In nativitatem Christi (homilia 12) (olim sub nomine Joannis Chrysostomi)

 ἀνατολῶν ἐν Ἱεροσολύμοις λέγοντες·Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.

 ἐνσάρκου παρουσίας τοῦ κυρίου, εὐθέως ἐφονοκτόνουν, τούτου χάρινὁ κύριος εὐδόκησε δι' ἐθνικῶν μάγων τὴν προφητείαν ποιήσασθαι, ἵνα γνῶσιν ἐντεῦθεν Ἰου

ἐνσάρκου παρουσίας τοῦ κυρίου, εὐθέως ἐφονοκτόνουν, τούτου χάρινὁ κύριος εὐδόκησε δι' ἐθνικῶν μάγων τὴν προφητείαν ποιήσασθαι, ἵνα γνῶσιν ἐντεῦθεν Ἰουδαῖοι ὅτι ἡ εὐλογία τοῦ Ἀβραὰμ εἰς τὰ ἔθνη μετηνέχθη. Ὅθεν καὶ ὁ κύριος τοῦτο μηνύων ἐκ πολλῶν τῶν χρόνων εὐλογῶν τὸν Ἀβραὰμ ἔλεγεν·Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Ψάμμον τοὺς υἱοὺς Ἰσραὴλ ὀνομάζει διὰ τὸ ἄκαρπον τῆς ψυχῆς καὶ διὰ τὸ ἁλμυρὸν τῆς γνώσεως, ἀστέρας δὲ τὰ ἔθνη διὰ τὸ φέγγος τῆς γνώσεως. Ὅθεν καὶ ὁ μακάριοςΠαῦλος τοῖς ἔθνεσι γράφων ἔλεγεν· ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ.Ἐλθόντες οὖν οἱ μάγοι ἐν Ἱεροσολύμοις ἐπηρώτων τοὺς Ἰουδαίους λέγοντες·Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Ἢ ἀναγγείλατε, ἢ ἀκούσατε.Βασιλεὺς ὁ τεχθείς, οὐράνιον τὸ δῶρον, λογικὸς ὁ ἀστήρ, ἀνατολικὸν τὸ χάρισμα, καθολικὸν τὸ μήνυμα· ἀνάλογος ὁ ἀστὴρ τοῦ γεννηθέντος. Ὁ κήρυξ μάτην κρύπτεται τὸν σκεπασθῆναι μὴ δυνάμενον· ὥσπερ δὲ οὗτος ὁ ἥλιος οὐ δύναται ὑπό τινος κρυβῆναι- πανταχοῦ γὰρ καθ' ἑκάστην ἐκλάμπει-, οὕτω καὶ ὁ δεσπότηςΧριστὸς ὁ τῆς δικαιοσύνης ἥλιος, θεὸς ὢν πανταχοῦ πιστευθήσεται.Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.