In Mariam Sclerenam

 βλέπων σε μὴ θέλων ἐμειδία, ὥσπερ τινὸς χάριτος ἐμπεπλησμένος· καὶ χεῖρα κινῶν, ἀλλ' ὁμοῦ καὶ τὴν κάραν «ἄμεμπτος» εἶπεν «ὃς ποθεῖ τὴν σὴν θέαν».

 βροτοὺς ἐπετράπης, ἔργον θεριστοῦ πρᾶττε· τὰς λευκὰς τρίχας ὡς λευκὸν ἐκθέριζε τοῦ βίου στάχυν. τί καὶ πρὸ καιροῦ τοὺς ἀώρους ἐκτέμνεις; εἰ δ' ἐκθερίζ

 πολυπλάνου βίου. οἴμοι, τί πράξω; πῶς διάξω τὸν βίον ἄψυχος, ἄπνους, παντελῶς παρειμένος; ποῖον παρηγόρημα τῶν πόνων λάβω; ποίαις ἐπῳδαῖς τὴν ἀθυμίαν

 πέτρα. μνήσθητι δούλης, ἀλλὰ καὶ ποθουμένης, καὶ τὰς ἀμοιβὰς νῦν πάρασχέ μοι πλέον. ψυχὴν ἐμὴν τίμησον εὐσπλάγχνοις τρόποις· ἐξιλεοῦ μοι δωρεαῖς τὸν δ

βλέπων σε μὴ θέλων ἐμειδία, ὥσπερ τινὸς χάριτος ἐμπεπλησμένος· καὶ χεῖρα κινῶν, ἀλλ' ὁμοῦ καὶ τὴν κάραν «ἄμεμπτος» εἶπεν «ὃς ποθεῖ τὴν σὴν θέαν».

Tαύτην ἔχαιρε γῆς ὁρῶν ὁ δεσπότης μόνος τε τὸν λειμῶνα τρυγῶν τοῦ βίου ἄπαυστον εἶχε χαρμονὴν τῇ καρδίᾳ. κἂν ἡλίου φῶς ἦν κεκρυμμένον νέφει, τὴν σὴν ἑώρα λάμψιν ἀντὶ φωσφόρου· κἂν τὴν σελήνην οὐκ ἐδείκνυ τὸ σκότος, σὲ τὴν σελήνην εἶχε λύτειραν ζόφου· ἀχλὺς κατεῖχε τοῦτον ἐξ ἀθυμίας, καὶ σὴν βλέπων ἔναστρον ἤγαλλεν θέαν. Ὀρφεὺς γὰρ ὄντως, ἀλλὰ Σειρὴν τὸ πλέον ὑπῆρχες ἐκπέμπουσα πάγκαλον μέλος· καὶ πάντοθεν θέλγουσα καὶ κηλοῦσά τε καὶ πρὸς χαρὰν πέμπουσα καὶ θυμηδίαν καὶ θλίψεων λύουσα τὰς περιστάσεις, οὕτως ἐνίκας καὶ πάλιν τὸν δεσπότην λαμπραῖς ἀμοιβαῖς ψυχικῶν χαρισμάτων, πάσης δὲ μᾶλλον ἐκράτησας καρδίας. καὶ πάντες εἰς σὲ μᾶλλον ἢ πρὸς Ὀρφέα ἤγοντο συντρέχοντες ἀπλήστῳ πόθῳ, καὶ πᾶς ἰδὼν ἔκπληκτος ἵστατο βλέπων· κἂν μή τις αἰδὼς ἀντέκρυπτε σὴν θέαν, καινός τις ἄλλος ἀντεποιήθη λόγος, ὡς ἡ σεβαστὴ τῷ ξένῳ τῆς ἰδέας πήγνυσι τὸν βλέποντα καὶ ποιεῖ λίθον. ἀλλ' ἦν ἄθελκτος πρὸς τὸ σὸν μέλος Χάρων, ἀλλ' ἦν ἄτεγκτος ἡ τελευτὴ καὶ μόνη. Φεῦ φεῦ, ὁποῖον νῦν παρεισάγω λόγον; πῶς καὶ κινοῦμαι καὶ λαλῶ καὶ συγγράφω; πέτραι, διαρράγητε πενθικῷ κρότῳ· ὄρη, διαθρύβητε θρηνῴδει μέλει· στέναξον, ἡ γῆ, καὶ βόησον ἐκ βάθους· κἂν μὴ στενάζειν φυσικῷ λόγῳ δύνῃ, ἦχόν τινα πρόπεμψον ἐκ τῶν πυθμένων· τὰ δένδρα κόψον οἷα λαμπροὺς βοστρύχους, ἄνθην ἅπασαν κεῖρον ὡς πλοκαμίδας. ἡ γὰρ σεβαστὴ καὶ πρὸ τῆς τύχης γένει λεπτῶς, ἀμυδρῶς, ἐσχάτως ἀναπνέει· τὸ μουσικὸν δὲ καὶ θεηγόρον στόμα σιγὴ κατέσχεν ὑστάτης ἀφωνίας· ἅπαν τὸ κάλλος, ἡ μελιχρὰ τερπνότης, ἡ τῶν ῥόδων ἔμψυχος ἐν γνάθοις χάρις νῦν ὠχρίασις, νῦν ἀφοίνικτος μένει. ὁ νοῦς ἐκεῖνος ἐφθάρη πρὸ τοῦ τέλους, ἡ συστροφὴ δὲ τῶν φρενῶν ἀπερρύη, τὰ δὲ βλέφαρα τῶν φαεινῶν ὀμμάτων πρὸ τῆς θανῆς τέτηκεν ἠτονημένα.

Θρῆνοι δὲ κύκλῳ καὶ στεναγμοὶ καὶ γόοι, θρύψεις παρειῶν καὶ σπαραγμοὶ τῆς κόμης τῆς μητρὸς αὐτῆς, τοῦ ποθητοῦ συγγόνου, γνωστῶν, συνήθων, συγγενῶν καὶ γνωρίμων· καὶ πάντα κωφὰ ταῦτα τῇ προκειμένῃ. μήτηρ δὲ καὶ πρὶν τῷ πάθει κρατουμένη καὶ τῇ θυγατρὶ πάντα συννεκρουμένη, ἐπείπερ εἶδε τὴν καλὴν ἀηδόνα τὴν μουσικὴν ἄφωνον ἀψύχῳ μέλει, ψυχορραγοῦσαν καὶ πνέουσαν ἐσχάτως, ὄρνις καθώσπερ τῶν τέκνων τεθυμένων, τρύζουσα καὶ γοῶσα καὶ μυκωμένη καὶ τὴν κόμην πάττουσα πάντοθεν κόνει τοιάσδε φωνὰς σὺν στεναγμοῖς ἠφίει· «ὦ τέκνον ἡδύ, τέκνον ἡδονῆς γέμον, σπλάγχνων ἐμῶν γέννημα δυστυχεστάτων, τίς ἥρπασέν σε τῆς ἐμῆς νῦν ἀγκάλης; τίς ὡς στάχυν πρόωρον ἐξέκοψέ σε, τίς ὡς βότρυν ἄωρον ἐτρύγησέ σε; τίς ἔσβεσέν μου τὴν νοητὴν λαμπάδα, ἐμῶν δ' ἀπημαύρωσε φῶς, φεῦ, ὀμμάτων; σαρκῶν ἐμῶν στήριγμα γηραιῶν μόνη, χείρ, ὄμμα καὶ ποὺς καὶ καλὴ βακτηρία, ψυχή, πνοὴ ζωή τε, νοῦς καὶ καρδία, ποῦ νῦν ἀπέρχῃ σὴν ἐῶσα μητέρα; ὢ κῦμα διπλοῦν συμφορῶν ἀμηχάνων, ἤνεγκα πρὶν στέρησιν ἀνδρὸς φιλτάτου, τομὴν μέλους, φεῦ, ἡμιθανὴς δ' ἦν βίῳ· ἐν σοὶ δ' ἐπέζων, ἀλλὰ νῦν, ὢ τοῦ πάθους, καὶ σοῦ στεροῦμαι, τῆς πνοῆς καὶ καρδίας. καὶ νῦν ἄπνους, ἄψυχος εἰμὶ τῷ βίῳ. ἐγὼ μέν, ὦ θύγατερ, εἶχον ἐλπίδας γηρωκομηθῆναί με πρὸς σοῦ, φιλτάτη, κόλπῳ τε τῷ σῷ καὶ ποθηταῖς ἀγκάλαις πνοὴν ἀφεῖναι τοῦ βίου τὴν ἐσχάτην. σὺ δ' ἀλλ' ἐμοὶ τέθνηκας ἡ ζῆν ἀξία τῇ καὶ τεθνάναι προσδοκωμένῃ πάλαι. τί καὶ γὰρ οὐ τέθνηκα σοῦ πρώτη, τέκνον, γηραιά, παντάλαινα, ῥυτίδων ὅλη; ὦ δυστυχὴς δύσμητερ, οἰκτρὰ κοιλία, κἂν εὐθέως ἔδοξας εὐτυχεστάτη περιστερὰν τέξασα κεχρυσωμένην. φεῦ ὠδίνων, φεῦ τοῦ παναθλίου τόκου. ποῖόν τι πρῶτον κλαύσομαι καὶ δακρύσω, ποῖον δ' ἀφήσω, θύγατερ, σῶν χαρίτων ἄκλαυστον, ἀθρήνητον, ἔξω δακρύων; τὴν ἔμφυτόν σου καλλονὴν τῆς καρδίας; τὴν ἐκτὸς εὐπρέπειαν; αὐτὰς τὰς φρένας; τὸ συμπαθές σου, τὸν φιλεύσπλαγχνον τρόπον; τὴν εἰς ἐμὲ πρόνοιαν ἀκριβεστάτην; ἁμαρτίαν ἥμαρτες, ὦ Χάρων, ξένην ἐμοῦ προπέμψας εἰς ᾅδην τὴν φιλτάτην· εἰ γὰρ θερίζειν τοὺς