Selecta in Leviticum

 τῆς εὐσεβείας. ∆ιπλοῦν δέ ἐστι τὸ κέρδος τὸ ἀπὸ τοῦ θύειν· καὶ ὅτι Θεῷ προσάγεται τιμὴ, καὶ ὅτι ἃ θύει τις οὐκ ἂν προσκυνήσειεν, οὐδὲ ἂν οἰηθείη Θεὸν

 τοῦ Σωτῆρος. Ξύλον δὲ κέδρινόν φησι τὸ τῆς σωτηρίας ἡμῶν ξύλον. Τὸ δὲ κεκλω- σμένον κόκκινον τύπος ἦν τοῦ τιμίου αἵματος, δι' οὗ καθαίρεται ὁ κόσμος ὅ

τοῦ Σωτῆρος. Ξύλον δὲ κέδρινόν φησι τὸ τῆς σωτηρίας ἡμῶν ξύλον. Τὸ δὲ κεκλω- σμένον κόκκινον τύπος ἦν τοῦ τιμίου αἵματος, δι' οὗ καθαίρεται ὁ κόσμος ὅλος. Οἶμαι δὲ τὸν ὕσσωπον, τὴν διὰ τοῦ πνεύματος θερμότητα· τὸ δὲ σπαρτίον τὸ κόκκινον τὴν πρὸς σάρκα σύμβασιν τοῦ Λόγου δηλοῦν. Τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν πώγωνα ξυρηθήσεται. Ξυρᾶται τὴν κεφαλὴν, κατὰ τὰ κεφαλαιωδέστερα καὶ ἀρχικώτερα τῶν δογμάτων· κατὰ δὲ τὸν πώγωνα, ὅπερ σύμβολόν ἐστι τοῦ ἀνδρὸς, ἀποτιθέμενος τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα· κατὰ δὲ τὰς ὀφρῦς, πᾶσαν οἴησιν, καὶ ἵν' οὕτως ὀνομάσω, ὀφρύωσιν ἀποτιθέμενος. Σύμβολον δέ φησι ταῦτα προσφύντα καὶ ἐξανθήσαντα τῇ ψυχῇ, νεκρότητος τρίχες ὀνομαζόμενα. Λήψεται δύο ἀμνοὺς ἀμώμους ἐνιαυσιαίους. Εἰς τρία ὁ λόγος διαιρεῖ τὰ ἀναφερόμενα· ἓν μὲν τὴν λύσιν τῶν προημαρτημένων· ἓν δὲ, τὸ ὅλον ἀναφέρεσθαι τῷ Θεῷ· ἕτερον δὲ, τὸ ἀναφερόμενον ἐπ' αὐτὸν τὸν καθαριζόμενον τῶν ὑπ' αὐτοῦ γινομένων. Τάχα δὲ καὶ τὰ τρία τῆς σεμιδάλεως δέκατα παραλαμβάνεται, ἵν' ἓν μὲν τῶν δεκάτων τῷ σφαζομένῳ ἀμνῷ συναχθῇ, καὶ τὸ δεύτερον τῷ λοιπῷ, καὶ τὸ τρίτον τῷ προβάτῳ. Ἤδη τοίνυν ἐπὶ τῷ πέμπτῳ καθαρισμῷ ἔχει οὐχὶ ἄλευρον, ἀλλὰ σεμίδαλιν, ὅπερ σύμβολόν ἐστιν ὕλης ἄρτου καθαροῦ, καὶ ταύτην ἐλαίῳ πεφυραμένην· ὅπερ ὡς τρέφον φῶς, φωτὸς χρείαν καὶ οὐ πυρὸς ἐπιτελοῦν παραλαμβάνεται. Ἔχει δὲ καθ' ἑαυτὸ χωρὶς τοῦ εἰς φύρασιν τῆς σεμιδάλεως παραλαμβανομένου ἐλαίου, ἔλαιον ὃ διὰ τοῦ ἱερέως ἀναφέρεται μέτρου κοτύλης τυγχάνον. Καὶ πάνυ δοκεῖ μοι ἱερέως δέεσθαι τό· «Στήσει ὁ ἱερεὺς ὁ καθαρίζων τὸν ἄνθρωπον τὸν καθαριζόμενον, καὶ ταῦτα ἔναντι Κυρίου.» Καὶ ἥξει τίνος αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ τῷ ἱερεῖ. Καὶ οὐδέποτέ φαμεν κατηγορήσοντα τῆς οἰκίας τῆς ἑαυτοῦ δεῖν ἰέναι τινὰ πρὸς τὸν ἱερέα, τὸν νομοθέτην εἰπεῖν· ἀλλ' ὥσπερ δὴ μᾶλλον ἐξ ἰατροῦ τῷ συμβεβηκότι φάρμακον ἐξαιτήσοντα. Λελεπρῶσθαι δὴ οὖν φαμεν τὴν τῶν Ἰουδαίων συναγωγήν. Τὸ δὲ τοῦ ἀναγγέλλοντός ἐστι πρόσωπον, ὁ τῶν ἁγίων προφητῶν χορός· οἳ καὶ ἐξαγγέλλονται τῷ μεγάλῳ ἀρχιερεῖ, τουτέστι πρὸ τῆς ἀγανακτήσεως, τῆς ἀπονοίας τῶν Ἰουδαίων τὰ πάθη, οὐ μίσει, οὐδὲ ἀπεχθείᾳ, ἀλλ' αἰδοῖ τῇ περὶ τὸν εὐεργέτην συνομολογοῦντες μὲν τὰ ἐκείνων πλημμελήματα, ἐλεεῖσθαι δ' οὖν ὅμως παρακαλοῦντες.