁ Γάλλος μετ' οὐ πολὺ τοῦ Ἀετίου κατέστη καὶ φίλος ἐκρίθη. καὶ πολλάκις πρὸς Ἰουλιανὸν ἀπεστάλη, καὶ μάλιστα ἡνίκα διεπυνθάνετο πρὸς τὸν Ἑλληνισμὸν ὁ ἀδελφὸς ἐκεῖνον ἀποκλίνειν· ἐστέλλετο δὲ τῆς ἀσεβείας κατὰ τὸ δυνατὸν αὐτὸν ἀνασώσασθαι. οὐ μὴν ἀλλὰ καὶ τῶν θείων μαθημάτων ὁ Γάλλος διδάσκαλον τὸν Ἀέτιον ἐποιεῖτο. 3.28 Ὅτι Γάλλου κατὰ Περσῶν εἰς τὸ κράτιστον ἀνδραγαθήσαντος εἰς φθόνον οἱ ταῖς διαβολαῖς χαίροντες ἀναφλέγουσι τὸν βασιλέα, καὶ τοῦ Περσικοῦ πολέμου ταῖς τοῦ Καίσαρος ἀριστείαις πεπαυμένου ἀποστέλλει ∆ομετιανὸν ἔπαρχον τῶν καλουμένων πραιτωρίων ὁ Κωνστάντιος, ἐντειλάμενος αὐτῷ κατὰ τὸ ἀφανὲς τὰς τοῦ γάλλου περικόπτειν ἀπὸ τῆς Ἀντιοχείας ἐξόδους, τὴν ἐπ' ἀνδρείᾳ καὶ τῇ τῶν κοινῶν ἐπιμελείᾳ δόξαν αὐτοῦ κατασμικρύνειν ταύτῃ διανοούμενος. ὁ δὲ ∆ομετιανός, οὐδὲν τῶν προσταχθέντων μετριώτερον ἀλλὰ καὶ θρασύτερον καὶ φρονῶν καὶ πράττων, οὐδέ, παραγενόμενος εἰς Ἀντιόχειαν ἔνθα διέτριβεν ὁ Γάλλος, οὐδ' εἰς ὄψιν αὐτοῦ ἐλθεῖν κατεδέξατο. ἐξ ἧς αἰτίας καὶ ἑτέρων συνεπιρρυέντων θανάτῳ τὸν ὑβριστὴν μετελθεῖν ἐβουλεύετο· καὶ τὸν Μόντιον κοινωνὸν γενέσθαι τῆς κρίσεως παρελάμβανεν, ὁ δὲ θράσους ἀμετρίᾳ χρησάμενος· «οὐδὲ λογιστήν», ἀντεῖπεν, «ἔξεστί σοι προχειρίσασθαι, καὶ πῶς ἂν πραιτωρίων ἔπαρχον ἀνελεῖν δύναιο;» ἐφ' οἷς ἡ Γάλλου γυνὴ Κωνσταντία, περιαλγὴς γενομένη εἰ οὕτως ὁ Γάλλος Καῖσάρ τε ὢν καὶ Αὐγούστης ἀνὴρ (καὶ γὰρ αὕτη πατρόθεν ἦν δεδεγμένη τὸ ἀξίωμα) προπηλακίζοιτο, αὐτὴ δι' ἑαυτῆς ἐπισπασαμένη τὸν Μόντιον τοῖς δορυφόροις ἐκδίδωσιν· ὥστε τὴν ταχίστην ἀραμένους πρὸς τὸν ∆ομετιανὸν ἀποκομίσαι, κἀκεῖνον κατασπάσαντας τοῦ θρόνου, ἄμφω, σχοίνους τῶν ποδῶν ἐξαψαμένους, κακοὺς κακῶς ἀπολέσαι. καὶ τοῦτο θᾶττον ἐπράχθη, συνεπιψηφίζοντος καὶ τοῦ Γάλλου. 4.τ ΕΚ ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΙΣΤΟΡΙΑΣ 4.1 Ὅτι ὁ Κωνστάντιος, μαθὼν τὰ περὶ Μόντιον καὶ ∆ομετιανὸν συνενεχθέντα καὶ ὀργῆς ἀναπλησθείς, μετεκαλεῖτο τὸν Γάλλον. ὁ δέ, τὴν μὲν κλῆσιν οὐκ ἐπ' ἀγαθῷ συλλαβών, εὐλαβούμενος δὲ μὴ πόλεμος ἀπειθήσαντος συρραγῇ, τοῦ προστάγματος γίνεται. προεξώρμα δὲ καὶ ἡ Κωνσταντία, προεντυχεῖν σπεύδουσα τἀδελφῷ καὶ αἰδέσασθαι αὐτὸν ὑπὲρ τοῦ ἀνδρός. ἀλλ' αὕτη μὲν κατὰ Βιθυνίαν γενομένη ἐπεσχέθη τῷ θανάτῳ καὶ τῆς ὁδοῦ καὶ τοῦ βίου· ἐξ οὗ καὶ ὁ Γάλλος, μᾶλλον τοῦ δέους γενόμενος, τὴ ἐξ ἀρχῆς γνώμην ὅμως οὐ μεθίετο. συναπῄει δ' αὐτῷ καὶ Θεόφιλος ὁ Ἰνδός. ἐπεὶ δὲ τοὺς Νωρικοὺς κατέλαβεν, ἐνταῦθα δὴ ἐκ Μεδιολάνων, ἔνθα διῆγεν ὁ Κωνστάντιος, καταπέμπεται Βαρβατίων, ἀνὴρ τὴν στρατηγικὴν ἔχων ἀρχήν, ἐφ' ᾧ τὸν Γάλλον ἀφελέσθαι μὲν τῆς ἁλουργίδος, ὑπερόριον δὲ κατά τινα νῆσον τῆς ∆αλματίας ποιήσασθαι. ὁ δὲ Θεόφιλος παρὼν οὐκ εἴα προελθεῖν τὴν πρᾶξιν. καὶ γὰρ καθ' ὃν καιρὸν Καῖσαρ ὁ Γάλλος κεχειροτόνητο, τῶν μεταξὺ αὐτοῦ καὶ Κωνσταντίου προελθόντων ὅρκων, οἳ τὴν ἐν ἀμφοῖν φιλίαν καὶ τὸ παρ' ἑκατέρου ἀνεπιβούλευτον ἑκατέρῳ διετίθεντο, αὐτὸς ὁ μεσίτης ἦν, καὶ ὁ συνέχων αὐτῶν τὴν ὁμόνοιαν. πλὴν ἀλλά γε μαθὼν ὁ Κωνστάντιος τὴν τοῦ Θεοφίλου ἀποκώλυσιν, ἐκεῖνον μὲν ὑπερόριον ἄγεσθαι κελεύει, τὸν δὲ Γάλλον εἰς ἰδιώτην ἀπογυμνωθέντα φρουρησόμενον ἐκπέμπεσθαι κατὰ τὴν νῆσον. Εὐσέβιος δὲ ὁ εὐνοῦχος, ὃς εἰς τὴν τοῦ πραιποσίτου τιμὴν ἐμβεβήκει, καὶ οἱ σὺν αὐτῷ τὸν Κωνστάντιον ἔτι συνανέφλεγον κατὰ τοῦ Γάλλου, δεδιότες μή, τῶν ὅρκων εἰς ἐπιστροφὴν ἐλθὼν ἢ τὸ τοῦ αἵματος ὁμόγνιον αἰδεσθείς, ἀνήσει τὸν Καίσαρα τῆς ὑπερορίας καὶ σφὰς ἐκεῖνος τὸν κίνδυνον διαφυγὼν κακοὺς κακῶς ἀπολέσει. στέλλονται τοίνυν τῇ τούτων παραδρομῇ οἱ τὸν Γάλλον ἀναιρήσοντες. οὔπω δὲ τοῦ πάθους προελθόντος, εἰς μετάνοιαν ἐπιστραφεὶς ὁ Κωνστάντιος ἑτέρους ἐκπέμπει τὸν φόνον κωλύσοντας· τοὺς δὲ οἱ περὶ Εὐσέβιον ὑποποιοῦνται μὴ πρὶν παραγενέσθαι τῇ νήσῳ μηδ' ἐμφανίσαι τινὶ τὰς ἀνακαλούσας