Epistula canonica

 ὀφθαλμῶν λαβόντες, ἐνδειξάμενοί τε καρπὸν ἄξιον τῆς μετανοίας ἐν τῷ διαστήματι τοῦ τοσούτου χρόνου, μᾶλλον ὠφεληθήσονται.

 Οἱ δὲ ἐλεύθεροι ἐν τρισὶν ἔτεσιν ἐξετασθήσονται ἐν μετανοίᾳ, καὶ ὡς ὐποκρινάμενοι καὶ ὡς καταναγκάσαντες τοὺς «ὁμοδούλους» θῦσαι, ἅτε δὴ παρακούσαντες

 ταύτην». Οὕτως Ἰάκωβος δεύτερος, συλληφθεὶς ὑπὸ Ἡρώδου, μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη· Οὕτως ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος, πολλάκις συλληφθεὶς καὶ

 ὑπὲρ τῶν ἐν φυλακῇ κατατιμωρη-θέντων καὶ προδεδομένων ὑπὸ λιμοῦ καὶ δίψους, ἤτοι ὑπὲρ τῶν ἔξωθεν τῆς φυλακῆς ἐπὶ τοῦ δικαστηρίου καταβασανισθέντων διὰ

 ἀπαχθῆναι»· δι' οὓς οὐδεμία αἰτία τῷ Πέτρῳ προσ-άπτεται, ἐξῆν γὰρ καὶ αὐτοὺς ἑω- ρακότας τὸ γενόμενον ἐκφυγεῖν· ὡς καὶ πάντα τὰ παιδία τὰ ἐν Βηθλεέμ,

Οἱ δὲ ἐλεύθεροι ἐν τρισὶν ἔτεσιν ἐξετασθήσονται ἐν μετανοίᾳ, καὶ ὡς ὐποκρινάμενοι καὶ ὡς καταναγκάσαντες τοὺς «ὁμοδούλους» θῦσαι, ἅτε δὴ παρακούσαντες τοῦ ἀποστόλου, τὰ αὐτὰ θέλοντος ποιεῖν τοὺς δεσπότας τοῖς δούλοις, ἀνιέντας τὴν ἀπειλήν· «εἰδότες, φησίν, ὅτι καὶ ἡμῶν καὶ αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς καὶ προσωποληψία παρ' αὐτῷ οὐκ ἔστιν». Εἰ δὲ ἕνα κύριον ἔχομεν οἱ πάντες ἀπροσωπόληπτον, ἐπεὶ καὶ «πάντα καὶ ἐν πᾶσίν ἐστιν ὁ Χριστός, ἔν τε βαρβάροις καὶ Σκύθαις, δούλοις καὶ ἐλευθέροις», σκοπεῖν ὀφείλουσιν ὃ κατειργάσαντο, θελήσαντες τὴν ψυχὴν ἑαυτῶν σῶσαι, οἱ τοὺς συνδούλους ἡμῶν ἑλκύσαντες ἐπὶ εἰδωλολατρείαν, δυναμένους καὶ αὐτοὺς ἐκφυγεῖν, εἰ «τὸ δίκαιον καὶ τὴν ἰσότητα ἦσαν αὐτοῖς παρασχόντες», ὡς πάλιν ὁ ἀπόστολος λέγει. 8 Περὶ τῶν παραδοθέντων καὶ ἐκπεπτωκότων, εἶθ' οὕτως τε αὐτοῖς προσελθοῦσιν εἰς τὸν ἀγῶνα καὶ ἀγωνισαμένοις. Τοῖς δὲ παραδεδομένοις καὶ ἐκπεπτωκόσι, τοῖς τε ἑαυτοῖς προσεληλυθόσιν εἰς τὸν ἀγῶνα, ὁμολογοῦσιν εἶναι χριστιανοῖς, ἐμβεβλημένοις τε ἐν τῇ φυλακῇ μετὰ βασάνων, εὔλογόν ἐστιν ἐν ἀγαλλιάσει καρδίας συνεπισχύειν καὶ κοινωνεῖν ἐν πᾶσιν, ἔν τε ταῖς προσευχαῖς καὶ τῇ μεταλήψει τοῦ σώματος καὶ τοῦ αἵματος καὶ τῇ παρακλήσει τοῦ λόγου· ἵνα εὐτονώτερον ἀγωνισάμενοι καταξιωθῶσι καὶ αὐτοὶ «τοῦ βραβείου τῆς ἄνω κλήσεως»· καὶ γὰρ «ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται»· ὅπερ εἰ καὶ πάντες οἱ ἐκπεπτωκότες πεποιήκεσαν, τελειοτάτην καὶ ὁλοκάρδιον μετάνοιαν ἐνεδείξαντο.

9 Περὶ τῶν αὐθαιρέτως ἑαυτοῖς εἰσπηδῶσιν εἰς τὸν ἀγῶνα. Καὶ τοῖς δὲ ὡσὰν ἐξ ὕπνου ἑαυτοῖς παραπηδῶσιν εἰς τὸν ἀγῶνα, ὠδίνοντα

καὶ μέλλοντα ἑλκύσαι, ἑαυτοῖς δὲ πειρασμὸν ἐπισπασαμένοις θαλαττομαχίας καὶ πολλῆς κυματώσεως, μᾶλλον δὲ καὶ «τοῖς ἀδελφοῖς προσεκκαίοντες ἄνθρακα ἁμαρτωλῶν», καὶ αὐτοῖς κοινωνητέον, ἅτε δὴ ἐν ὀνόματι Χριστοῦ παρερχομένοις εἰς τοῦτο, εἰ καὶ μὴ προσέχουσιν αὐτοῦ τοῖς λόγοις, διδάσκοντος «προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν», καὶ πάλιν ἐν εὐχῇ λέγει τῷ πατρί· «Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἀπὸ τοῦ πονηροῦ». Ἴσως δὲ καὶ ἀγνοοῦσι τὰς πολλάκις γινομένας ἀναχωρήσεις τοῦ οἰκοδεσπότου καὶ διδασκάλου ἡμῶν ἀπὸ τῶν θελόντων ἐπιβουλεύειν, καὶ ὅτι ἔσθ' ὅτε «οὐδὲ παρρησίᾳ περιεπάτει» δι' αὐτούς, καὶ ὅτι καὶ ὅτε ὁ καιρὸς τοῦ πάθους αὐτοῦ προσήγγισεν, οὐχ ἑαυτὸν παρέδωκεν, ἀλλ' ἐδέξατο ἕως ἦλθον ἐπ' αὐτὸν μετὰ μαχαιρῶν καὶ ξύλων· «Λέγει γοῦν πρὸς αὐτούς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με»· οἳ καὶ «παρέδωκαν αὐτόν, φησί, Πιλάτῳ». Καθ' ὁμοιότητα γοῦν αὐτοῦ καὶ οἱ κατὰ σκοπὸν αὐτοῦ βαίνοντες πεπόνθασι, μεμνημένοι τῶν θείων αὐτοῦ λόγων, δι' ὧν ἐπιστηρίζων ἡμᾶς περὶ τῶν διωγμῶν, λέγει· «Προσέχετε ἑαυτοῖς, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς». «Παραδώσουσι» δὲ εἶπεν, ἀλλ' οὐχὶ ἑαυτοὺς παραδώσετε· καὶ «ἐπὶ ἡγεμόνας δέ, φησί, καὶ βασιλεῖς ἀχθήσεσθε διὰ τὸ ὄνομά μου», ἀλλ' οὐχί, ἑαυτοὺς ἄξετε. Ἐπεὶ καὶ μεταπηδᾶν ἡμᾶς βούλεται ἀπὸ τόπων εἰς τόπους διωκομένους διὰ τὸ ὄνομα αὐτοῦ, ὡς πάλιν ἀκούομεν αὐτοῦ λέγοντος· «Καὶ ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν»· οὐ γὰρ θέλει αὐτομολεῖν ἡμᾶς πρὸς τοὺς τοῦ διαβόλου ὑπασπιστὰς καὶ δορυφόρους, ὅπως μὴ καὶ πλειόνων θανάτων αἴτιοι αὐτοῖς γινώμεθα, ὡσὰν καταναγκάζοντες αὐτοὺς μᾶλλον κατατραχύνεσθαι καὶ τελεσιουργεῖν τὰ θανατηφόρα ἔργα, ἀλλὰ ἐκδέχεσθαι καὶ προσέχειν ἑαυτοῖς, «γρηγορεῖν τε καὶ προσεύχεσθαι, ἵνα μὴ εἰσέλθωμεν εἰς πειρασμόν». Οὕτω Στέφανος πρῶτος κατ' ἴχνος αὐτοῦ μαρτύριον ἀναδεξάμενος, ἐν Ἱεροσολύμοις συναρπασθεὶς ὑπὸ τῶν παρανόμων καὶ ἀχθεὶς ἐν τῷ συνεδρίῳ, λιθοβολούμενος ἐν ὀνόματι Χριστοῦ, ἐδοξάσθη παρακαλῶν καὶ λέγων· «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν