αἰῶνας. ἀμήν. ΟΜΙΛΙΑ ΚΗ. 1 Ὥσπερ ὀργισθεὶς ὁ θεός ποτε Ἰουδαίοις παρέδωκε τὴν Ἱερουσαλὴμ εἰς τὸ προφανὲς ἐχθροῖς, καὶ ἐκυρίευον αὐτῶν οἱ μισοῦντες αὐτούς, καὶ οὐκ ἦν ἔτι ἐκεῖ ἑορτὴ οὔτε προσφορά, οὕτω καὶ τῇ ψυχῇ ὀργισθεὶς διὰ τὴν παράβασιν τῆς ἐντολῆς παρέδωκεν αὐτὴν τοῖς ἐχθροῖς, δαίμοσί τε καὶ πάθεσι, καὶ οὕτω πλανήσαντες αὐτὴν τελείως ἠφάνισαν, καὶ οὐκέτι ἦν ἐκεῖ οὔτε ἑορτὴ οὔτε θυμίαμα οὔτε προσφορὰ δι' αὐτῆς τῷ θεῷ ἀναπεμπομένη, πλησθέντων ἐν ταῖς ὁδοῖς τῶν γνωρισμάτων αὐτῆς θηρίων δεινῶν, καὶ ἑρπετῶν πνευμάτων πονηρίας ἐν αὐτῇ καταλυόντων. καὶ ὥσπερ οἶκος ἐὰν μὴ ἔχῃ τὸν δεσπότην κατοικοῦντα, σκότος καὶ ἀτιμίαν καὶ ὕβριν ἐνδύεται καὶ ῥυπαρίας καὶ κοπριῶν ἐμπέπλησται, οὕτω καὶ ψυχὴ ἡ μὴ ἔχουσα τὸν δεσπότην αὐτῆς μετὰ τῶν ἀγγέλων ἐν ἑαυτῇ χορεύοντα, σκότους ἁμαρτίας καὶ αἰσχύνης παθῶν καὶ πάσης ἀτιμίας ἐμπίπλαται. Οὐαὶ ὁδῷ, ἐπὰν μηδεὶς ἐν αὐτῇ περιπατῇ μήτε ἀκούῃ ἐν αὐτῇ φωνῆς ἀνθρώπου· ὅτι καταλυτήριον θηρίων τυγχάνει. οὐαὶ ψυχῇ, ὁπόταν μὴ διοδεύῃ ἐν αὐτῇ ὁ κύριος, καὶ τῇ φωνῇ αὐτοῦ φεύγῃ ἐξ αὐτῆς τὰ πνευματικὰ τῆς πονηρίας θηρία. οὐαὶ οἰκίᾳ, ὁπότε ὁ δεσπότης οὐκ οἰκεῖ ἐν αὐτῇ. οὐαὶ γῇ, ὁπότε μὴ ἔχει τὸν ἐργαζόμενον αὐτὴν γεωργόν. οὐαὶ πλοίῳ, ὁπόταν μὴ ἔχῃ τὸν κυβερνήτην, ὅτι ὑπὸ τῶν κυμάτων καὶ τοῦ σάλου τῆς θαλάσσης φερόμενον ἀπόλλυται. οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν ἀληθινὸν κυβερνήτην Χριστὸν ἐν αὐτῇ, ὅτι ἐν τῇ θαλάσσῃ τῆς πικρίας τοῦ σκότους τυγχάνουσα καὶ ὑπὸ τοῦ σάλου τῶν παθῶν κυματουμένη καὶ ὑπὸ τῶν πονηρῶν πνευμάτων χειμαζομένη τὸ τέλος ἀπώλειαν κτᾶται. οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν ἐργαζόμενον αὐτὴν ἐπιμελῶς Χριστόν, ἵνα καρποὺς ἀγαθοὺς τοῦ πνεύματος ἐνεγκεῖν δυνηθῇ, ὅτι ἔρημος οὖσα καὶ ἀκανθῶν καὶ τριβόλων μεστὴ τὸ τέλος καῦσιν πυρὸς καρποῦται. οὐαὶ ψυχῇ, ὁπόταν μὴ ἔχῃ τὸν δεσπότην αὐτῆς Χριστὸν ἐν ἑαυτῇ κατοικοῦντα, ὅτι ἔρημος οὖσα καὶ δυσωδίας παθῶν ἐμπεπλησμένη καταλυτήριον κακίας τυγχάνει. Ὥσπερ γὰρ ὁ γεωργὸς ἐπὰν πορεύηται ἐργάσασθαι τὴν γῆν, δέοντα ἐργαλεῖα καὶ ἄμφια πρὸς τὴν ἐργασίαν λαμβάνει, οὕτως καὶ Χριστὸς ὁ βασιλεὺς ὁ ἐπουράνιος καὶ ἀληθινὸς γεωργός, ἐλθὼν ἐπὶ τὴν ἐρημωθεῖσαν ὑπὸ τῆς κακίας ἀνθρωπότητα, ἐνδυσάμενος τὸ σῶμα καὶ ὡς ἐργαλεῖον τὸν σταυρὸν βαστάσας, εἰργάσατο τὴν ἔρημον ψυχὴν καὶ ἔλαβεν ἐξ αὐτῆς τὰς ἀκάνθας καὶ τριβόλους τῶν πονηρῶν πνευμάτων καὶ τὰ ζιζάνια τῆς ἁμαρτίας ἐξέτιλε καὶ πάντα χόρτον ἁμαρτημάτων αὐτῆς πυρὶ κατέκαυσε, καὶ οὕτως ἐργασάμενος αὐτὴν τῷ ξύλῳ τοῦ σταυροῦ ἐφύτευσεν ἐν αὐτῇ τὸν παγκάλλιστον παράδεισον τοῦ πνεύματος, πάντα καρπὸν ἡδὺν καὶ ἐπιθυμητὸν φέροντα τῷ δεσπότῃ θεῷ. Καὶ ὥσπερ ἐν Αἰγύπτῳ, τριημέρου σκότους γενομένου, οὐκ ἔβλεπεν υἱὸς πατέρα οὔτε ἀδελφὸς ἀδελφὸν οὔτε φίλος γνήσιον φίλον, τοῦ σκότους καλύψαντος αὐτούς, οὕτω τοῦ Ἀδὰμ παραβάντος τὴν ἐντολὴν καὶ πεσόντος ἀπὸ τῆς προτέρας δόξης καὶ ὑπὸ τὸ πνεῦμα τοῦ κόσμου γεγονότος, καὶ τοῦ καλύμματος τοῦ σκότους ἐλθόντος ἐν τῇ ψυχῇ αὐτοῦ, ἀπ' αὐτοῦ καὶ μέχρι τοῦ ἐσχάτου Ἀδάμ, τοῦ κυρίου, οὐκ ἔβλεπον τὸν ἀληθινὸν πατέρα τὸν ἐπουράνιον καὶ τὴν ἀγαθὴν καὶ χρηστὴν μητέρα, τὴν χάριν τοῦ πνεύματος, καὶ τὸν γλυκὺν καὶ ποθούμενον ἀδελφόν, τὸν κύριον, καὶ τοὺς φίλους καὶ γνησίους ἀγγέλους ἁγίους, μεθ' ὧν ἔχαιρε χορεύων καὶ ἑορτάζων. οὐ μόνον δὲ ἕως τοῦ ἐσχάτου Ἀδάμ, ἀλλ' ἔτι καὶ νῦν ἐφ' οὓς οὐκ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης Χριστός, καὶ ὧν οὐκ ἠνοίγησαν οἱ τῆς ψυχῆς ὀφθαλμοί, ἀπὸ τοῦ ἀληθινοῦ φωτὸς φωτισθέντες, ὑπὸ τὸ αὐτὸ σκότος τῆς