Descriptio ambonis

 Ναὶ μὴν οὐδ' ὅγε λᾶας ἐτώσιος· οὐδὲ γὰρ αὕτως ἄγριον ἠλιβάτου κορυφῆς τμήξαντο κολώνην μηκεδανῆς τανύμετρον ἀπιθυντῆρα κελεύθου· ἀλλὰ καὶ εὐτέχνοισιν

 γλυφάνοισι χάλυψ ἔσφιγξε τορείης, ὄφρα κεν ἀστυφέλικτον ἀρηρότι νειόθι κίων ἴχνος ἐφιδρύσειε βαλὼν περιηγέϊ βωμῶι. ἀγλαΐη δ' ἐγέλασσεν ὅλου κατ' ἐδέθλ

 εἰσόκεν ἀργυρέην περὶ δικλίδα ταρσὸν ἐρείσηι, μηκεδανῆι κρηπῖδι θυηπόλον ἕρκος ἀράσσων. τοίχοις δ' ἀμφοτέρωθε διείργεται. οὐ μὲν ἐκείνοις ἕρκεσιν ὑψιτ

γλυφάνοισι χάλυψ ἔσφιγξε τορείης, ὄφρα κεν ἀστυφέλικτον ἀρηρότι νειόθι κίων ἴχνος ἐφιδρύσειε βαλὼν περιηγέϊ βωμῶι. ἀγλαΐη δ' ἐγέλασσεν ὅλου κατ' ἐδέθλια νηοῦ, κίονος ἱδρυθέντος ἐϋξέστωι ἐπὶ βωμῶι, οἷον ὅτ' ἠελίοιο νέον περάτης ἀνιόντος λευκὸν ἐρευθομένηισι νέφος ποικίλλεται αὐγαῖς. Οὕτω μὲν πισύρεσσι περισταδὸν ἥμισυ κύκλου κίοσιν ἀμφεβάλοντο· τὸ δ' ἥμισυ κίοσιν ἄλλαις τέτρασι κυκλώσαντες ἐτορνώσαντο χιτῶνα λάϊνον ἱμερόεντα πέριξ εὐεργέος ἄντρου. κίοσι δ' ἐν πισύρεσσι μεταίχμια τρισσὰ δοκεύων, καὶ τάδε τοῖς Ἱερῆς πόλιος θρίγκωσε μετάλλοις βαιὸν ἐπιγναμφθέντα καλὸν περὶ λᾶαν ἑλίσσων· ἔπρεπε γὰρ καὶ πέτρον ἐς ἱερὸν οὔνομα νεύειν καλὸν ἀκηρασίοιο πέδον στέψαντα μελάθρου ὑστατίωι δ' ἐνέθηκε θύρην εὐπηγέα χώρωι, ἠρέμα γυρωθεῖσαν, ὅθεν κατ' ἐδέθλιον ἄντρου εὐϊέροις βίβλοισιν ἀνειμένος ἔρχεται ἀνήρ. σχήματα δὲ σπήλυγγος ὁμοίια πάντα νοήσεις, ἔς τε Νότον Γαράμαντα καὶ εἰς Ἀριμασπὸν ἀήτην κίοσι καὶ κρηπῖδι καὶ ἕρκεϊ. τοῖς δὲ θυρέτροις οὐχ ἕνα χῶρον ἔθεντο δαήμονες, ἀλλὰ τὸ μέν που ἑσπέριον, τὸ δ' ἔπηξαν ἑώϊον· ἑσπέριον μὲν πρὸς Βορέην, νοτίη δὲ πυλὶς Φαέθοντα δοκεύει. ἕρκεα δ' οὐκ ἰσόμετρα πεπηγόσι κίοσιν ἔστη, ἀλλὰ τὰ μὲν χαρίεντος ὑπερτέλλουσιν ἐδέθλου ὅσσον ἀποκρύπτειν ὑπὸ κεύθεσιν ἀνέρας ἄντρου. οἱ δὲ βαθυγλύπτοισι καρήασι κίονες ὀκτὼ ἕρκεος ἐξανέχουσι, καὶ εἰ βάσιν ἔμπεδον ἄμφω ἰσοτενῆ κρηπῖδι μιῆι στήσαντο δομαίηι. χρυσεοκολλήτοις δὲ περιστίλβουσι καρήνοις ὄλβια μαρμαίροντες, ἴσα χρυσαυγέϊ δίσκωι ἠελίου προβλῆτας ὀϊστεύοντος ἐρίπνας. Πάντα δ' ὑπερτέλλοντα καρήατα κυκλάδι κόσμωι δουρατέη στεφάνωσε περίδρομος ὑψόθεν ἄντυξ, ὥς κεν ἐπιζεύξειε μιῆι στροφάλιγγι δεθέντας κίονας, εἰ καὶ ἕκαστος ἀπόκριτός ἐστιν ἑκάστου· ἧς ἔπι πυρσοκόρυμβα πεπηγότα δένδρεα δήεις, ἀργυρέων στράπτοντα χύδην πυρὸς ἄνθος ὁράμνων. οὐ μὴν ἧι κε τύχηισιν ἀπόπλανος ἔδραμεν ὄρπηξ, ἀλλ' ἀνέχει κατὰ κόσμον ἴσος πολυάντυγι κώνωι, βεβριθὼς σελάεσσιν. ἀπ' εὐρυπόροιο δὲ κύκλου αἰὲν ὑποκλέπτων ἐπὶ λοίσθιον ὀξὺς ἀνέρπει ἔνθα δὲ τερμιόεντα καλὸν ζωστῆρα νοήσεις, πάντοθι σαπφείροιο καταχρωσθέντα κονίηι καὶ χρυσέοις κισσοῖο περιστεφθέντα πετήλοις. πρὸς δὲ δόμον Ζεφύροιο καὶ ἐς πτερὸν αἴθοπος Εὔρου δοιοὺς ἐγκατέπηξαν ἐπ' ἄντυγος ἔνθα καὶ ἔνθα σταυροὺς ἀργυρέους, ὅθι μυρία φάεα πυρσῶν ἅμμασιν ἀκροέλικτος ὁμιλαδὸν ἧλος ἐέργει, γυρὸν ἐϋγνάμπτοιο καλαύροπος εἶδος ἑλίσσων.

Τόσσα μὲν ἀμφικέλευθος ἔχων φαιδρύνεται ἄμβων· τόνδε γὰρ οὕτω χῶρον ἐφήμισαν ἀμβατὸν οἴμαις θεσπεσίαις, ὅθι λαὸς ἐπίσκοπον ὄμμα τιταίνει εἰσαΐων ἄχραντα θεουδέος ὄργια μύθου. Οὐδὲ μὲν οὐ βάθροισιν ἐτώσιον ἔνθεσαν αὕτως τμῆμα λίθων, λεπτὰς δὲ κατ' ἀργεννοῖο χυθείσας ἶνας ἐσαθρήσει τις· ἴσον δ' ἁλιανθέϊ κόχλωι νήδυμα πορφύρουσιν. ἐπ' ἀτρίπτοισι δὲ πέτροις ἀνδροδόκων ἀκμῆτα ῥάχιν τρηχύνατο βάθρων λαοτόρος, στήριγμα ποδῶν ἀμετάτροπον ἴσχων, μή τις ὀλισθήσαντα καταιβάτις οἶμος ὁδίτην ὑψόθεν ἁρπάξασα κατ' οὔδεος ἄστατον ἄξηι. οὕτω μὲν κατὰ κόσμον ἐπασσυτέρηισι πορείαις λᾶας ἐπεμβαίνων ὑποχάζεται ἄλλος ἀπ' ἄλλου, ὅσσον ἀναθρώσκων τις ἀμοιβαδὸν ἴχνος ἐρείσηι. Ὡς δὲ θαλασσαίοισιν ἐν οἴδμασι νῆσος ἀνίσχει, δαιδαλέη σταχύεσσι καὶ ἀμπελόεντι κορύμβωι καὶ θαλερῶι λειμῶνι καὶ εὐδένδροισιν ἐρίπναις· τὴν δὲ παραπλώοντες ἐπολβίζουσιν ὁδῖται, ἄλγεα βουκολέοντες ἁλικμήτοιο μερίμνης· οὕτω ἀπειρεσίοιο κατ' ἔνδια μέσσα μελάθρου λάεσι πυργωθεὶς ἀναφαίνεται ὄρθιος ἄμβων, δαιδαλέος λειμῶνι λίθων καὶ κάλλεϊ τέχνης. ναὶ μὴν οὐδ' ὅγε πάμπαν ἀπόκριτος ἐς μέσον ἔστη χῶρον, ἁλιζώνοισιν ὁμοίιος ἤθεσι νήσων· ἀλλ' ἄρα μᾶλλον ἔοικεν ἁλιρροθίωι τινὶ γαίηι, ἣν πολιοῦ προβλῆτα δι' οἴδματος ἰσθμὸς ἐλαύνει μεσσατίοις πελάγεσσι, μιῆς δ' ἀπὸ δέσμιον ἀρχῆς ὀχμάζων ἀνέκοψεν ἀληθέα νῆσον ὁρᾶσθαι· ἡ δὲ θαλασσαίοισιν ἐπιπροθέουσα ῥεέθροις ἴσθμιον ἀγχιάλοιο καθήψατο πεῖσμα κολώνης. τοῖος ἰδεῖν ὅδε χῶρος· ἀφ' ὑστατίου γὰρ ὀρούσας ἀντολικοῦ βαθμοῖο πολὺς διανίσσεται αὐλών,