Adnotationes in Deuteronomium

 συνάπτει λέγων εὐθύς· Καὶ στρουθίον, καὶ λάρον. Ἄπληστα γὰρ οἶμαι ταυτὶ, τὸ παρεμ πῖπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ

 Θεοῦ, ᾧτινι οἱ θεσπέσιοι μαθηταὶ ἀπέκτεινον ἅπαν ἀρσενικὸν τῆς ἀντικειμένης δυνά μεως, ὡς Σίμωνα καὶ Ἐλύμαν τοὺς μάγους, καὶ τὰ ἰσχυρὰ δὲ αὐτῶν κατέλυ

 ἐπαμύνειν τοῦ πεποιηκότος Θεοῦ εἰς ἐφεδρῶνας ἰόντες. ∆εῖ οὖν ἡμᾶς καταχωννύειν ἀκαθαρσίας, Ὅτι Κύριος περιπατεῖ ἐν τῇ παρεμβολῇ. Ἐνοικεῖ γὰρ ἡμῖν καὶ

ἐπαμύνειν τοῦ πεποιηκότος Θεοῦ εἰς ἐφεδρῶνας ἰόντες. ∆εῖ οὖν ἡμᾶς καταχωννύειν ἀκαθαρσίας, Ὅτι Κύριος περιπατεῖ ἐν τῇ παρεμβολῇ. Ἐνοικεῖ γὰρ ἡμῖν καὶ ἐμπεριπατεῖ Χριστός. ΚΕΦ. Κ∆ʹ. Στίχ. ʹ. Οὐκ ἐνεχυράσεις μύλον, οὐδὲ ἐπι μύλιον, ὅτι ψυχὴν οὕτως ἐνεχυράζει. Εἰς τὸ αὐτὸ ἄλλως. Οὐκ ἔστι μύλος οὐδὲ ἐπιμύλιον ψυχῇ, ἀλλὰ πρὸς ἐργασίαν συντελεῖ ἄρτου, δι' οὗ μάλιστα ζῶσιν οἱ ἄνθρωποι. Σημειωτέον αὐτὸν διὰ τὸ αἷμα. Καὶ γὰρ περὶ αὐτοῦ ἐλέχθη· Ὅτι τοῦ σώ ματος τὸ αἷμα ψυχή ἐστιν. Καταχρηστικῶς οὖν ταῦτα νοητέον. Οὔτε γὰρ τὸ αἷμα, οὔτε ὁ μύλος ψυχὴ, ἀλλὰ πρὸς τὸ ζῇν συμβαλλόμενα. ΚΕΦ. ΚΖʹ. Στίχ. ιεʹ. Καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. Ἐπειδὴ εἰκὸς ἦν, τινὰς φόβῳ τῆς τιμωρίας σπου δάζειν λανθάνειν, καὶ ἐν παραβύστῳ καὶ λανθανόν τως τὴν ἀσέβειαν ἐπιτηδεύειν· πρὸς μείζονα φόβον καὶ ἀπειλὴν τῶν ταῦτα ποιούντων, καὶ ἀραῖς ὑπο βάλλει τοὺς ἀμάρτυρον τὴν ἁμαρτίαν ἐργαζομένους. Τοιοῦτοί εἰσιν οἱ εὐλάβειαν ἐπίπλαστον ὑποκρινόμε νοι, ἔνδον δὲ τὰ πάθη κατορύττοντες, καὶ ἐν τῷ τῆς διανοίας κινήματι πρὸς πᾶν εἶδος ἀτοπίας ἐκβακχευό μενοι. Οὗτοί εἰσιν οἱ ἐν ἀποκρύφῳ τιθέντες τὰ εἴδωλα. Στίχ. ιζʹ. Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον. Ὅρια τοῦ πλησίον μετατίθησι καὶ ὁ ἀπὸ τῆς ἀλη θοῦς θεογνωσίας, καὶ τῆς ἐνθέου πολιτείας παρασα λεύων τὸν ἐντὸς εὑρισκόμενον. Καὶ δηλοῖ τὰ ἐπαγό μενα. Στίχ. ιηʹ. Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ. Τοῦ αὐτοῦ. Τοιοῦτοί εἰσι καὶ οἱ ἀπὸ εἰδωλολατρείας καὶ τοὺς ἐκ περιτομῆς ἐπὶ μυσαρὰς αἱρέσεις ἐφελ κόμενοι. Τυφλοὺς γὰρ ὄντας αὐτοὺς καὶ μήπω τὸ φῶς τῆς ἀληθείας ἐσχηκότας καὶ θεογνωσίας, ἀπατῶσι δὲ καὶ πλανῶσιν, ἑτέραν ἀντὶ τῆς ἀποστολικῆς παρα δεικνύντες ὁδόν. Στίχ. ιθʹ. Ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρί σιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. Ὑπὸ τὴν αὐτὴν ἀρὰν τίθησι τοὺς ὡσαύτως ἐκκλί νοντας κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας, ἄλλως πως πάλιν τὸ αὐτὸ εἰπών. Εἰ γὰρ τὸ ῥητὸν ἔχει τὸ ὀφέλειμον, ἀλλὰ καὶ ἡ θεωρία τὸ ὑψηλό τερον. Προσήλυτοι γάρ εἰσιν οἱ ἐξ ἐθνῶν εἰσιόντες τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Οἱ δὲ ὀρφανοὶ κυρίως εἰ σὶν οἱ ἀποταξάμενοι μὲν τῷ ἑαυτῶν πατρὶ τῷ Σατα νᾷ, μηδέπω δὲ τὸν Ἰησοῦν ἐνδυσάμενοι, ἀλλ' ἔτι καὶ κατηχουμένοις ἐνάριθμοι. Ὁμοίως δὲ καὶ οὗτοι χῆραί εἰσιν, ἀποστραφεῖσαι μὲν τὸν ἐγκατασπείροντα αὐ 17.36 τοῖς τὰ τῆς ἀπωλείας σπέρματα· οὔπω δὲ τῷ Χριστῷ ἁρμοσθέντες, ὡς ἁγνὴ παρθένος, κατὰ τὸν θεῖον Ἀπόστολον. Οἱ οὖν ἐκκλίνοντες τὴν κρίσιν τούτων, καὶ μὴ παραδιδόντες αὐτοῖς ἀνόθευτον τὸ τῆς εὐσεβείας μυστήριον, ὑπὸ κατάραν εἰσίν. Καὶ τὰ ἄλλα δέ τις φι λοπόνως ἐπεξιὼν, δυνήσεται πνευματικῶς θεωρεῖν, σωζομένης τῆς ἑρμηνείας. Στίχ. κʹ. Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου. Τὸ, ἐν πᾶσι, κείμενον παρὰ τοῖς Ἑβδομήκοντα, κυροῦται ἀπὸ τοῦ Σαμαρειτικοῦ ἀντιγράφου, ἐν ᾧ τὸ χὸλ, ὅπερ ἐστὶ πᾶσιν ἢ πάντα, φερόμενον εὕρο-μεν. Οἷς συνᾴδει καὶ ὁ Ἀπόστολος λέγων· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ὅθεν οἱ ἐκ περιτομῆς ἐλέγχονται ὑπὸ κατάραν ὄντες, τὸ μὴ πάντα ποιεῖν. ΚΕΦ. ΛΓʹ. Στίχ. ʹ. Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω. Ἐπειδὴ Ἰακὼβ ἀποθνήσκων κατηράσατο τῷ Ῥουβὶμ λέγων· Ὡς ὕδωρ μὴ ἐκζέσῃς. Ὁ Μωϋσῆς εὐλογῶν φησι· Ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω. Ἀμφότερα καλῶς Ὅ τε γὰρ πατὴρ κατήραται αὐτῷ ὡς τῇ παλλακῇ συνελθόντι, τὰ ἑξῆς παιδεύων καὶ φοβῶν· καὶ Μωϋσῆς δικαίως εὐλογεῖ μετὰ ταῦτα· ἐπειδὴ μόνος ἐφείσατο τοῦ Ἰωσὴφ, ὅτε ἀνελεῖν αὐτὸν ἐβούλοντο οἱ ἀδελφοὶ αὐτοῦ. Ἄτοπον δὲ ἦν κατάραν μὲν προχωρῆσαι κατὰ ἡμαρτηκότος, εὐλογίαν δὲ μὴ δοθῆναι κατορθώσαντι.