Homiliae in Ezechielem 319 Οὐ πάντες οἱ ἐν αἰχμαλωσίᾳ «ἀπαχθέντες εἰς Βαβυλῶνα» διὰ τοῦ Ναβουχοδονόσορ, δι' ἁμαρτίας εἰς «Βαβυλῶνα» ἦλθον. Τὸ μὲν πλῆθ

 ἀριστερῶν», ἀλλὰ δηλονότι τῶν τριῶν «ἀνωτέρω». Τοῦτο δέ ἐστιν, ὡς φαίνεται, τὸ πνεῦμα τοῦ «ἀνθρώπου» τὸ ἐν αὐτῷ, τὸ βοηθοῦν τῇ ψυχῇ ... Οὕτως οὖν ἐλαύ

 τοῦτο εἰδὼς ὁ Παῦλος ἔλεγε· «μὴ δότε τόπον τῷ διαβόλῳ». 450 Πολλὰς «πύλας» διαγράφει «ὁ υἱὸς τοῦ ἀνθρώπου Ἰεζεχιὴλ» καὶ περὶ ἑκάστης διηγήσατό τι· 451

τοῦτο εἰδὼς ὁ Παῦλος ἔλεγε· «μὴ δότε τόπον τῷ διαβόλῳ». 450 Πολλὰς «πύλας» διαγράφει «ὁ υἱὸς τοῦ ἀνθρώπου Ἰεζεχιὴλ» καὶ περὶ ἑκάστης διηγήσατό τι· 451 νῦν δὲ διηγεῖται «τοῖς ἔχουσιν ὦτα» περὶ «τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς κατὰ ἀνατολάς», περὶ ἧς γέγραπται ὅτι· «ἡ πύλη αὕτη κεκλεισμένη ἔσται». οὐ μόνον «ὅτι Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ διέρχεται διὰ τῆς πύλης, κέκλεισται», ἀλλ' ὅτι καὶ «ὁ ἡγούμενος ἐπικάθηται ἐν ἐκείνῃ τῇ πύλῃ τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου κατὰ τὴν ὁδὸν Αἰλὰμ», ὅπερ ἑρμηνεύεται πρόθυρον πύλης. 452 εἰ «ἡ γνῶσις» «κλεῖδα» ἔχει, ὡς ὁ Κύριος λέγει τοῖς νομικοῖς, ... ἄρα «πύλη» ἐστὶ τοῖς μὲν ἀνθρώποις κεκλεισμένη ... ὁμοῖον δὲ τῆς «πύλης» ταύτης ἔχει νοῦν καὶ τὸ γεγραμμένον ἐν τῷ Ἠσαίᾳ «βιβλίον ἐσφραγισμένον». Τὸ αὐτὸ τοῦτο «βιβλίον» λευκοτέρως εὑρήσεις καὶ ἐν τῇ Ἀποκαλύψει Ἰωάννου καὶ τὰ περὶ αὐτοῦ γεγραμμένα καὶ πῶς «ἤνοιξεν ὁ ἐκ φυλῆς Ἰούδα» τοῦτο καὶ μόνος. Μέχρις οὗ γὰρ ἦλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, «ἐκέκλειστο» ὁ νόμος, ὁ λόγος ὁ προφητικός.