Chronographia brevis [Dub.] (recensiones duae)

 οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπ αγγελίαν. καὶ αὐτὸς ἐν ἐξόδῳ συνᾴδει Μωσῆς, ἐν οἷς φησιν· ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν κατῴκη σαν ἐν Αἰγύ

 κατὰ Ἀλεξάνδρειαν ἀπετέθησαν βιβλιοθήκαις ἐπὶ Ἐλεά ζαρ ἀρχιερέως]. Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κεʹ. Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη ιζʹ. Πτολεμαῖος ὁ Ἐπιφαν

 Ἀντωνῖνος Γάβαλος ἔτη δʹ. καὶ ἐσφάγη ἐν τῇ Ῥώμῃ. Ἀλέξανδρος ὁ Μαμαίας ἔτη ιγʹ. καὶ ἐσφάγη [ἐν Μογοντιακῷ]. Μάξιμος ἔτη γʹ. καὶ ἐσφάγη [ἐν Ἀκυλίᾳ]. Γορ

 Μαρκιανὸς καὶ Οὐαλεντινιανὸς ἔτη κθʹ. Ἐφ' οὗ ἡ ἐν Χαλκηδόνι τετάρτη ἁγία σύνοδος τῶν χλʹ ἁγίων πατέρων ἐγένετο. Λέων ὁ μέγας ἔτη ιʹ. Λέων ὁ μικρὸς συμ

 ἕως τέλους Ἀβραὰμ ἔτη οʹ. Ὁμοῦ ἔτη γσξηʹ. Ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἔτη υλʹ. Ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς ναοῦ κυρίου ἔτ

 εἰργάσατο εἰς τὸν οἶκον Ἀχαὰβ φόνων, μέχρι δʹ γε νεᾶς τοὺς ἐξ αὐτοῦ κρατήσειν τῆς βασιλείας τοῦ Ἰσραήλ, μῆνας ʹ. ιεʹ Σεροὺμ ἀποκτείνας Ζαχαρίαν ἐβασίλ

 Χριστὸς φανερωθεὶς ἤρξατο τοῦ κηρύγματος καὶ τῶν σημείων. Τὸν δὲ Ἄνανον Γρᾶτος ὁ Ῥωμαῖος παύσας κατέστησεν ἄλλον Ἰσμάηλον. μαʹ Ἐλεάζαρ υἱὸς Ἀνάνου. μβ

 βασιλέως ἔτη ιʹ. κδʹ Ἀλέξανδρος ἔζησεν ἔτη ηʹ καὶ ἐπισκόπησεν ἔτη κγʹ. κεʹ Παῦλος ὁ ὁμολογητὴς ἔτη γʹ. ἐκβληθεὶς ὑπὸ Κωνσταντίου. κʹ Εὐσέβιος ἀρειανὸς

 μῆνας ιʹ. ξηʹ Παῦλος ἀπὸ λαϊκῶν ἀσηκρήτης ἔτη ʹ μῆνας ηʹ. ξθʹ Καλλίνικος πρεσβύτερος καὶ σκευοφύλαξ Βλαχερνῶν ἔτη ιβʹ. ἐτυφλώθη ὑπὸ Ἰουστινιανοῦ τοῦ ῥ

 Μάρκος ἔτη ηʹ. ιζʹ Κασσιανὸς ἔτη εʹ. ιηʹ Πούπλιος ἔτη εʹ. ιθʹ Μάξιμος ἔτη δʹ. κʹ Ἰουλιανὸς ἔτη βʹ. καʹ Γαϊανὸς ἔτη γʹ. κβʹ Σύμμαχος ἔτη βʹ. κγʹ Γάϊος

 ∆ημητριανὸς ἔτη δʹ. ιʹ Παῦλος ὁ Σαμοσατεὺς ἔτη ηʹ. ιζʹ ∆όμνος ἔτη βʹ. ιηʹ Τίμαιος ἔτη ιʹ. ιθʹ Κύριλλος ἔτη ιεʹ. κʹ Τύραννος ἔτη ιγʹ. Μέχρι τούτων οἱ ἐ

 ἀποστόλων στίχων ςʹ. ʹ Κλήμεντος λβʹ στίχων βχʹ. ζʹ Ἰγνατίου, Πολυκάρπου, Ποιμένος καὶ Ἑρμᾶ.

κατὰ Ἀλεξάνδρειαν ἀπετέθησαν βιβλιοθήκαις ἐπὶ Ἐλεά ζαρ ἀρχιερέως]. Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κεʹ. Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη ιζʹ. Πτολεμαῖος ὁ Ἐπιφανὴς ἔτη κδʹ. Τὰ κατὰ τῶν Μακκαβαίων ἐπὶ τούτου γεγένηται. Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη λεʹ. Πτολεμαῖος ὁ Νεώτερος ἔτη κθʹ. Πτολεμαῖος ὁ Φούσκων ἔτη ιζʹ μῆνας ʹ. Πτολεμαῖος ὁ καὶ Ἀλέξανδρος ἔτη ιʹ. 91 Πτολεμαῖος ὁ ἀδελφὸς αὐτοῦ ἔτη ηʹ. Πτολεμαῖος ὁ ∆ιόνυσος ἔτη λʹ. Κλεοπάτρα Πτολεμαίου ἔτη κβʹ. Τῷ τρίτῳ ἔτει ταύτης πρῶτος ἐμονάρχησε Ῥωμαίων Γάϊος Ἰούλιος Καῖσαρ· ἀφ' οὗ καίσαρες οἱ ἑξῆς βασιλεῖς προσηγορεύθησαν. οὗτος ἐβασίλευσεν ἔτη δʹ μῆνας ζʹ. Ἀπὸ τούτου ἐβασίλευσε. Καῖσαρ Σεβαστὸς ὁ καὶ Αὔγουστος ἔτη νʹ καὶ μῆνας ʹ. Ἐντεῦθεν οἱ Ἀντιοχεῖς τοὺς χρόνους αὐτῶν ἀριθμοῦσιν. Οὗτος τῷ ιεʹ ἔτει τῆς αὐτοῦ βασιλείας Κλεοπάτραν ἀνελὼν καθεῖλε τὴν τῶν Πτολεμαίων ἀρχήν. οἳ ἐβα σίλευσαν ἔτη ςεʹ. Γίνονται οὖν τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως ἀρχῆς βασιλείας Αὐγούστου κατὰ τοὺς ἀκριβεῖς χρονογράφους ἔτη ευνζʹ. [Αὔγουστος οὖν, ὡς εἴρηται, ἐβασίλευσεν ἔτη νʹ καὶ μῆ νας ʹ]. τῷ δὲ μβʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἐγεννήθη τὸ κατὰ σάρκα ἐκ τῆς ἁγίας παρθένου [καὶ θεοτόκου] Μαρίας ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ πρὸ αἰώνων θεὸς [ἐν Βηθλεὲμ τῆς Ἰουδαίας πρὸ ὀκτὼ καλανδῶν Ἰαννουαρίων ὅ ἐστι Χυὰκ κθʹ, τοῦτ' ἔστι ∆εκεμβρίῳ κεʹ]. Κυρίνιος δὲ ὑπὸ τῆς συγκλήτου βουλῆς ἀποστα 92 λεὶς εἰς τὴν Ἰουδαίαν ἀπογραφὰς ἐποιήσατο τῶν οὐσιῶν καὶ τῶν οἰκητόρων. Γίνονται οὖν ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τῆς ἐναν θρωπήσεως τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ [κατὰ πᾶσαν ἀκρίβειαν] ἔτη εφʹ. Μετὰ Αὔγουστον Ῥωμαίων τρίτος ἐβασίλευσε Τιβέριος ἔτη κγʹ. Τῷ ιεʹ ἔτει τῆς αὐτοῦ βασιλείας τῆς [σωτηρίου καὶ] εὐαγγελικῆς διδασκαλίας ἄρχεται ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. Τῷ δὲ ιθʹ ἔπαθεν ἐν Ἱερουσαλὴμ ὑπὲρ ἡμῶν τὸ σω τήριον πάθος [πρὸ ηʹ καλανδῶν Ἀπριλλίων, Φαμενὼθ κθʹ, ὅ ἐστι] Μαρτίῳ κεʹ. [Γίνονται οὖν] ὁμοῦ τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως τοῦ σω τηριώδους πάθους καὶ τῆς ἀναστάσεως [τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ] ἔτη εφλγʹ. Μετὰ Τιβέριον ἐβασίλευσε Γάϊος ἔτη γʹ μῆνας ιʹ. καὶ ἐσφάγη ἐν τῷ παλατίῳ. Κλαύδιος ἔτη ιγʹ μῆνας θʹ. Γάλβας μῆνα αʹ· καὶ ἐσφάγη ἐν Ῥώμῃ. Νέρων ἐβασίλευσεν ἔτη ιγʹ μῆνας ιʹ. καὶ φυγὼν ἑαυτὸν ἔχωσε ζῶντα. Πέτρος δὲ καὶ Παῦλος ἐπὶ αὐτοῦ ἐμαρτύρησαν καὶ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου ὑπὸ Ἰουδαίων ἐλιθάσθη ἐν Ἱεροσολύμοις. 93 Ὄθων ἐβασίλευσε μῆνας γʹ· καὶ ἑαυτὸν ἀνεῖλε. Βιτέλλιος μῆνας ηʹ. Οὐεσπασιανὸς ἔτη ιʹ [ἀπεγένετο ἐν κήποις Σαλουστιανοῖς].. Ἐν ἔτει δευτέρῳ τῆς τούτου βασιλείας γέγονεν ἡ ἅλω σις Ἱερουσαλὴμ ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Τίτου μετὰ λʹ ἔτη τῆς ἀναλήψεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τίτος ὁ υἱὸς αὐτοῦ ἔτη βʹ μῆνας βʹ· καὶ ἐσφάγη ἐν τῷ παλατίῳ. ∆ομετιανὸς ἔτη ιεʹ μῆνας εʹ. Καὶ τούτου διωγμὸν κινήσαντος Ἰωάννης ὁ ἀπόστολος Πάτμον οἰκεῖν τὴν νῆσον κατεδικάσθη διὰ τὴν εἰς Χρι στὸν ὁμολογίαν. μετὰ δὲ ∆ομετιανοῦ τελευτὴν ἐπάνει σιν ἀπὸ τῆς νήσου καὶ παρέμεινεν ἐν Ἐφέσῳ [μέχρι τῆς Τραϊανοῦ βασιλείας]. Νερούας ἐβασίλευσεν ἔτος αʹ μῆνας δʹ. Τραϊανὸς ἔτη ιθʹ μῆνας ʹ. Ἐπὶ τούτου Ἰγνάτιος ὁ θεοφόρος [ἐν Ῥώμη] ἐμαρτύ ρησεν [θηρίοις βορὰ παραδοθείς]. Ἀδριανὸς ἔτη καʹ. [Ἀπεγένετο ἐν Βαΐαις ὑδρωπιάσας.] Καὶ οὗτος καθελὼν τὰ Ἱεροσόλυμα Αἰλίαν τὴν πόλιν ὠνόμασε. καὶ οὗτος ὑδρωπιάσας ἀπεκτάνθη. 94 Τίτος Ἀντωνῖνος ὁ ἐπικληθεὶς Εὐσεβὴς σὺν τοῖς παισὶν αὐτοῦ [Αὐρηλίῳ Οὐήρῳ καὶ Λουκίῳ] ἔτη κβʹ μῆνας γʹ. Μάρκος [Αὐρήλιος] ὁ υἱὸς αὐτοῦ ἔτη ιθʹ μῆνας ιαʹ. Ἐπὶ αὐτοῦ Ἰουστῖνος ὁ φιλόσοφος ἐμαρτύρησεν. Ἀντωνῖνος ὁ καὶ Βῆρος ἔτη ιβʹ. Κώμωδος ἔτη ιγʹ. Αἴλιος Περτίναξ μῆνας ʹ. καὶ ἐσφάγη ἐν τῷ παλατίῳ. Σευῆρος ἔτη ιηʹ. Ἐπὶ αὐτοῦ Λεωνίδης ὁ πατὴρ Ὠριγένους [τοῦ κακό φρονος] ἐμαρτύρησε καὶ Ἱππόλυτος ὁ Ῥώμης συγγρα φεὺς ἤκμαζε καὶ Γρηγόριος ὁ θαυματουργός [καὶ Κλήμης ὁ Ἀλεξανδρεύς]. Ἀντωνῖνος υἱὸς Σευήρου ἐβασίλευσεν ἔτη ζʹ. καὶ ἐσφάγη [μεταξὺ Βαιῶν καὶ Ἐδέσης]. Μακρῖνος ἔτος αʹ. καὶ ἐσφάγη.