τῆς λέξεως ἐσκληρύνθαι τὴν καρδίαν Φαραώ· πῶς δίκαιος ὁ σκληρύνας τε τὴν καρδίαν τοῦ βασιλέως ἵνα μὴ ἐξαποστείλῃ τὸν λαὸν αὐτοῦ, καὶ ἀπειλῶν εἰ μὴ ἀπολύσει ἀποκτεῖναι τὸν πρωτότοκον αὐτοῦ υἱόν; θλιβόμενοι γὰρ πονηρὸν αὐτὸν ὁμολογήσουσιν. εἶτα πάλιν ἀπὸ ἑτέρων ἀνατραπήσονται καὶ συναχθήσονται εἰς τὸ μὴ τῇ προχείρῳ λέξει δουλεύειν, οὐ δυναμένῃ κατ' αὐτοὺς σῶσαι τὸ δίκαιον τοῦ δημιουργοῦ. ἅπαξ δὲ ἐὰν συναναγκασθῶσι βεβιασμένως ταῦτα ἐξετάζειν, ἀναβή σονται ἐπὶ τὸ μηκέτι κατηγορεῖν τοῦ δημιουργοῦ ἀλλὰ φάσκειν αὐτὸν εἶναι ἀγαθόν. πευστέον οὖν τῶν οἰομένων νενοηκέναι τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· πότερον ἀληθῶς ταῦτα λέγεσθαι πιστεύουσιν ὑπὸ τοῦ θεοῦ διὰ Μωσέως ἐνθουσιῶντος ἢ ψευδῶς. εἰ μὲν γὰρ ψευδῶς, οὔτε δίκαιος ἔτι κατ' αὐτοὺς ὁ θεὸς οὔτε ἀληθὴς, καὶ ὅσον ἐπὶ τούτοις οὐδὲ θεός· εἰ δ' ἀληθῶς, κατανοείτωσαν εἰ μὴ ὡς αὐτεξούσιον αἰτιᾶται λέγων· Εἰ δὲ μὴ βούλει ἐξαποστεῖ-λαι αὐτόν· καὶ ἀλλαχοῦ· Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; τὸ γάρ· Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με; δυσω-πητικῶς λέγεται πρὸς τὸν Φαραὼ, ὡς οὐκ ἐντρεπόμενον οὐ παρὰ τὸ μὴ δύνασθαι ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι. καὶ τὸ λεγόμενον δὲ ἀνωτέρω παρὰ Μωσέως πρὸς Φαραώ· Ἵνα γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ· καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέποτε πεφόβησθε τὸν κύριον· δηλοῖ ὅτι φοβηθήσονται· ὅπερ ἁρμόζει πρὸς τοὺς ἑτεροδόξους περί τε ἀγαθότητος θεοῦ καὶ τοῦ μὴ εἶναι ἀπολλυμένην φύσιν. 27.13ν καὶ πάλιν ἐκ τοῦ δευτέρου τόμου τῶν εἰ τὸ ᾆμα. Πρόσχες δὲ καὶ τούτοις εἰς τὸν τόπον, ὅτι ὁ ἥλιος λευκὸς καὶ λαμπρὸς ὢν δοκεῖ τὴν αἰτίαν ἔχειν τοῦ μελανοῦν, οὐ παρ' ἑαυτὸν, ἀλλὰ παρὰ τὸν ὡς ἀποδεδώκαμεν με-λανούμενον. οὕτω δὲ μήποτε καὶ σκληρύνει κύριος τὴν καρδίαν Φαραὼ, τῆς αἰτίας τούτου οὔσης περὶ αὐτὸν κατο- δυνῶντα τὴν τῶν Ἑβραίων ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκλη-ροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ, καὶ πᾶσι τοῖς ἔργοις, οὐχὶ τοῖς ἐν ὄρεσι καὶ βουνοῖς, ἀλλὰ τοῖς ἐν τοῖς πεδίοις. ὑλικὸς γάρ τις ἀπὸ τῆς ἑαυτοῦ κακίας γεγενημένος, καὶ κατὰ σάρκα κατὰ πάντα ζῶν, πηλῷ φίλος τυγχάνων βούλεται καὶ τοὺς Ἑβραίους πηλοποιεῖν, τὸ ἡγεμονικὸν ἔχων οὐ καθαρὸν πηλοῦ· ὅπερ, ὡς πηλὸς ὑπὸ ἡλίου σκληρύνεται, οὕτως ὑπὸ τῶν αὐγῶν τοῦ θεοῦ ἐπισκοπουσῶν τὸν Ἰσραὴλ ἐσκληρύνθη. ὅτι δὲ τοιαῦτά ἐστιν ἐν τοῖς κατὰ τὸν τόπον, καὶ οὐχ ἱστορίαν ψιλὴν πρόκειται ἀναγράφειν τῷ θεράποντι, δῆλον ἔσται τῷ συνορῶντι ὅτι, ἡνίκα κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, οὔτε ἀπὸ τῆς πλινθείας οὔτε ἀπὸ τοῦ πηλοῦ οὔτε ἀπὸ τῶν ἀχύρων κατεστέναξαν, ἀλλ' ἀπὸ τῶν ἔργων· καὶ ἀνέβη αὐτῶν ἡ βοὴ πρὸς θεὸν οὐκ ἀπὸ πηλοῦ, ἀλλὰ πάλιν ἀπὸ τῶν ἔργων. διὸ καὶ εἰσήκουσεν ὁ θεὸς τῶν στεναγμῶν αὐτῶν· οὐκ εἰσακούων στεναγμοῦ τῶν οὐκ ἀπὸ ἔργων βοώντων πρὸς αὐτὸν, ἀλλ' ἀπὸ πηλοῦ καὶ τῶν γηΐνων πράξεων.