λιθίνας καρδίας» καὶ ἐντίθησι «σαρκίνας», ὥστε «τὰ προστάγματα αὐτοῦ φυλάττεσθαι» καὶ τηρεῖσθαι τὰς ἐντολάς, οὐκ ἔστι τὴν κακίαν ἀποθέσθαι ἐφ' ἡμῖν. τὸ γὰρ «ἐξαι ρεθῆναι τὰς λιθίνας καρδίας» οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν κακίαν, καθ' ἣν σκληρύνεταί τις, περιαιρεθῆναι ἀφ' οὗ ὁ θεὸς βούλεται· καὶ τὸ ἐγγενέσθαι καρδίαν «σαρκίνην», ἵνα ἐν τοῖς «προστάγμασί» τις «πορεύη ται» τοῦ θεοῦ καὶ «φυλάσσῃ» αὐτοῦ τὰς ἐντολάς, τί ἄλλο ἐστὶν ἢ εἰκτικὸν γενέσθαι καὶ μὴ ἀντίτυπον πρὸς τὴν ἀλήθειαν καὶ πρακτι κὸν τῶν ἀρετῶν; εἰ δὲ ταῦτα ἐπαγγέλλεται ὁ θεὸς ποιεῖν, καὶ πρὶν ἀφελεῖν αὐτὸν «τὰς λιθίνας καρδίας» οὐκ ἀποτιθέμεθα αὐτάς, δῆλον ὅτι οὐκ ἐφ' ἡμῖν ἐστιν ἀποθέσθαι τὴν κακίαν· καὶ εἰ οὐχ ἡμεῖς τι πράττομεν, ἵνα ἐγγένηται ἡμῖν ἡ «σαρκίνη καρδία», ἀλλὰ θεοῦ ἐστιν ἔργον, οὐχ ἡμέτερον ἔργον ἔσται τὸ κατ' ἀρετὴν βιοῦν, ἀλλὰ πάντη θεία χάρις. Ταῦτα μὲν ἐρεῖ ὁ ἀπὸ τῶν ψιλῶν ῥητῶν τὸ ἐφ' ἡμῖν ἀναιρῶν. ἡμεῖς δὲ ἀποκρινούμεθα τούτων οὕτως ἀκούειν δεῖν λέγοντες ὅτι, ὥσπερ ὁ ἐν ἀμαθίᾳ καὶ ἀπαιδευσίᾳ τυγχάνων, αἰσθανόμενος τῶν ἰδίων κακῶν ἤτοι ἐκ προτροπῆς τοῦ διδάσκοντος ἢ ἄλλως ἐξ ἑαυτοῦ, ἐπι δίδωσιν ἑαυτὸν ᾧ νομίζει δύνασθαι αὐτὸν χειραγωγήσειν ἐπὶ παί δευσιν καὶ ἀρετήν, ἐπιδιδόντος δὲ τούτου ὁ παιδεύων ἐπαγγέλλεται ἐξελεῖν τὴν ἀπαιδευσίαν καὶ ἐνθήσειν παιδείαν, οὐχ ὡς οὐδενὸς ὄντος εἰς τὸ παιδευθῆναι καὶ φυγεῖν τὴν ἀπαιδευσίαν ἐπὶ τῷ ἑαυτὸν προσ αγηοχότι θεραπευθησόμενον, ἀλλ' ὡς ἐπαγγελλόμενος βελτιώσειν τὸν βουλόμενον· οὕτως ὁ θεῖος λόγος ἐπαγγέλλεται τῶν προσιόντων τὴν κακίαν ἐξαιρεῖν, ἣν ὠνόμασε «λιθίνην καρδίαν», οὐχὶ ἐκείνων οὐ βουλομένων, ἀλλ' ἑαυτοὺς τῷ ἰατρῷ τῶν καμνόντων παρεσχηκότων· ὥσπερ ἐν τοῖς εὐαγγελίοις εὑρίσκονται οἱ κάμνοντες προσερχόμενοι τῷ σωτῆρι καὶ ἀξιοῦντες ἰάσεως τυχεῖν καὶ θεραπευόμενοι. καὶ ἔστι φέρ' εἰπεῖν τὸ «τοὺς τυφλοὺς ἀναβλέψαι» ἔργον κατὰ μὲν τὸ ἠξιω κέναι πιστεύσαντας δύνασθαι θεραπεύεσθαι τῶν πεπονθότων, κατὰ δὲ τὴν ἀποκατάστασιν τῆς ὁράσεως τοῦ σωτῆρος ἡμῶν. οὕτως οὖν ἐπαγγέλλεται ὁ λόγος τοῦ θεοῦ ἐμποιήσειν ἐπιστήμην τοῖς προσιοῦ σιν, «ἐξελὼν τὴν λιθίνην» καὶ σκληρὰν «καρδίαν», ὅπερ ἐστὶ τὴν κα κίαν, ὑπὲρ τοῦ τινα «πορεύεσθαι» ἐν ταῖς θείαις ἐντολαῖς καὶ «φυλάσ σειν» τὰ θεῖα «προστάγματα». 3.1.16 Ἦν μετὰ ταῦτα τὸ ἀπὸ τοῦ εὐαγγελίου, ὅτε ὁ σωτὴρ ἔφασκε «διὰ τοῦτο τοῖς ἔξω ἐν παραβολαῖς λαλεῖν, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς». καὶ ἐρεῖ ὁ ἐξ ἐναντίας· εἰ πάντως τῶν σαφεστέρων ἀκούσαντες οἵδε τινὲς ἐπιστρέφουσι, καὶ οὕτως ἐπιστρέφουσιν, ὥστε ἀξίους αὐτοὺς γενέσθαι ἀφέσεως ἁμαρτημάτων, οὐκ ἔστι δὲ ἐπ' αὐ τοῖς τὸ ἀκοῦσαι τῶν σαφεστέρων λόγων, ἀλλ' ἐπὶ τῷ διδάσκοντι, καὶ διὰ τοῦτο οὐκ ἀπαγγέλλει αὐτοῖς σαφέστερον, «μήποτε ἴδωσι καὶ συνῶσιν», οὐκ ἔστιν ἐπ' αὐτοῖς τὸ σωθῆναι· εἰ δὲ τοῦτο, οὔκ ἐσμεν αὐτεξούσιοι περὶ σωτηρίας καὶ ἀπωλείας. πιθανὴ μὲν οὖν πρὸς ταῦτα ἀπολογία ἦν, εἰ μὴ προσέκειτο τὸ «μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς», τὸ ὅτι οὐκ ἐβούλετο τοὺς μὴ ἐσομένους καλοὺς καὶ ἀγαθοὺς συνιέναι τῶν μυστικωτέρων ὁ σωτὴρ καὶ διὰ τοῦτο «ἐλάλει αὐτοῖς ἐν παραβολαῖς». νῦν δέ, κειμένου τοῦ «μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς», ἡ ἀπολογία ἐστὶ χαλεπωτέρα. Πρῶτον τοίνυν σημειωτέον ἐστὶ τὸν τόπον πρὸς τοὺς ἑτεροδό ξους, λεξιθηροῦντας μὲν τὰ ἀπὸ τῆς παλαιᾶς διαθήκης τοιαῦτα, ἔνθα ἐμφαίνεται, ὡς αὐτοὶ τολμῶντες λέγουσιν, ὠμότης τοῦ δημιουργοῦ ἢ ἀμυντικὴ καὶ ἀνταποδοτικὴ τῶν χειρόνων προαίρεσις, ἢ ὅ τι ποτὲ θέλουσι τὸ τοιοῦτον ὀνομάζειν, μόνον ἵνα λέγωσιν οὐκ ἀγαθότητα εἶναι ἐν τῷ κτίσαντι· οὐχ ὁμοίως δὲ οὐδὲ εὐγνωμόνως ἐντυγχάνοντας τῇ καινῇ, ἀλλὰ παραπεμπομένους τὰ παραπλήσια οἷς νομίζουσιν εἶναι ἐπιλήπτοις ἀπὸ τῆς παλαιᾶς. φανερῶς γὰρ καὶ κατὰ τὸ εὐαγγέλιον ὁ σωτὴρ δείκνυται, ὡς αὐτοὶ φάσκουσιν ἐπὶ τῶν προτέρων, διὰ τοῦτο σαφῶς μὴ φθεγγόμενος, ἵνα μὴ ἐπιστρέψωσιν οἱ ἄνθρωποι, καὶ ἐπι στρέψαντες ἀφέσεως ἁμαρτημάτων ἄξιοι γένωνται· ὅπερ καθ' αὑτὸ οὐδενὸς ἔλαττόν ἐστι τῶν