1

 2

 3

 4

2

ἁμαρτήσαντος. ἵνα οὖν εἰς πέρας ἀχθῇ τὸ πρᾶγμα, δεῖ ἀμ φότερα συνδραμεῖν, καὶ τὴν τοῦ δικαίου εὐχὴν καὶ τὸ ἔργον τοῦ μετανοοῦντος.} 6 Ὁ μὲν Ἠσαῦ «πυρράκης ἦν ὡσεὶ δορὰ δασύς», τὴν ἐξ ἁμαρτίας ἔχων νεκρότητα καὶ φονῶν κατὰ τοῦ Ἰακώβ. ὁ δὲ ∆αβὶδ πυρράκης ἦν μετὰ κάλλους ὀφθαλμῶν , ἵνα τὸ διορατικὸν δηλώσῃ τοῦ ∆αβίδ. 7 Πῶς ἀνήρ , καὶ πῶς συνετὸς ἐν λόγῳ , πῶς δὲ καὶ πολε μιστὴς ὁ ἔτι πρόβατα ποιμαίνων; οὐκ ἄρα ἀφ' ἑαυτοῦ ἐλάλησεν εἰπών, ἀλλὰ τὰ ἐσόμενα προειπὼν ὡς παρόντα, καὶ μαρτυρεῖ τῷ ∆αβὶδ ἅπερ ἔμελλεν εἶναι, πλὴν τοῦ κύριος μετ' αὐτοῦ τοῦ τε ἀγαθὸς τῷ εἴδει , ἅπερ ἐκ παιδικῆς ἡλικίας προσῆν αὐτῷ καὶ παρέμενε, τὸ μὲν φύσει, τὸ δὲ χάριτι. 8 Ἐπειδὴ δυνατὸς ἦν ὁ Σαοὺλ πλῆθος ἔχων βοηθοῦν αὐτῷ κακῶς κατὰ τοῦ ∆αβίδ, οἱ δὲ δύο μόνοι ἐδιώκοντο ὁ Σαμουὴλ καὶ ὁ ∆αβίδ, ἡ τοῦ θεοῦ χάρις ποιεῖ προφητεύειν τὸν Σαοὺλ οὐ μόνον ὅσα κατ' αὐτοῦ ἦν, ἀλλὰ καὶ τὰ ὑπὲρ τοῦ ∆αβίδ, καὶ ῥίπτει γυμνόν , προσημαίνουσα ὅτι γυμνωθήσεται τῆς βασιλείας. 9 Βεβήλους λέγει νῦν οὐ τοὺς ἀκαθάρτους, ἀλλὰ τοὺς οὐχ ἁγίους, πρὸς ἀντιδιαστολὴν τῶν ἁγίων ἄρτων τῶν ἐπὶ τῆς τραπέζης παρα τιθεμένων. ἓξ γὰρ εἶχεν ἄρτους ἡ τράπεζα διαπαντὸς ἀλλασσομένους ὑπὲρ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, οὓς ἐνωπίους ἐκάλουν, ὡς εἶναι ἕκαστον τῶν ἄρτων ὑπὲρ δύο φυλῶν προσφερόμενον, τοὺς δὲ ἓξ ὑπὲρ τῶν δώδεκα φυλῶν. τί οὖν ἐκ τούτου καλὸν ἐγίνετο; τὰς φυλὰς τοῦ Ἰσραὴλ πρὸς ὁμόνοιαν συνάπτεσθαι. τί δὲ κρεῖττον προε σημαίνετο; τοὺς μακαρίους ἀποστόλους ἀνὰ δύο δύο πέμπεσθαι ὑπὸ τοῦ σωτῆρος τὰ πρῶτα κηρύττειν ἐν ταῖς φυλαῖς τοῦ Ἰσραήλ, ὡς εἶναι ἓξ ἅμα τῶν δώδεκα μαθητῶν τὸν ἀριθμόν. {Ἄρτος λαϊκὸς οὐχ ὅτι οἱ μὴ ἅγιοι βέβηλοι, ἀλλ' ὅτι πρὸς τὸ ἅγιον συγκρινόμενοι.} 10 Σήμερον ἁγιασθήσεται διὰ τὰ σκεύη ἀσαφέστερον μὲν εἶπε, σημαίνει δὲ τοῦτο. τὰ μὲν παιδία μου ἡγίασται καὶ ἀπέσχηται γυναικὸς καὶ χθὲς καὶ τρίτην ἡμέραν · τοῦτο γὰρ τὸ φάναι αὐ τὸν καὶ τὰ παιδία ἡγνισμένα . εἰ δὲ οὐκ ἦν, πάντως ἡγιάζετο διὰ τοῦ φαγεῖν τὸν ἄρτον τῆς προθέσεως. πεισθεὶς ὁ ἱερεὺς τοῖς εἰρη μένοις δίδωσι τῷ ∆αβὶδ τῶν ἄρτων, οὓς οὐκ ἐχρῆν ἑτέρους φαγεῖν ἢ μόνους τοὺς ἱερέας. τοῦτο δὲ τῆς προφητείας ἐστὶ τῆς δι' ἔργων δηλούσης, ὅτι μήποτε ἄλλης οὔσης τῆς βασιλικῆς φυλῆς, τουτέστι τῆς Ἰούδα, καὶ ἄλλης τῆς ἱερατικῆς φυλῆς, λέγω δὴ <τῆς> Λευιτικῆς, ἔμελλον συνάπτεσθαι καὶ ἓν ἀποτελεῖσθαι τό τε ἱερατικὸν ἀξίωμα καὶ τὸ <βασιλικὸν> ἐν τῇ παρουσίᾳ τοῦ ἐκ ∆αβὶδ σωτῆρος ἡμῶν ἱερέως τε ὁμοῦ καὶ βασιλέως, τοῦ «κατὰ τὴν τάξιν Μελχισεδέκ». 11 Τὸν Νεεσσάρ · δηλοῖ ἢ ὅτι δι' ἁμαρτίας παρέμενε ∆ωὴκ ὁ Ἰδουμαῖος ἐνώπιον κυρίου θεραπευόμενος καὶ ἐξομολογούμενος, ἢ δαιμονῶν ὡς ὁ Σαούλ , οὗ τὰς ἡμιόνους ἔβοσκεν. 12 Ὁ Σαοὺλ τοῦ πονηροῦ πνεύματος τύπον φέρει, ἄρξαντος τοῦ Ἰσραὴλ τότε εἰπόντος· οὐκ ἔχομεν βασιλέα. καὶ γὰρ ὁ πάλαι λαὸς ἐξουδενώσας τὸν κύριον βασιλεύοντα αὐτοῦ, ᾔτησε τὸν Σαοὺλ ἄρ χοντα αὐτῷ δοθῆναι. 13 Οὐκ οὐρεῖ τις ἑστὼς καὶ τοῦτο πρὸς τοῖχον , ἐὰν μὴ σχολάζῃ τοῦτο οὖν λέγει καὶ τὸν ἀμέριμνον καὶ μηδὲν προσδοκῶντα παθεῖν, ἐὰν ᾖ τοῦ Νάβαλ . 14 Ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ οὐκ ἀνήγαγεν, ἀμήχανον γάρ, οὐδὲ ἀναβὰς ἀλήθειαν εἴρηκεν. τίς δὲ οὗτος καὶ διὰ ποίας δυνάμεως ἀνέβη, ζήτει. 15 Ἐπολιόρκει τὴν Ἰεβοὺς ὁ ∆αβίδ. Ἰεβοὺς δὲ ἡ νῦν Ἱερουσαλὴἐλέγετο, ὅτε ὑπὸ ἀλλοφύλους ἦν. οἱ τοίνυν Ἰεβουσαῖοι, εἰδότες ὅτι φιλόπτωχος ἦν ὁ ∆αβίδ, ὑπεβάλοντο ἄνωθεν ἀπὸ τοῦ τείχους τυφλοὺς καὶ χωλοὺς αὐτὸν ὑβρίζειν. ὁ δὲ κρατήσας τῆς Ἱερου σαλὴμ τοσοῦτον ἀπέσχε τοῦ διαθεῖναι κακῶς τοὺς λελωβημένους τὸ σῶμα, ὡς καὶ νόμον θέσθαι τοῖς αὐτοῦ στρατιώταις θανάτου, εἴ τις ἐπιχειρήσειεν ἀνελεῖν τυφλὸν ἢ χωλόν. πᾶς γὰρ ὁ τύπτων φησὶν Ἰεβουσαῖον χωλὸν ἢ τυφλὸν ἁπτέσθω ἐν παραξιφίδι , τουτ έστιν ἀναιρείσθω· εἰ γὰρ καὶ ἐμίσουν τὴν ψυχὴν ∆αβίδ, ἀλλὰ φει δοῦς τυγχάνουσι. διὸ ἀξιοῦται τῆς παρὰ πάντων τιμῆς λεγόντων· χωλὸς καὶ τυφλὸς οὐκ εἰσελεύσεται εἰς οἶκον κυρίου , οἱ τὸν ∆αβὶδ ὑβρίσαντες, ὧν ἐφείδετο. 16 Σημειωτέον ὅτι Νάθαν ὁ υἱὸς ∆αβὶδ τίκτεται αὐτῷ