ἐξελαύνοντι ἐφείποντο. Μουσουλμάνης μὲν δὴ οὕτω τὰ πράγματα ἔσχεν ἀμφὶ ταῖν ἠπείροιν, γενναιότατα δὲ πάντων, ὧν ἡμεῖς ἴσμεν, πρὸς τὸν ἀδελφὸν διαγωνισάμενος. ἐπελάσας μὲν οὖν ἐς τὴν Ἀδριανούπολιν τὰ βασίλεια, τήν τε βασιλείαν καὶ τὴν ἀρχὴν καθίστη αὑτῷ, ᾗ ἐδόκει κράτιστα ἔχειν. Μωσῆς μὲν οὖν ἐς τὴν παρίστριον χώραν ἀφικόμενος, καὶ συγγενόμενος Μύρξεω ∆άνῳ τῷ ∆ακίας ἡγεμόνι καὶ πρότερον ὄντι συνήθει αὐτῷ, διέτριβε παρὰ τῷ Αἵμῳ, παραμείβων ἄλλην ἐξ ἄλλης χώραν. Μουσουλμάνου δὲ ῥᾳθυμοῦντός τε καὶ περὶ ὁμιλίαν ἔχοντος τά τε πράγματα οἰδαίνετο. οἵτε γὰρ ἄρχοντες αὐτῷ τε ἤχθοντο ὡς οὐδὲν ὑγιὲς ὂν αὐτοῦ, καὶ τῷ ἀδελφῷ αὐτοῦ προσγενομένων κατὰ βραχὺ τῶν Τούρκων οὐδένα λόγον ἐποιεῖτο. ὡς μὲν οὖν ἐπὶ τὴν βασιλείαν ἀφίκετο, τήν τε Θέρμην τοῖς Ἕλλησιν ἀπέδωκε καὶ Ζητοῦνιν καὶ τὴν παράλιον τῆς Ἀσίας χώραν, καὶ ἐπιτήδειος ὢν ἐχαρίσατο αὐτοῖς, εἴ του δέοιντο, ὡς δυνατὸν ἦν αὐτῷ. ἐπρεσβεύοντο μὲν οὖν αὐτῷ καὶ οἱ Ἕλληνες, βουλευόμενοι μὴ ἀνεῖναι αὐτὸν ἐς τὴν ὁμιλίαν οὕτω πάνυ, ὡς ἐπισφαλές τε ὂν αὐτῷ καὶ οὐδαμῇ ἐμπεδοῦν αὐτῷ τὴν βασιλείαν πρὸς τὸν ἀδελφόν. τούτων μὲν οὐδένα λόγον ποιούμενος, ἕωθεν δὲ καὶ ἐς ἑσπέραν περὶ τὴν ἀκρατο 1.164 ποσίαν διετέλει, προπίνων τοῖς ἀρίστοις, καὶ ὡς ἀναπαύοιτο, ἐπεγειρόμενος αὖθις ἐς ὁμιλίαν καθίστατο. λέγεται δέ, ὡς ἔχοντος ἐν ταῖς χερσὶ τὴν φιάλην ἔλαφος ἐπὶ τὸ στρατόπεδον περιὼν διῄει, καὶ ἐπιθορυβούντων αὐτῷ τῶν στρατιωτῶν, ὡς ἡ ἔλαφος ἐπιπαρῇ, ἀγχοῦ γενόμενος ἐπειρᾶτο, εἰ φιάλην ἐπὶ τοῦ κέρατος φέροι, ὡς ταύτην ἀνακτησόμενος ἐπὶ τῆς ὁμιλίας. ἦν μέντοι ἄλλως ὁ Μουσουλμάνης ἐπιεικὴς καὶ τὸ σῶμα ῥωμαλέος καὶ ὁρμὴν ἐς τὸ μάχεσθαι κράτιστος, Μωσῆς δὲ τοὐναντίον θυμοῦ τε ἀκρατέστερος ὡς ἐπίπαν, καὶ ταχὺς δὲ μάλιστα ἐς ὀργήν, καὶ ἕπεσθαι τῷ δυσμενεῖ μηδὲν ἀνιέντα. ἐπείτε οὖν ἐπιγενομένων αὐτῷ οὐκ ὀλίγων ἐς τὸ πεδίον κατέβη καὶ ἐπὶ Μουσουλμάνην ἤλαυνε, Χασάνης τε ὁ τῶν νεηλύδων ἄρχων καὶ Βρενέζης ἔχων ἱπποδρόμους τῆς Εὐρώπης ηὐτομόλησαν αὐτίκα παρὰ Μωσέα. ὁ δὲ ὡς ᾔσθετο τοὺς νεήλυδας ἀφεστηκότας ἰέναι ἐπὶ τὸν ἀδελφόν, ἤλαυνεν εὐθὺ Βυζαντίου ἐπὶ τοῖς Ἕλλησι καὶ τὴν Βυζαντίου βασιλείαν ἐν νῷ ἔχων συμμῖξαι, ὡς ἐντεῦθεν αὖ ἐπὶ τὴν Ἀσίαν διαβὰς ἐπιχειροῖ τὰ ἐν τῇ Ἀσίᾳ πράγματα. καὶ ὡς ἔχων τοῖς Τούρκοις ἐπίδηλος ἦν κατὰ τὴν ὁδὸν τὴν ἐς τὸ Βυζάντιον φέρουσαν, ἐνταῦθα συλλεγέντες οἱ τήνδε τὴν χώραν οἰ 1.165 κοῦντες Τοῦρκοι τόν τε Μουσουλμάνην ἐζώγρησαν καὶ ἀπήγαγον παρὰ Μωσέα, χαριζόμενοι τῷ βασιλεῖ. ὁ μέντοι Μωσῆς τόν τε ἀδελφὸν διεχρήσατο καὶ τούς γε Τούρκους πανοικί, οἳ συλλαβόντες ἧκον ἄγοντες, πυρὶ σὺν γυναιξί τε ἅμα καὶ παισὶν ἐνέπρησε, φάμενος ἀθέμιτα ἐργασαμένους, καὶ βασιλέα σφῶν αὐτῶν συλλαβόντες ταύτην τὴν δίκην ὑπέχοιεν. Αὐτὸς δὴ ὑπέλαβε τὴν βασιλείαν, καὶ ἐς τὴν Ἀσίαν διαβὰς κατεστήσατο τὰ ἐκείνου πράγματα, καὶ ἐδόκει αὐτῷ ἀσφαλέστατα ἕξειν. καὶ ἐπήλαυνεν ἐν νῷ ἔχων πολιορκήσειν Βυζάντιον, καὶ τῇ τε Θέρμῃ πόλεμον ἐπήνεγκε, καὶ τῷ Τριβαλλῶν ἡγεμόνι πολεμῶν διεγένετο, τήν τε χώραν αὐτοῦ θ' ἅμα ληϊζόμενος καὶ Σπενδερόβην τὴν μητρόπολιν αὐτοῦ πολιορκῶν. Στέπανος μὲν οὖν οὗτος Ἐλεαζάρου Παιαζήτεω τῆς γυναικὸς ἀδελφός, Βοῦλκος δὲ τοὔνομα ἔχων, ὡς Ἐλεάζαρος ἐτελεύτησε, τήν τε ἡγεμονίαν παρέλαβε καὶ ἐτυράννευε, τῷ τε Παιαζήτῃ συστρατευόμενος, ᾗ ἂν παραγγέλλῃ. καὶ τότε δὴ ἐν τῇ πρὸς Μουσουλμάνην γενομένῃ μάχῃ πρὸς τῷ Βυζαντίῳ μετέστη τε ἀπὸ Μωσέως ἐπὶ τὸν ἀδελφὸν καὶ ηὐτομόλησε· δι' ἃ δὲ πόλεμον ἐπιφέρων τήν τε πόλιν αὐτοῦ ἐπολιόρκει καὶ τὴν χώραν ἐδῄου ὡς δὲ ἐπελαύνων ἐπολιόρκει Βυζάντιον, ἐξηρτύετό τε ἅμα ἐπιφέρων τε καὶ ἐπέχων, ὅσα τῆς χώρας ἠδύνατο, καὶ τριήρεις καὶ πλοῖα, ὡς ἠδύνατο, πλεῖστα ναυπηγησάμενος ἐπῄει διά τε τῆς ἠπείρου καὶ διὰ θαλάσσης. 1.166 ἐνταῦθα πληρώσαντες οἱ Ἕλληνες πλοῖα, ὅσα ἐπῆν αὐτοῖς, καὶ δὴ καὶ τριήρεις, ἡγουμένου Ἐμμανουήλου τοῦ νόθου Ἰωάννου τοῦ βασιλέως παιδός, ἀντανήγοντό τε καὶ ἐναυμάχησαν· καὶ ἐνίκησαν οἱ Ἕλληνες. οὗτος δὲ ὁ