Fragmenta in evangelium Joannis (in catenis) 1 ∆ημιουργὸν τῶν πάντων τιθέμενος αὐτὸν τὸ τοῦ Λόγου ὄνομα κατηγορεῖ αὐτοῦ. ἐπεὶ γὰρ ὡς ἐπίπαν πᾶσα δημιο

 ἀλλ' εὐδοκία θεοῦ γενόμενος τὰ κτίσματα ὑπάρ ξαι ἠβουλήθη. ἠθέλησεν οὖν ἀναλαβεῖν αὕτη ἡ σοφία σχέσιν δημιουρ γικὴν πρὸς τὰ ἐσόμενα καὶ τοῦτό ἐστι τὸ

 αὖ καταλαμβάνει τὸ φῶς. καὶ ἵνα ἐπὶ τὸ σαφέστερον μεταβάλω τὸ θεώρημα, φῶς ἐστὶν ἡ ἀλήθεια· ὅταν δὲ τὸ ψεῦδος καὶ ἀπάτη πᾶσα, τουτέστι τὸ σκότος, διώκ

 δὲ σὺν ἐπιστημονικῇ ἀποδείξει καὶ διηρθρωμένῃ νοήσει προσελη λυθότες αὐτῷ πιστεύουσιν εἰς αὐτὸν καὶ ἐπικαλοῦνται αὐτόν. ὅθεν Ἰησοῦς μετὰ πολλὴν προκοπ

 ἀκουστέον δὲ τοῦ «Πρῶτος» ἀντὶ τοῦ «Πρότερος». ὅμως ὃ λέγει τοιοῦτόν ἐστι· πρὸ ἐμοῦ καὶ πρότερός μου τυγχάνων Ἰησοῦς ὀπίσω μου καὶ μετ' ἐμὲ ἦλθεν, οὐκ

 προαιρετικῶς κατορθωθῇ αὐτή, τηνικαῦτα τὸ ἐκ θεοῦ παραγίνεται, καὶ τοῦτό ἐστι τὸ δίδοσθαι παρὰ θεοῦ χάριν ἀντὶ χάριτος. 12 ∆ιὰ Μωσέως δὲ ὁ νόμος ἐδόθη

 ὁρᾷ προσ βαλὼν νοήσει τῇ ἑαυτοῦ, ὥσπερ κατ' ἐπιβολὴν ὄψεως ὁρᾶν λεγό μεθα τὰ ὁρατά. ὁρᾶται δὲ καὶ θεὸς οἷς ἐὰν κρίνῃ ὁραθῆναι ἀπο καλύπτων ἑαυτόν. εἰ

 καὶ κρύπτων αὐτοῦ τὴν ἐπὶ τὴν οἰκονομίαν πορευτικὴν δύναμιν. ἐπεὶ τοίνυν οὐδενὶ ἀνθρώπων δυνατὸν τὸ δεῖξαι ἀπόδειξιν τῆς ἑνώσεως τὸν τρόπον, εἰκότως ὁ

 στερεώτερον σῶμα. εἰ δὲ τοῦτο, οὐχ ὑποπέσοι <ἂν> ὄψει οὐ ρανῶν ἄνοιξις, οὐδὲ γὰρ σῶμά ἐστι τὸ ἐκεῖθεν καταβεβηκὸς ἅγιον πνεῦμα. νοητῶς ἄρα καὶ ταῦτα τ

 τεθαρρηκότως λέγει, ἐκ τῆς Ναζαρέτ ἐστιν ὄντως ὁ εὑρεθεὶς καὶ ἀληθῶς ἀγαθόν ἐστιν. πρὸς ὃν Φίλιππος· «Ἔρχου καὶ ἴδε» τὸν εὑρεθέντα Ἰησοῦν, τῇ ὄψει αὐτ

 ἐπι βληθείς, ἔδοξε νομισθῆναι τὸν πάντα ἐξ ὕδατος γεγενῆσθαι〛. 30 Τὸ «Ἐπίστευσαν» ἀντὶ τοῦ «Ἐβεβαιώθησαν» εἴρηται. τὴν γὰρ πίστιν ὡς ἐπὶ τὸ πολὺ μᾶλλο

 τὸ γὰρ ἐκ πράξεων καὶ λόγων ἐπίστασθαί τινας καὶ ἀνθρώπῳ ψιλῷ δυνατόν. ἀλλ' Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος ὤν, ἀλλὰ θεὸς γενόμενος ἄνθρωπος, πάντα οἶδεν, τ

 λυπεῖται ἐπὶ τῇ ἀποβολῇ τῶν ἡδέων, οὐ προσπάσχει μετὰ βεβαιότη τος τοῖς οὖσι προσηνέσι. βούλεται τοίνυν τοιούτους εἶναι ἡμᾶς ἐκ διαθέσεως οἷα τυγχάνει

 λέγοντες αὐτὴν διὰ τῶν βασιλευομένων σημαίνωμεν, δηλοῦντες αὐτὴν ἢ ἀπὸ τοῦ τόπου † ὅταν τῆς γῆς [αὐτοῦ] ἢ τῆς οἰκουμένης αὐτὴν ἀπαγγείλωμεν. 37 ∆ηλοῦσ

 θηρίων ἀπιστήσαντες θεῷ, τῷ τὴν γῆν αὐτοῖς ἐπαγγειλαμένῳ, οὕτως σωθήσονται ἀτενίζοντες τῷ ὑψωθέντι ὄφει διὰ τὸν προστά ξαντα τοῦτο γενέσθαι θεόν. οὐ γ

 ποιήσαντα τὸ κακὸν ἀποστῆναι μὲν τῆς κακίας † ἰδεῖν δὲ πρὸς τὸ καλόν· καὶ τὸν τῇ ἀλη θείᾳ χαίρειν ἐπαγγελλόμενον νεῦσαί ποτε πρὸς τὸ χεῖρον. διὸ εἶπε

 μόνου τοῦ σπορέως τῶν ἀγαθῶν. οὐκ ἄλλος δ' ἐστὶ τοῦ Ἰησοῦ, οὗ εἰρήκατε βαπτίζειν, ὑπ' ἐμοῦ μεμαρτυ ρημένου, πρὸς ὃν ἔρχεσθαι πάντας φατέ. εἰ θέλετε οὖ

 προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν

 Ἰωάννης. οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ «περὶ τοῦ φωτός».〛 εἰ γὰρ καὶ οἱ πρὸ τοῦ Ἰωάννου προφῆται ἐκ τῆς γῆς ἐλάλουν, πῶς περὶ Χριστοῦ μαρτυ

 ἔρχεσθαι γυναικός. 53 Ἴσως δ' <ἂν> ἐπιζητήσειέ τις τὴν αἰτίαν δι' ἣν Ἰουδαῖοι οὐ συγχρῶνται Σαμαρείταις, ἥντινα εὑρεῖν δυνατὸν ἐν τῇ τρίτῃ καὶ τε τάρτ

 ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ

 καὶ φιλολογεῖς ὄντες, σκοπήσαντες ὅτι καιρὸς ἦν λοιπὸν τροφῆς ἐτόπα σαν μὴ ἄρα ὡς τῷ ∆ανιὴλ εἰς Βαβυλῶνα προστάξει θεοῦ ἄριστον προκεκόμιστο ὑπὸ τοῦ Ἀ

 ἀνθρωπίνη οὐ δύναται φύσις. ἀλλ' ἐπεὶ ὁ τοιοῦτος λόγος οὐ γυμνὸς ὕλης καὶ σωματικῶν παραδειγμάτων εἰς ἀνθρώπους ἔρχεται, διὰ τοῦτο πτύει χαμαὶ ὁ Ἰησοῦ

 ἐπειδὴ γὰρ σημείων διαφοραί εἰσιν, ὥστε ποιεῖν, καθ' ἅ φησιν ὁ ἀπόστολος, καὶ τὸν ἐν νόμῳ καὶ τὸν ἄνομον, ὃν ὁ κύριος ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος

 ἔργων ἀξιούμενος ὁ θεὸς ὑπὸ ἁμαρτωλῶν οὐκ ἀκούει. 71 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν υἱὸν το

 αἰσθητοῦ· οὐκέτι δὲ δυνατὸν περὶ τοῦ σωματικοῦ πο τοῦ ἀκούειν ὅτε «Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν «δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγ

 Αἰνών, ἐγγὺς τοῦ Σαλήμ. Αἰνὼν δὲ ἑρμηνεύεται «Ὀφθαλμὸς βασάνου» καὶ Σαλὴμ «Αὐτὸς ὁ ἀναβαίνων». ἤδη οὖν διορατικώτεροι εἰσὶν οἱ τὸ δεύτερον λαμβάνοντες

 τὸν Ἰησοῦν πρὸς τὸν ἀποθανόντα. δι' ὑμᾶς μέν, φησί, χαίρω, πιστεύοντας ἐκ τοῦ μαθεῖν, ὅτι ἀπέθανεν ἐκεῖνος οὐκ ὄντος μου παρ' αὐτῷ, καὶ ἵνα βεβαιωθῆτε

 ἀναμένει οἴκοι αὐτὸν ὑποδέξασθαι, ὡς χωρητικὴ τῆς αὐτοῦ ἐπιδημίας. καὶ οὐκ ἂν ἐξῆλθε τοῦ ἑαυτῆς οἴκου, εἰ μὴ ἤκουσε τῆς ἀδελφῆς λεγούσης· «Ὁ διδάσκαλο

 ἐκβάσεως ἄδηλον. πρὸς δὲ ἀναγωγὴν ῥητέον ὅτι 〚Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει διὰ τῶν προφητῶν, νῦν δὲ οὐκέτι. οὐ γάρ ἐστιν ἐν αὐτ

 παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, οὕτως ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ· εἴ τίς [τε] λαβὼν τὴν μνᾶν δεσμεύσει αὐ

 δυναμένους πι στεύειν 〚διὰ τὸ τετυφλῶσθαι αὐτῶν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πο νηροῦ〛 οὐκ ἀδύνατον ἦν πιστεῦσαι προσελθόντας τῷ Ἰησοῦ 〚καὶ εἰ πόντας· «Υἱὲ

 ἥλιος τὸ φῶς τὸ ἄδυτον καὶ ἀνέσπερον ἐπιδημήσας τῷ κόσμῳ καὶ διὰ τῶν θεοπρεπῶν τε καὶ ὑπὲρ λόγον θαυμάτων ἐνα στράψας αὐτοῦ τῆς θεότητος τὴν αἴγλην ἐπ

 θεωρεῖτε ἔχοντα».〛 περὶ δὲ τοῦ πῶς λέγεται αὐτῷ «Μὴ γίνου ἄπιστος ἀλλὰ πιστὸς» καὶ εἰς τὸ ὄνομα δὲ τοῦ Θωμᾶ τοι αῦτα ἂν λεχθείη, ὅτι τῶν μὲν ἀξιωθησομ

 ἐπιτεταμένον. ὁ γὰρ περὶ μεγάλων δογμάτων ἀπαγγέλλων· κατὰ τὴν νόησιν, ὡς δεῖ, μεγαλοφώνως προφέρει. 116 Τὸ δὲ «Γέγονεν» ἀντὶ τοῦ «γενήσεται» ληπτέον.

 τοῦ βασιλεύοντος θεοῦ ὠνόμασε. καὶ γὰρ καὶ παρ' ἡμῖν ἐν τῇ συνηθείᾳ ὁτὲ μὲν ἀπὸ τοῦ βασιλεύοντος, ὁτὲ δὲ ἀπὸ τοῦ τόπου ἡ αὐτοῦ βασιλεία σημαί νεται. ὥ

 καὶ ὄψις μόνη τοῦ διαφθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα.] 130 [∆ιὰ τοῦτο ἂν ἔμιξεν ἡμῖν .... καὶ τοῖς δαίμοσι γινόμενοι.] 131 Πρ

 νεκρῶν ἀναστάς. ἐπιγραφόμεθα αὐτὸν κεφαλὴν κατὰ προτύπωσιν τῆς αὐτοῦ ἀναστάσεως «οὗτινος ἐσμὲν μέλη ἐκ μέρους καὶ σῶμα διὰ τοῦ πνεύματος «εἰς ἀφθαρσία

ἐπι βληθείς, ἔδοξε νομισθῆναι τὸν πάντα ἐξ ὕδατος γεγενῆσθαι〛. 30 Τὸ «Ἐπίστευσαν» ἀντὶ τοῦ «Ἐβεβαιώθησαν» εἴρηται. τὴν γὰρ πίστιν ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἐπὶ τῆς βεβαιώσεως λέγει. τούτοις οὖν καὶ τὴν δόξαν αὐτοῦ μᾶλλον ἐφανέρωσεν. κτιστοῦ γὰρ καὶ οὐ κτίσματος τὸ οὐσίαν μεταβαλεῖν. οὐ γὰρ ποιότητος ἁπλῶς ἀλλ' οὐ σίας μεταβολὴ τὸ ἐξ ὕδατος οἶνον γενέσθαι. 31 Καὶ μετὰ τοῦτο κατέβη εἰς Καφαρναούμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ

μαθηταὶ αὐτοῦ . 〚Ζητεῖται παρὰ πολλοῖς περὶ τῶν ἀδελφῶν Ἰησοῦ πῶς εἶχεν τού τους, τῆς Μαρίας μέχρι τελευτῆς παρθένου διαμεινάσης.〛 ἀδελφοὺς μὲν οὐκ εἶχεν φύσει οὔτε τῆς παρθένου τεκούσης ἕτερον, οὐδ' αὐτὸς ἐκ τοῦ Ἰωσὴφ τυγχάνων. νόμῳ τοιγαροῦν ἐχρημάτισαν αὐτοῦ ἀδελ φοί, υἱοὶ τοῦ Ἰωσὴφ ὄντες ἐκ προτεθνηκυίας γυναικός· καὶ ἐπεὶ καθ' ὁμολογίαν γυνὴ αὐτοῦ ἡ Μαριὰμ

ἐχρημάτισεν. 〚τοῦτο γὰρ ὁ Μωϋσέως διδάσκει νόμος, μοιχείας τιμωρίαν ἐπάγων κατὰ τοῦ ἐπι βαίνοντος μνηστευθείσῃ παρθένῳ· ἐπιφέρεται γὰρ τὸ Ἀνθ' ὧν ἐταπείνωσε τὴν γυναῖκα τοῦ πλησίον, ἀποθανεῖται· εἰ τοίνυν ὁ νόμος γυναῖκα τοῦ

Ἰωσὴφ τὴν κατεγγυηθεῖσαν αὐτῷ παρθένον λέγει〛, ἀκολούθως τῇ τοιαύτῃ διατάξει ἀδελφοὶ τοῦ Ἰησοῦ εἴρηνται οἱ ἐκ τοῦ Ἰωσήφ, εἰ καὶ αὐτὸς ἐξ αὐτοῦ μὴ τυγχάνει. 32 [Τριῶν ἑορτῶν δημοτελῶν παραδοθεισῶν τοῖς Ἑβραίοις ὑπὸ τοῦ μεγάλου ἱεροφάντου Μωϋσέως μία ἦν ἡ καλουμένη Πάσχα, ὑπερ κειμένη τὰς ἑτέρας δύο ἅτε σωτηρίαν ἐμφαίνουσα τὴν ἐξ Αἰγύπτου καὶ μετάβασιν ἐπὶ τὴν ἁγίαν γῆν. ταύτῃ γοῦν τῇ πανηγύρει τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐκ πασῶν τῶν πόλεων καὶ κωμῶν ἔσπευδον ἐπὶ τὴν Ἱερουσαλήμ. ἐν μόνῃ γὰρ ταύτῃ τῇ πόλει παραδέδοτο ὑπὸ τοῦ νόμου τὸ πάσχα θύεσθαι. ἐχρημάτιζον δὲ αἱ τρεῖς ἑορταὶ ἀπὸ τοῦ νομοθετήσαντος αὐτὰς θεοῦ. ἐπεὶ δὲ Ἰουδαῖοι οὐκέτι κατὰ τὴν διάταξιν ἀλλὰ κατὰ τὰς ἰδίας ὀρέξεις τε καὶ ἡδονὰς ἦγον τὰς ἑορτάς, οὐ πάσχα τοῦ θεοῦ ἀλλὰ τῶν Ἰουδαίων ὁ εὐαγγελιστὴς λέγει. οὐκέτι γὰρ λατρείας ἕνεκα ἀλλὰ τρυφῆς χάριν ἤρχοντο εἰς Ἱερουσαλήμ. πάντα γὰρ εἰς εὐωχίαν ἐκ πάντων τῶν πέριξ τόπων ἐν αὐτῇ ἐκομίζετο καὶ ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπιπράσκετο. βόας γὰρ καὶ πρόβατα καὶ περιστερὰς πωλεῖσθαι ἐκεῖ ὥσπερ <ἐν> ἐμπορίῳ τινὶ εἶπεν ὁ εὐαγγελιστής. ἀλλ' ἐπεὶ συνέβαινε μὴ τοσαῦτα αὐτοὺς ἐπι κομίζεσθαι ἀργύρια ἐρχομένους ἐπὶ τὴν ἑορτήν, ἐπενόησάν τινες ἀργυραμοιβοὶ τραπέζας ἐκεῖ τιθέναι καὶ κολλυβίζειν, τουτέστι δανεί ζειν, χρυσία λαμβάνοντες παρὰ τῶν χρῃζόντων ἀργυρίων, πρὸς τὸ μεθύειν καὶ τρυφᾶν μᾶλλον ἢ ἑορτάζειν ἐληλυθότων. παντὸς τοι γαροῦν τοῦ Ἰουδαίων ἔθνους ἐκεῖ τυγχάνοντος καὶ σχολάζοντος μέ θαις, Ἰησοῦς εἰς τὸν τοῦ θεοῦ οἶκον εἰσελθὼν πάντας ἀπήλασεν ἐκεῖθεν αὐτὸ μόνον φραγέλλιον ἐκ σχοινίων ἔχων. οὐκ ἂν δὲ τοῦτο κατωρθοῦτο, εἰ ὁ τυχὼν ἄνθρωπος ἦν † καὶ ἐπιλαμβανόμενος τοῦτο πράττειν· οὐ μόνον γὰρ τὸ ἄλλο πλῆθος ἐξέβαλε τοῦ οἴκου ἀλλὰ καὶ αὐτοὺς τοὺς πιπράσκοντας τὰ πρὸς τὴν εὐωχίαν. μηδεὶς δὲ νομιζέτω τοῦτο τῶν ἄλλων θαυμάτων ἔλαττον εἶναι. οὐ γὰρ ἄνευ θεϊκῆς ἐνεργείας οἷόν τε ἦν ἕνα ἄνθρωπον τοσοῦτον πλῆθος ἐκβάλλειν, καὶ μάλιστα ἐξηγριωμένων καὶ φονώντων κατ' αὐτοῦ. καὶ αὐτοὶ γοῦν οἱ Ἰουδαῖοι καταπλαγέντες ἐπὶ τῷ τολμηθέντι φασὶν ἐν τοῖς ἑξῆς πρὸς αὐτόν· «Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα «ποιεῖς;» ∆υνάμει, λέγοντες, πηλίκος εἶ καὶ ποίαν θεοσέβειαν τελεῖν δυνάμενος, ὅτι τοιαῦτα πράττεις, τολμῶν ὅλον πολυάνθρωπον ἔθνος ἀπελαύνειν μόνος;] 33 Ἐπίστευον δὲ οὐκ εἰς αὐτόν, ἀλλ' εἰς τὸ ὄνομα αὐτοῦ. οὗτοι δὲ οὐ βεβαίαν οὐδὲ τελείαν ἔχουσιν γνῶσιν, περὶ ὧν καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἀλλὰ ῥᾷστα διαπεσεῖν δυναμένην. ὅθεν οὐδὲ ἐπίστευσεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ εἰδέναι αὐτὸν οὐκ ἐξ ἐπιπολῆς ἀλλ' ἐκ τοῦ βάθους τῆς διανοίας πάντα.