Orationes forenses et acta

 παρ' ἐκείνου ἕκαστος εὐηργέτησθε, τοῦτο ἐνταυθοῖ προθέντας εὐνοίᾳ τῇ πρὸς ἐκεῖνον δεκάσαι τὰς ψήφους, καὶ ἀνθρώπῳ χαριζομένους κατολιγωρῆσαι θεοῦ. νῦν

 περικαθίσασα καὶ πρὸς τὸ ἐνθεάζειν ἑαυτὴν ἀνερεθίσασα καὶ ἀναβακχεύσασα. Τὸ μὲν οὖν τοὺς πολλοὺς ἐντεῦθεν ἐξαπατᾶσθαι οὐ πάνυ θαυμάζω· τὸ γὰρ τῆς ἐπιπ

 ἐκείνης οὔτ' ἄλλο τι τῶν ἀπειρημένων ἐμοί, ἐκείνοις δὲ διαβεβοημένων καὶ τιμωμένων. τῶν μὲν γὰρ πρώτων ἀτοπημάτων τάχ' ἄν τις αὐτὸν παραιτήσηται, ὅτι

 ἀπαριθμεῖσθαι; ἀρκεῖ γὰρ τέως ἡ μαντική. ἐγὼ δ' ὡς οἶμαι, εἴ γε προεγεγόνει τοῦτο, καὶ ταῦτ' ἂν γενναίως ἀπεμνημόνευσε καὶ μετὰ τῶν ἐν ∆ελφοῖς ἀπηρίθμ

 διαφορᾶς θεαγωγιῶν ἐπὶ τῷ τέλει ἐπάγει· προκαταστέλλειν δὲ πάντα τὰ ἐμπόδια χρὴ τῆς τῶν θεῶν ἐπιφοιτήσεως καὶ ἠρεμίαν ἐπιτιθέναι τῶν περὶ ἡμᾶς πᾶσαν,

 τούτοις ἡδέως ἂν πυθοίμην ὑμῶν, πότερον ἔξεστιν ἱερεῖ τοιούτοις μυστηρίοις τελεῖσθαι καὶ τοιούτων ἀξιοῦσθαι τῶν τελετῶν ἢ καὶ τὸ λέγειν ἄντικρυς βλασφ

 εὐθὺς οὖν ἅπαντες ἠρυθρίασαν, μᾶλλον μὲν οὖν ἠλάλαξαν ταῖς φωναῖς καὶ τῶν ἐξάρχων τῆς ἀσεβείας κατεψηφίσαντο καὶ τὰς συγγραφὰς βλασφημίας κατωνομάκασι

 διέγνωκεν; εἰ δὲ καὶ μὴ τὸ τῆς συνόδου μέρος τῇ συγκλήτῳ βουλῇ συντετέλεκε μηδὲ τοῖς ἐκκρίτοις τῶν Ναζιραίων- καὶ γὰρ οὐδ' ἡ μερὶς αὕτη τῆς κοινῆς ἀκρ

 Ἀριστοτέλους θεολογίαν καὶ τὴν ψυχογονίαν τοῦ Πλάτωνος καὶ τοὺς καινοὺς ἀριθμοὺς καὶ τὰς ἀναπλάσεις τῶν δογμάτων καὶ τὴν δαπάνην τοῦ μεριστοῦ, τίς ποτ

 τίς ὑμῖν περὶ τούτου ὑπολέλειπται λόγος ἢ ὅπως τούτοις οὖσί γε τηλικούτοις διαμφισβητεῖτε πρὸς ἀλλήλους καὶ ὑπερήμερον τίθεσθε τὴν ἀπόφασιν. δεῖ μὲν γ

 δέ σου ἡδέως ἄγαμαι καὶ τὸ ἐν ὑπομνήματι τοῦ καλοῦ ἐγκώμιον. οὗ μὲν γὰρ τὸ ὅλον ἀντέχεται καὶ τὰς κοινὰς φροντίδας ἀχθοφορεῖ, κατολιγωρεῖς καὶ σκώπτει

 πάντες, πρὸς οὓς διαφερόμεθα, τὰς συγχύσεις ἢ τὰς διαιρέσεις ἐπρέσβευσαν. τί γὰρ κοινὸν ὕλῃ καὶ ἰδέαις πρὸς τὰ ἡμέτερα δόγματα; ἀλλ' ἐπειδὴ ταύτας μὲν

 τε καὶ ἐπηρμένου καὶ τοῦ ἐν αὐτῷ καθημένου. γνῶθι τὰς χερουβικὰς καὶ σεραφικὰς πτέρυγας, τὴν τοῦ ἀριθμοῦ τελειότητα, τὴν συμβολικὴν τοῦ προσώπου συγκά

 διέσεισαν. εἰ μὲν γὰρ ἀμύητοι τῶν καθ' ἡμᾶς λόγων ἐτύγχανον ὄντες καὶ παντάπασιν ἀκατήχητοι τῶν μυστηρίων τοῦ πνεύματος, τάχ' ἂν τῷ φωτὶ προσελθόντες

 γὰρ ὁ δεχόμενος προφήτην μισθὸν προφήτου λήψεται, ἐκ τοῦ ἐναντίου καὶ μείζονος ὁ δεχόμενος ἀσεβῆ ποινὴν λήψεται ἀσεβοῦς, καὶ μάλιστα πατριάρχης, καὶ τ

 πάντων ὁμοίως καταπεφρόνηκεν, καίτοι ὥσπερ τοῖς ὠσὶν αὐτοῦ ἐφεστηκὼς ὁ νόμος ἐβόα· μηδεὶς τὰ βέβηλα διδασκέτω ἢ μανθανέτω. καὶ πάλιν ἑτέραν ἠφίει φω

 συνεῖρέ τε καὶ ἀπήμεσεν, εἰκοστότριτον τοῦτο σύγγραμμα οἴεται ἢ μᾶλλον τῶν τότε πάντῃ ἡμεδαπῶν καὶ τῶν τοῦ νόμου καὶ τῆς σκιᾶς μέσον τίθησιν ὥσπερ τιν

 Νεστορίου λύττης τὴν μανίαν ἀπεικονίζουσαν. ὑμῖν ἀφῆκα συγκρίνειν αὐτὴν τοῖς τῶν Μασσαλιωτῶν δόγμασι. τὴν θήλειαν αὐτοῖς θεὸν ἢ ὑπηρέτιν θεῶν ἐκ τῶν ἀ

 προδήλως καὶ ἀνακεκαλυμμένως ὁ πατριάρχης ἠσέβηκε. καὶ οὔτε βουλομένοις τισὶν ὑμῶν οὔτε περὶ ἐκείνου σπουδάζουσιν ἔξεστιν ὑπεραπολογεῖσθαι ἐκείνου καὶ

 καί τινας ἀπὸ τῆς ἑσπέρας δυνάμεις διαβιβάσας εἰς πόλεμον διηρέθισε, γίνονται μὲν ἀλλήλοις ἀντιπρόσωποι ἑκατέρωθεν. καὶ σφοδρὸς μὲν ἀναρριπίζεται πόλε

 ἀναβαλόμενος πείθεται καὶ μετριοφρονεῖ καὶ συγκάτεισι. καὶ κατὰ δυοῖν βασιλέων τολμᾷ, ὧν τὸν μὲν ἡ βασίλειος εἶχεν αὐλὴ πᾶσι τοῖς παρασήμοις κοσμούμεν

 διαφορούμενος. ὁ δὲ Πιλᾶτος κρίνων ἐκάθητο τὸν ἐμὸν θεοκίνητον καὶ χριστὸν κυρίου περινοούμενον αὐτοκράτορα, οὐκ ἀμφιβάλλων, οὐ τὰς χεῖρας ἀπονιπτόμεν

 ἀποκτενοῦντας τὸν αὐτοκράτορα, εἰ μή γε ταχὺ καταβαίη καὶ αὐτῷ τὴν κεφαλὴν ὑποκλίνοι, ὁ δὲ τὴν τυραννικὴν δείσας ὠμότητα καὶ καταπτήξας μή τι πάθῃ δει

 καινοτομῆσαν ἀξίαν καὶ κάτω γενήσεσθαι. ἐκεῖ μὲν οὖν ὁ ἑωσφόρος κατὰ τῆς πρώτης ἐλύττησεν ἀγαθότητος, ἐνταῦθα δὲ ὁ ἑσπέριος κατὰ τῆς βασιλικῆς ἐπικεχε

 βίῳ δαιμόνια. Ἀλλὰ πάλιν πρὸς ὑμᾶς ἐπέστραμμαι τοὺς δικάζοντας καὶ αὖθις ἀπανερωτῶ· πότερον τετόλμηταί τι τούτῳ ἢ οὔ; πάντως ἐρεῖτε τὸ πρότερον. τί οὖ

 εἶτα μὴ τυγχάνοντες τοῦ σκοποῦ παίειν καὶ φονεύειν προείλοντο. οὐ πᾶσι δῆλον, ὅτι τὰς ἐνίων οἰκίας διορύττοντες καὶ ἀναμοχλεύοντες τῶν φυλάκων ἀνειργό

 φθοραῖς, εἰ ἐνίσταιτο λέγων ὡς οὔτε προὔτρεπε ταῦτα οὔτε ἐβούλετο, ἀλλὰ καὶ πολλοὺς τῶν τολμησάντων κολάσεσιν ἁπάσαις ἐτιμωρήσατο, ἆρ' ἂν ἐλευθερωθείη

 πρὸς τοῖς δεξιοῖς μέρεσιν, αὐτοῦ που πρὸς τῇ εἰσόδῳ, ἀλλ' εἰς αὐτὸν εὐθὺς ἀναβέβηκας τὸν ἐπὶ γῆς οὐρανόν, ὥσπερ δεινὸν ἡγησάμενος, εἰ μὴ τῆς τόλμης εὐ

 παρεννοῶν τοὺς θείους νεὼς κατεστρέφετο; καὶ οὐκ ἀνίει ἄλλον ἐπ' ἄλλῳ τιθεὶς καὶ ἐκλελειμμένα ποιῶν ἐρείπια. οὐ γὰρ μόνον τὸν κόσμον ἀφῄρει τοῦ νεὼ οὐ

 συνερείδοντες· συγκατερρήγνυντο τοῖχοι αὐταῖς εἰκόσι τε καὶ ἀγάλμασι. καὶ ἦν πάντα ὥσπερ ἐν συσσεισμῷ, ἀέρος ἀμαυρουμένου, γῆς ἀναβρασσομένης, θεμελίω

 καὶ τὰ τοῦ ἀποστόλου Λουκᾶ πυρὶ καίεται καὶ εἰς χοῦν ἀναλύεται. δέδοικα μὴ καὶ μαρτύρων ἐνταῦθα κατέκειτο σώματα. φοβοῦμαι μή τι τῶν τοῦ Ἀνδρέου μελῶν

 σοι καὶ τοῦτο ἐάσομαι. οὐκ ἐδεῖτο μὲν τῶν νεκροστόλων ἀμφίων. ὁμολογῶ, ἐπεὶ καὶ ἤδη πάντα σεσήπασιν. ἀλλ' ἐδεῖτο τῶν τύμβων αὐτῶν, ὅτι πλακὸς ἐτύγχανο

 ἐξετάσωμεν μηδὲ περὶ τῆς μετ' ἐκεῖνο σκηνῆς, ἀλλὰ λογιζέσθω αὐτῷ ταῦτα θέατρά τε καὶ κυνηγέσια. ὅπου δὲ τὸ ἱλαστήριον καὶ πέριξ τὰ χερουβὶμ καὶ ὁ θυόμ

 ὁρῶν τὰ γινόμενα ὑπερηγάλλετό τε καὶ ἔχαιρεν ὡς πάλαι ὁ τοῦ θηρὸς σκύμνος, τοῦ ἐξ Ἰσαυρίας φημί. ὑμεῖς δέ μοι ἐννοεῖτε, ὁποίαν εἶχε θηρίου ψυχήν, ὁπότ

 ἡμᾶς κατεπίμπρα πῦρ καὶ ὁ τοῦ κυρίου ζῆλος κατήσθιε, πάλαι ἂν ὁ ἀνὴρ ἀπωλώλει, μᾶλλον δὲ οὐδ' ἂν πάροδον εἶχεν ἐπὶ τὴν μεγάλην ταύτην σκηνήν, ἐξ αἰτιῶ

 μοι τὸν Μακεδόνα, ἐπὶ δεξιὰ τὸ δόρυ, βάδην <ὁ> ἡμιλοχίτης, ὁ λοχαγὸς ἐπικάμφθητι. καὶ καινὸν οὐδὲν οὐδὲ ἄπιστον· ὁ γὰρ ἅπαξ παρεμβεβληκὼς καὶ σατραπε

 ἀρχιερεῖ καὶ συνεύχομαι, ἀλλὰ τὸ κρᾶμα καὶ τὸ συμπεφυκὸς ἡμῖν ἔλυτρον ἐπιστρέφει πρὸς ἑαυτὸ μετεωριζόμενον ἄνω τὸν νοῦν. τὸ γοῦν [...] ὅσον εἰκὸς καὶ

 Κρόνου καὶ Ῥέας ἐγεναλόγει καὶ τῶν ἔτι περαιτέρω, Ἡρικαπαίου φημὶ καὶ τοῦ Φάνητος καὶ τῆς Ὀρφικῆς ἐκείνης Νυκτός· καὶ πρὸς πᾶν αὑτὸν ἀνῆγε γένος, εἰς

 καὶ τὸ ἐπὶ πᾶσι χρῶμα ταὐτό, ὧν οὐδὲν ἐκεῖνον ἐκινήσατο ἢ ὑπηγάγετο; τὸ δὲ μηδέποτε μηδὲ τοῖς θειοτέροις τῶν λόγων προσομιλεῖν μηδέ τι ἀνελίξαι δελτάρ

 μετάλλων μόνον οὐδ' ἀπὸ τῶν τῆς γῆς μυχῶν ὁ τοῦ βασιλέως ἐπιδίδωσι θησαυρός, οὐδὲ φόροι τοῦτον πλήθουσι μόνοι καὶ γεωδαισίας συντέλειαι, καὶ οὐδ' ὁ βο

 καὶ θρασύτητα ἐξειπεῖν, ἢ μᾶλλον-ἀλλὰ πῶς ἂν εἴποιμι περιπλέκων; -καὶ δισπουδασμένην ἐπιβουλήν, δι' ἣν μικροῦ δεῖν ἅπαντα ἂν διέφθαρτο καὶ ἠφάνιστο, ο

 διδοὺς εὐμενεστέροις ἐντύχοις τοῖς ἄνω κριταῖς. καί σοι τότε φανεῖται καθαρτήριον ὡς ἀληθῶς τὸ ἐνταυθοῖ πόμα τῆς καθαιρέσεως. καὶ φανείης ἐκεῖσε χρυσο

 πολλοῖς ὕποπτον. ἀλλ' ἂν μὲν οὐδὲν ἔχῃ κοινὸν πρὸς ὃν κατηγορεῖν εἵλετο, οὐδέ τι μέσον ἀμφοῖν παρενεχθέν ἐστι, ταῖς τῶν πολλῶν ἀπαράδεκτός πως ἔτι ἀκο

 ἐμὴν γλῶσσαν προφθάνουσιν, ἐμοῦ κατασκεδαννύντες ἃ τῆς αὐτῶν ἀπληστίας ἕνεχ' ἡμάρτανον, καὶ θαρρῶν προσεδόκων τὸ δικαστήριον ὡς ἀπὸ πρώτης ἐλέγξων γρα

 παραχρῆμα ἱερέως καταψηφίζεσθαι· ὑπερβάλλει πᾶσαν τιμωρίαν τὸ ἐπιτίμιον· δεῖ κανονικῶς προβῆναι τὸν ἔλεγχον καὶ τὴν ἐπιτίμησιν. καί, ὡς ἔοικεν, ὀργιζ

 τοῦ παντὸς αἰῶνος ἀπίστῳ, ἵν' οὕτως εἴπω ἀληθῶς, πιστεύειν κατὰ πιστοῦ; πόρρω γὰρ τοῦτο εἴη λόγου καὶ ἐνθυμήματος. ὅπου γὰρ τοὺς ὁμοφύλους φυλοκρινοῦμ

 ἐγὼ δέ, ἀλλὰ τί ἂν περὶ τούτου λέγοιμι; ὁ μὲν τὸν ἰδιώτην ἐλαύνων βίον, ἐγὼ δ' ἀρχιερατικὴν στολὴν περικείμενος. καὶ ὁ μὲν τοιοῦτος κατ' ἐμοῦ, ἐγὼ δ'

 δυστυχήμασι καὶ τῷ ὑμῶν παραδείγματι, λόγου χάριν παρίτω τις ὡς κατάκριτος ἐφ' ᾧ τμηθῆναι τὸν τράχηλον. μεταχειριζέσθω δὲ τὸ ξίφος μὴ δήμιός τις πρὸ π

 λαμβάνετε; ὅτι γὰρ οὐδ' αὐτῷ ἡ κάθαρσις ἔδοξεν ἡ ἄφεσις μαρτυρεῖ. εἰ γὰρ καθ' ὑμᾶς τομῇ ἔοικε, τί συγχωρεῖ τῷ ἅπαξ ἀποθανόντι; οὐ γὰρ ἂν φήσετε αὐτὸν

 αἴτιον ἡ πρὸς τὴν καρατομίαν τοῦ πράγματος σύγκρισις; ἐντεῦθεν γάρ, ἑνὸς ἀτόπου δοθέντος, τὰ πολλὰ ταῦτα ληρήματα ἀκολούθως συνεπεράνθησαν. οὐ βούλομα

 ἔτεσι πονηρὸν περὶ ἐμοῦ διήγημα, ἐάσατέ με μέχρι τῶν προτέρων πληγῶν, μὴ δευτέρας μοι ἐπιξάνοιτε. οὕτως ὑμᾶς ἰάσαιτο κύριος, εἴ τι δήποτε καὶ ὑμῖν ἰατ

 οὖτος ὁ νόμος κατηγορίας καὶ ἀπολογίας, κἀντεῦθεν ἡ ἀκριβὴς τῶν πραγμάτων δοκιμασία εὑρίσκεται. ὁ δὲ καινὸν εἶδος γραφῆς εἰς τὴν πολιτείαν εἰσήγαγεν,

 φωνῆς, οὐδὲ γὰρ τοῦτο ἀπαξιοῦται τῇ τέχνῃ, καὶ στροφῇ γλώττης εὐρύθμῳ, σὺ τάχα μόνον αὐτῷ πλησιάσειας, ὃς γε ἀργότερον μὲν ἢ τὸ θαλάσσιον κῆτος ἀνέχαι

 μαθημάτων ἀποκεκήρυκται; σοὶ δὲ ἐν βαθεῖ γήρᾳ ποία μετουσία παιδεύσεως; τίς δέ σε τῶν πάντω ἔγνω, ὅσα ἐμὲ εἰδέναι, μετὰ τὴν λευκὴν τρίχα ῥητορεύσαντα

 ὅ φασιν αὐτοφυεῖς αὐτὰς γεγενῆσθαι. Ἀλλ' οὐ δεκτέα σοι ταῦτα, καὶ διὰ τοῦτό σε καὶ πάλιν γελάσομεν, τὸ καλόν γέννημα ἀντί σου τοῦ πατρὸς θυμῆρες καὶ ψ

 πώποτε, οὐκ ἐν δίκαις, οὐκ ἐν βουλαῖς, οὐκ ἐν κοινοῖς, οὐκ ἐν ἰδίοις. οὐδὲ τοῦτο μὲν γὰρ ἀκατηγόρητον, εἶχε δέ τινα ὁ λόγος ἀπολογίαν. Ὅθεν δῆλον ὡς τ

 καὶ ἡ τοῦ πυρὸς φύσις οὐκ ἔφλεγε, καὶ ἡ ἀκρότομος τὰς πηγὰς ἠφίει, καὶ τὸ ξῦλον ὧδε μὲν τὴν πικρίαν ἐγλύκαινεν, ἐκεῖσε δὲ τὴν βαρεῖαν φύσιν ἐκούφιζεν,

 χρόνον τοῦτον ὑπερανέβη; καὶ εἰκός γε, ὦ βέλτιστε, ἐλευθεριωτέραν γὰρ τὴν φύσιν καὶ κατὰ ἀνθρώπινον ὁ Χριστὸς ἔσχηκεν. Εἴτε οὖν τὸ ὑπὲρ φύσιν συγχωρηθ

 παρ' ἑαυτοῦ, πολλήν τινα μοῖραν τοῦ λόγου νειμάμενος τῇ ψυχῇ· οὗτος τοιγαροῦν ὁ ἀνὴρ θυγάτριόν τι ἑαυτῷ εἰσποιητὸν τὴν εὐφημίαν πρὸ πολλοῦ θέμενος, τὴ

 ἅμιλλα, λαμπροτέρα δὲ ἡ τοῦ Ἐλπιδίου νίκη, καὶ ἀπῆλθεν ὅλαις ψήφοις τοῦ βεστάρχου κεκρατηκὼς καὶ τὴν ἐσχάτην ἀμαθίαν ἀναδησάμενος. Ταῦτα ἠνία μὲν τὸν

 δεχόμενος. Ταύτης τῆς ἱκετηρίας ὡς ἤκουσεν ἡ συμπαθεστάτη ψυχή, ἅτε καὶ τὰ κατὰ τὸν βεστάρχην ἐπειδυῖα, καὶ ὡς πολλῶν ἐτῶν ταῦτα τούτῳ δεδώρητο καὶ αὖ

 πράξεις ἀπηγορευμένας τὴν γλῶτταν ἀφήσω. καὶ πρῶτον μὲν ἑαυτὸν αἰσχύνω ἐπίρρητα καὶ ἄτοπα διηγούμενος πράγματα, ἐπεὶ καὶ πολλοῖς ἄλλοις γενήσομαι πρόσ

 ἀντιλογισθήσονται ἑκατέροις τὰ κεχρεωστημένα, καὶ τὸ μὲν πρόστιμον ἀντὶ τῆς τιμῆς τοῦ πρωτοσπαθαράτου τῷ Ἐλπιδίῳ, ἡ δέ γε τιμὴ τοῦ πρωτοσπαθαράτου ἀντ

 θαλαττίδιον κτῆμα παρ' αὐτοῦ εἰληφώς, ἠπειρώτιδα τούτῳ ἀντιδίδωμι διὰ διηνεκοῦς δωρεᾶς κατασκήνωσιν. ἀλλ' αἱ μὲν Καλαὶ τὸ κτῆμα τοῖς θαλαττίοις ἐπεκλύ

 τελεωτάτην, οὐ χρόνῳ μετρουμένην, οὐ μερικαῖς ὁριζομένην διαδοχαῖς οὐδὲ ταῖσδε ταῖς ἐκποιήσεσιν ἢ ταύταις, ἀλλ' αἰωνίαν, πάσαις ἀρκοῦσαν διαδοχαῖς, πά

 σημαινόντων τοῖς γράμμασιν, ἃ καὶ διεξιέναι καθεξῆς ἀναγκαῖον. Καὶ ἵνα κεφαλαιώδεις ποιήσωμεν τὰς ἐπιτομάς, καὶ μὴ καθ' ἕκαστον ἐν μέρει διεξιόντες τα

 τηνικαῦτα κρατοῦντα ἐπικυρῶσαι ταύτῃ διὰ χρυσοβούλλου δωρεᾶς τὸ κτῆμα ὃ φθάσας· τῷ ἀνδρὶ ἐχαρίσατο, οὐκ ἀναδιδάξας ὅτι πέπρακε τοῦτο ὁ τὴν πρώτην εἰλη

 δὲ λοιποὶ ἐμαρτύρουν ὡς αὐτοὶ μὲν τῇ τοιαύτῃ πράσει οὐ παραγένοιντο, ἀκούσειαν δὲ τῶν ὑπογράφων μαρτύρων ἐν τῷ ἐπικυρωτικῷ ἐγγράφῳ τήν τε ὑπογράφὴν πο

 τὴν ἑσπέριον ἡμῶν δύσιν ὡς ἀνατολὴν ἑῴαν ἐθαύμασε, καὶ τὸ ἀπόρρητον περὶ ἡμᾶς βούλημα τοῦ θεοῦ ὠδῖσιν ἀρρήτοις τῆς ψυχῆς ἐγνωμάτευσε. ∆ιὰ ταῦτα προσπέ

 ἀμφοτέρωθεν ἰσχύει τοῖς ἐκεῖθεν λαβοῦσιν ἡ δωρεά. ἦν μὲν γὰρ τῶν τῆς γαμετῆς τοῦ Νικολάου θυγατέρων κατὰ πατρῳαν ἢ μητρῷαν ἴσως κληροδοσίαν τὸ κτῆμα,

 ἁρμονίαν, τίς ἂν τῶν ἁπάντων τὸν τηλικοῦτον δεσμὸν διαλύσειε, μᾶλλον δὲ τὰς θαυμασίας ταύτας συνδέσεις καὶ τῷ ὄντι δυσλύτους παντάπασι; δεσμὸς γὰρ πρῶ

 συμφωνίᾳ ἐγνώρισεν· οἷς δὴ καὶ τὸ πᾶν ἐνόρκως ἐπίστευσας καί, ὅπερ ἂν αὐτοὶ πράξαιεν, πρὸς ἡμᾶς ἐπηγγείλω καταδέξασθαι καὶ προσδέξασθαι. Τὰ μὲν οὖν τῆ

 βασιλεὺς Ῥωμαίων ὁ ∆ούκας. Κωνσταντῖνος ἐν Χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς Ῥωμαίων ὁ ∆ούκας. Ἰωάννης ἐλάχιστος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμ

προδήλως καὶ ἀνακεκαλυμμένως ὁ πατριάρχης ἠσέβηκε. καὶ οὔτε βουλομένοις τισὶν ὑμῶν οὔτε περὶ ἐκείνου σπουδάζουσιν ἔξεστιν ὑπεραπολογεῖσθαι ἐκείνου καὶ πρὸς τοιαύτην ἐλέγχων ἐπιμύειν μαρμαρυγήν. βραχὺ δέ τι τῷ λόγῳ προσθεὶς ἐπὶ τὸ δεύτερον τράπωμαι, τὸ περὶ τῆς τυραννίδος κεφάλαιον. Ἔστι δὲ ὃ πάλαι δέον ἐρεῖν εἰς τόδε ἀνεβαλόμην, ὅτι μὴ ἐσχεδίασται τῷ βασιλεῖ ἡ τοῦ πατριάρχου ὑπερορία· ὡς γὰρ ἐπὶ ὡμολογημένοις ἐλέγχοις καὶ οὐδὲν ἀμφίβολον ἔχουσιν τὸ πρᾶγμα πεποίηται καὶ ὑμᾶς δὲ συνηγήοχεν, οὐχ ἵνα περὶ ὧν οὐχ ἴστε διαγωνίσηται, ἀλλ' ἵν' ὑμῖν μάρτυσι κατ' αὐτοῦ χρήσηται. οἷς μὲν οὖν σύνιστε ἐκείνῳ τὰ τετολμημένα καὶ πάλαι τῶν ἀτοπωτάτων κατεβοᾶτε, μαρτύρων χρείαν πληροῦτε τῷ καλῷ· οἷς δὲ καταψηφιεῖσθε ἐκείνου, δικαστικὴν ἀξίαν κεκλήρωσθε. προσθήσω δὲ ὅπερ οὐδ' ὑμεῖς πάντῃ ἐοίκατέ μοι ἀγνοεῖν, εἰ μὴ προσποιεῖσθε· δεδοικὼς γὰρ μὴ φθάσῃ ἡ ἐπιβουλὴ τὴν ἀκρίβειαν, βραχύ τι μεταστήσας νῦν ἐπανήγαγεν. Ἡ μὲν οὖν περὶ τῆς αἱρέσεως γραφὴ ἐς τοσοῦτον ἡμῖν ἐξήτασται. ἐπεὶ δὲ καὶ τυραννίδος εἴτ' οὖν καθοσιώσεως τὸν ἄνδρα διώκομεν, καὶ δεύτερον τοῦτο κεφάλαιον ὡς ἐν προκατασκευῆς λόγῳ ἐν τῇ ψιλῇ ἀπαριθμήσει ἄνω τεθείκαμεν, αὐτὸ τοῦτο αὖθις ἐξεταζέσθω, μᾶλλον δὲ δεικνύσθω πᾶσιν ὑμῖν. οἶμαι δὲ ὡς, εἰ καὶ μηδὲν αὐτὸς πλέον τῷ λόγῳ προσεξεργάσομαι, τό τε συνειδὸς πᾶσιν ὑμῖν ἀπαραλόγιστον ἔγκειται, καὶ οὐδείς ἐστι τῶν ἀπάντων, οὔθ' Ἑλλήνων οὔτε βαρβάρων οὔτε λογίων οὔτε μὴν ἀμαθῶν, οὐ τῶν τῆς συγκλήτου βουλῆς, οὐ τῶν ἐν κλήρῳ κατειλεγμένων, ὃς οὐκ οἶδε τὸν ἀρχιερέα τηνικαῦτα πάντας μὲν τυράννους ὑπερβεβληκότα, ἅπαν δὲ θράσος ὑπερπηδήσαντα, παντὸς δὲ ὁσίου καταφρονήσαντα καὶ ἀτεχνῶς μανέντα καὶ τῶν ἁγίων ἀκριβῶς κατολιγωρήσαντα. καὶ ἵνα γε εἰς ὁδὸν καὶ τάξιν ὁ λόγος ἐμβαίνῃ, ἀναμνῆσαι ὑμᾶς βούλομαι, ὅπως εἶχε τηνικαῦτα τὰ πράγματα, ἵνα πρὸς τοὺς πεπτωκότας καιροὺς ἕκαστα θεωρῆτε. Ἐκυμαίνετο μέν, ὡς ἴστε, τότε τὰ Ῥωμαίων πράγματα ὥσπερ ἐν πελάγει πολλῷ καὶ ῥευμάτων ἐναντιώσεσι καὶ ῥοθίοις καὶ πνεύμασι. καὶ ὁ κυβερνήτης, ἵνα φειδοῖ τῆς ἀρχῆς φιλανθρωποτέροις αὐτῷ λόγοις χρήσωμαι, οὐ πάνυ τι τὴν ἀρχικὴν ἐπιστήμην ἠκριβωκώς, ἡ δὲ παγκόσμιος ὁλκὰς μικροῦ δεῖν αὔτανδρος τῇ θαλάττῃ καταδεδύκει, εἰ μὴ μεταβολὴν ἄπιστον καὶ παράδοξον ὁ θεὸς τοῖς πράγμασιν ἐπρυτάνευσε. γίνεται γάρ τι πρᾶγμα τῶν πάνυ θαυμαζομένων καὶ οὗ ζητῶν οὐχ εὑρίσκω παράδειγμα· τὸ γὰρ στρατιωτικὸν ὡς εἰπεῖν ἅπαν, ὅσον τε ἄνωθεν εὐγενὲς καὶ πατρόθεν ἔχον τὴν τάξιν καὶ ὅσον ἐκ καταλόγων εἰς λόχους ἐτέλεσεν, οἵ τε τῶν στρατοπέδων τὰς ἀρχὰς εἰληφότες ποτὲ καὶ οἱ τὴν ὅλην ἐν πολέμοις τάξαντες φάλαγγα, καὶ ἀπὸ τῶν ἑκατέρωθεν τῆς οἰκουμένης τμημάτων ἀπαναστάντες ὥσπερ ἀπὸ συνθήματος πρὸς ἕνα καὶ τὸν αὐτὸν ἀπλήστῳ πόθῳ καὶ δρόμοις ἀκατασχέτοις συνδεδραμήκασι, τὸν πρὸ πάντων καὶ ἐπὶ πᾶσι καὶ ὑπὲρ πάντας, ᾧ μηδέν ἐστι πρὸς εὐφημίας λόγον ἀρκοῦν, οὗ τἆλλα δεύτερα, ὃς τῶν ἄλλων βασιλέων ἐξῄρηται καθ' ὑπεροχήν. οἶδ' ὅτι πάντες τὸν ἄνδρα συνίετε, καί με μὴ θαυμάζητε, εἰ μηδέν τι πλέον ἐρῶ· οὐ γὰρ ἐγκωμιάζειν νυνὶ προῄρημαι, ἀλλ', ὡς ὁρᾶτε, κατηγορεῖν. ὁ δὲ λόγος ἐχέσθω τῶν ἐφεξῆς. κίνησις γὰρ τοιαύτη οὔτε τὸν ἄνω αἰῶνα γέγονεν οὔτ' οἶμαι γενήσεται πώποτε· οὔτε τις τῶν ἁπάντων ἔκκριτος οὕτως καὶ κατὰ πολὺ τῶν ἄλλων ὑπερανεστηκὼς πρὸς τὴν βασίλειον ἐπιστήμην ὤφθη ποτέ, ἣν τέχνην ἐγὡ τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν τίθεμαι. Ἐπεὶ τοίνυν πάντες μὲν ποταμοί, πᾶσαι δὲ πηγαὶ καὶ τὰ πανταχόθεν ῥεύματα εἰς τὴν μεγάλην συνερρυήκασι θάλατταν, φημὶ δὴ τὸν μέγιστον αὐτοκράτορα, ἐν ἀπορίᾳ ἡ πόλις εἱστήκει καὶ πάντες ἦσαν ἐπὶ τῷ γενομένῳ μετέωροι καὶ τὸν κρατοῦντα εἶχον δι' ὑποψίας. ἐπεὶ δὲ οὗτος τῶν περιλελειμμένων τινὰς συγκροτήσας εἰς λόχους κατέστησε