Cesti (fragmenta) Πίναξ Τάδε ἔνεστιν ἐν τῷ <ζʹ> τῶν Ἀφρικανοῦ Κεστῶν· αʹ Περὶ ὁπλίσεως. -βʹ Περὶ πολεμίων φθορᾶς. -γʹ Ἀγωνιστικόν. -δʹ Πρὸς τομὴν πληγ

 ποικίλον, κοινὴν καὶ κατὰ βαρβάρων καὶ πρὸς αὑτοὺς τὴν ὅπλισιν ἐπισκευάσαντες· σημεῖον δὲ <τὸ> ἐλευθέρας τῶν μαχομένων τὰς ὄψεις ὑπὸ πίλῳ Λακωνικῷ ἐν

 Χρίουσι τὰ βέλη τινὲς φαρμάκοις, ἵνα τραῦμα πᾶν γένηται καίριον· τὴν ἐν ὕλαις ἰσχὺν ἄλλοι τίθενται. Προδιαφθείρουσί τινες φεύγοντες τὰς νομάς· φαρμακε

 τροφαῖς τετειχισμένου. Οὐ φέρει θάνατον ταῦτα μονήμερον, οὐδὲ τὸν χρησάμενον εὐθέως ἀναιρεῖ, λοιμοῦ τέχνῃ τοῦτον καὶ τὸν οὐ φαγόντα καταλαμβάνοντος· ἀ

 φθορά, εἰς ἀποφυγὴν τοῦ λοιμοῦ τὴν θεραπείαν προὔλαβον ἐκθέμενος ἐν ταῖς πρὸ τούτου διφθέραις. Προϋπέσχετο τὴν κατὰ Μήδων νίκην ἑαυτῷ τῷ γίνεσθαι τὴν

 τραῦμα ἰατρῶν παῖδες θεραπευέτωσαν, τοῦ κάμνοντος ἑαυτὸν εὐχερῶς ἐς τὴν ἐπάφησιν αὐτῶν χορηγοῦντος. 1.6 Ἵππου τιθασία Σπάνιος ὥσπερ ἐν ἀνδράσιν οὑτωσὶ

 μόνον· πίστευσον λέγοντι, ὁρῶσι καὶ δαίμονας, καὶ οἶδα πολλοὺς ἐν τριόδοις χρεμετίσαντας καὶ πεσόντας καὶ κηρύξαντας τῇ φωνῇ τὴν ἀπειλήν. Μάλιστα δὲ ε

 οἱ ἵπποι δέξωνται τὴν ὀδμὴν τοῦ κακοῦ, μεμήνασι καὶ φριμάσσουσι καὶ διὰ σπουδῆς ἀνίστανται, ὥσπερ τὴν ἀπὸ τῆς γῆς ἀναπνοὴν πεφοβημένοι, καὶ ἀνασκιρτῶσ

 καὶ ὀλίγιστον ἐλαίου προσλαβών, εἶτά τι μετρίως ἀνακόψας, ἔγχει κατὰ τῆς εὐωνύμου ῥινὸς διὰ τοῦ κέρως ἡμιόνοις νωτοφόροις τε καὶ τοῖς ὑποζυγίοις τελεί

 τοῦ τριγώνου δίχα τέμνονται πλευραί». Ἔστω γὰρ τρίγωνον ὀρθογώνιον τὸ ΑΒΓ, ὀρθὴν ἔχον τὴν Β γωνίαν. Καὶ τετμήσθω δίχα ἡ ΑΒ, τῷ ∆. Καὶ πρὸς ὀρθὰς ἤχθω

 ἀέρα κουφότατον, ἔτι καὶ ἀπέχονται θερμοῦ τε παντὸς καὶ ἁλῶν, ὡς ὄντων τοῦ ἀμβλυώττειν αἰτίων. Ὡς δ' ἂν μή ποτε ἁλῶσιν καθεύδοντες καὶ ἔφοδος αὐτοὺς π

 πτερόεις τυγχάνεις, προλαμβάνω σε κἀγὼ ἄλλῳ πτερῷ. Οὕτως οἱ Πασιθέας πρὸς Ὕπνον γάμοι. Ἀγρυπνοῦσι μὲν ὁ Ἔρως· ἐγγύη δὲ ὑπὸ Ἥρατούτου ἡ κλοπὴ τοῦ πτερο

 ἑαυτῷ. ∆ιπλοῦν δὲ ἐκ τούτου πλεονέκτημα· ἢ γὰρ ἀλγήσας ἀναιρεῖ τοὺς ἑαυτοῦ παραμυθούμενος ἀνίατον ἀλγηδόνα, <ἢ> ἴστασθαι μὴ δυνηθείς, πασσυδὶ πίπτει.

 στρόβιλοι ὡς καθ' ἕκαστον χοῦν ὕδατος δέκα· τούτους βαλὼν εἰς τὸ ὑγρόν, ζέσον ὅσον χλιᾶναι· τὸ δὲ ἀγγεῖον ἐνδεὲς ἔστω κοτύλων ʹ· ὃ περιφιμώσας πάνυ, ἐ

 βαλεῖν καὶ τρίτον ἐφεξῆς καὶ τοὺς ἄλλους ὁμοίως, τοῦ δευτέρου ἀεὶ τοσοῦτον ἀναπαύοντος τὴν βολὴν ὅσον ἐπὶ τὸν σκοπὸν φθάσαι τὸ τοῦ πρώτου βέλος. Εἶδον

 ἄλειφε ἐλαίῳ ἐν ᾧ ὁμοίως βδέλλαι ἀπεζέσθησαν. <Πίναξ> '1 Πῶς δι' οἴνου κατεργάσαιτ' ἄν τις τοὺς πεπωκότας πρὸς <τὸ> τρεῖς ἡμέρας κοιμᾶσθαι. -'2 Περὶ ἀ

 τοῦτο δεῖ γίνεσθαι ἀπ' ἀρχῆς ἔαρος μέχρι τέλους τοῦ φθινοπώρου. Καὶ πάλιν οἶνος ἀψινθίτης εἰς ταὐτὸ πέποται, οὐ μόνον πρὸ τροφῆς, ἀλλὰ καὶ μετὰ τροφὴν

 ἐλεφαντιῶντος ἵππου· Ἀφρικανοῦ Τὸ τοῦ χερσαίου ἐχίνου ἧπαρ ἐν ἡλίῳ ξηρανθὲν ἰᾶται τοὺς ἐλεφαντιῶντας ἵππους. 3.2 Ἀφρικανοῦ· ὀφθαλμικόν Ἡ χελιδὼν φέρει

 χορίῳ κυνὸς ἐσμυρνισμένῳ καὶ ὡς χρὴ κεκαθαρμένῳ καὶ περιαφθεῖσα αἰτία κυήσεως γίνεται. Ἵνα δὲ ὃ θέλεις συλλάβῃ τὸ ζῷον, εἴτε ἄρρεν εἴτε θῆλυ, λινόζωστ

 συκῶν καὶ μυρμηκιῶν καὶ ἀκροχορδόνων Μυρμηκίαι εἰσὶν σωμάτων ἐκφύσεις τραχέσιν ἥλοις προσεοικυῖαι· γίνονται δὲ πολλοῖς πολλαχοῦ. «Μυρμηκίας» δὲ καλοῦσ

 κορίου. Ποιεῖ δὲ καὶ βόλβιτον καταχριόμενον ὀπός τε συκῆς σὺν συκαμίνου φύλλοις ἢ καλαμίνθη ἢ φακὸς σὺν ἐλαίῳ χριόμενος. Ἄπληκτα δὲ τὰ ζῷα τηρεῖ σικύο

 πληγάς. 3.33 Ἀφρικανοῦ· πρὸς τὸ μὴ ἀδικεῖσθαι κτήνη ὑπὸ φρύνου νύκτωρ ἢ ἐν ζοφερῷ τόπῳ ἐμφωλεύοντος προσφυσώμενα Ὁ φρῦνος προσφυσᾶν εἴωθεν τοῖς κτήνεσ

 ἰσοστάσιος τῇ Ἰταλικῇ ἣ καλεῖται «δηνάριον», ὡς γὰρ ἐπίπαν τοῖς Ἰταλικοῖς νῦν χρῶνται πολλοί. Ἡ Ἀττικὴ μνᾶ στατῆρας ἔχει κεʹ· ἡ δὲ Ἰταλικὴ λίτρα στατή

 παρθενικαί τ' ἀταλαὶ νεοπενθέ' ἄωτον ἔχουσαι· πολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχε' ἔχοντες οἳ πολλοὶ παρὰ βόθ

 χάλα εἰς κριμνοῦ ˉχˉο αʹ, φύκους ˉχˉο δʹ, ζέσας χάλα τὸ ἔριον καὶ ἄφες ἕως ὀψὲ καὶ ἄρας ἀπόκλυσον θαλάσσῃ, εἶτα ὕδατι. 8.2 Ἀφρικανοῦ ἐκ βίβλου γʹ Στῦψ

 φλεβῶν ὀλισθήμασι, καί τι ἄλλο νυκτιφαές. Ἔρωτας δὲ καὶ ἀνάπτει καὶ σβέννυσι. Καὶ τρίχας λευκὰς μὲν μελαίνει λευκαίνει δὲ μελαίνας. Καὶ ἄλλ' ἄττα τοια

τοῦ τριγώνου δίχα τέμνονται πλευραί». Ἔστω γὰρ τρίγωνον ὀρθογώνιον τὸ ΑΒΓ, ὀρθὴν ἔχον τὴν Β γωνίαν. Καὶ τετμήσθω δίχα ἡ ΑΒ, τῷ ∆. Καὶ πρὸς ὀρθὰς ἤχθω ἡ ∆Ε. Καὶ διὰ τοῦ Ε, παράλληλος ἤχθω ἡ ΕΖ. Λέγω ὅτι καὶ <αἱ> λοιπαὶ τοῦ τριγώνου πλευραὶ δίχα τέμνονται, ἡ μὲν ΑΓ κατὰ τὸ Ε, ἡ δὲ ΒΓ κατὰ τὸ Ζ. Ἐπεζεύχθω γὰρ ἡ ∆Ζ. Ἐπεὶ ἴση ἐστὶν ἡ Α∆ τῇ ∆Β, <ἡ δὲ ∆Β τῇ ΕΖ>, ἄρα ἡ Α∆ τῇ ΕΖ ἴση καὶ παράλληλος. Αἱ δὲ ἴσας τε καὶ παραλλήλους ἐπὶ τὰ αὐτὰ μέρη ἐπιζευγνύουσαι ἴσαι τε καὶ παράλληλοί εἰσιν. Ἀλλὰ καὶ αἱ ∆Ε ΖΓ παραλληλόγραμμον τὸ ΓΕ∆Ζ. Ἴση ἄρα ἡ ∆Ζ τῇ ΕΓ. Ἀλλὰ καὶ τῇ ΑΕ ἦν ἴση. <Ἡ ΕΓ ἄρα τῇ ΑΕ ἐστιν ἴση>. Πάλιν, ἐπεὶ ἑκάτερον τῶν Β∆ ΕΖ, ΓΕ ∆Ζ παραλληλόγραμμον, ἡ ∆Ε ἄρα ἴση ἐστὶν ἑκατέρᾳ τῶν ΒΖ ΖΓ· ἀπεναντίον γάρ. Ὥστε καὶ αἱ ΒΖ ΖΓ ἴσαι εἰσίν. Εἰσὶν αἱ ἀποδείξεις καὶ κατὰ παντὸς τριγώνου. Ἀκολούθως δὴ τοῖσδε ποταμοῦ πλάτος ἐκ διαστήματος μετρηθήσεται. Ἔστωσαν ὄχθαι, καταντικρὺ μὲν ἣ τῶν πολεμίων ἐφ' ᾗ σημεῖον τὸ Α, ἣ δὲ πρὸς ἡμᾶς ἡ ΦΗ. Πήγνυται διόπτρα ἐν χώρᾳ τῇ πρὸς ἡμᾶς ἡ σχιστή, κατὰ τὸ Ι, οὕτως ὥστε τὸ διάστημα τὸ τοῦ Ι μέχρι τῆς πρὸς ἡμᾶς ὄχθης τοῦ ποταμοῦ μεῖζον εἶναι τοῦ ποταμοῦ. Τοῦτο δὲ ῥᾴδιον στοχάσασθαι. Καὶ πρὸς ὀρθὰς δύο σημεῖα κατοπτεύεται, ἓν μὲν ἐπὶ τῇ ὄχθῃ καταντικρύ, ἢ λίθος ἢ θάμνος ἤ τις ἄλλος εὐκάτοπτος σκοπός, καὶ ἔστω τὸ Α, τὸ δὲ ἕτερον τὸ πρὸς ἡμᾶς σημεῖον, ἐκ τῆς ἑτέρας τοῦ χιασμοῦ γραμμῆς, τὸ Υ. Τὴν δὲ διόπτραν μεταγαγὼν ἐπὶ τὸ Υ κατοπτεύω τὸ Α καὶ ποιῶ τρίγωνον ὀρθογώνιον. Τετμήσθω ἡ ΙΥ δίχα κατὰ τὸ Κ. Καὶ ἀπὸ τοῦ Κ, τῇ ΑΙ <ἤχθω> παράλληλος ἡ ΚΘ, ἀπὸ δὲ τοῦ Θ, τῇ ΙΥ παράλληλος ἡ ΘΡ. Ἐπεὶ οὖν τριγώνου τοῦ ΑΙΥ ὀρθογωνίου ἡ ΙΥ δίχα τέτμηται τῷ Κ καὶ ἔστι παράλληλος ἡ ΘΚ τῇ ΑΙ <καὶ ἡ ΘΡ τῇ ΙΥ>, καὶ ἡ ΑΙ ἄρα δίχα τέτμηται κατὰ τὸ Ρ. Ἀποτιμᾶν δὴ τὸ ἀπὸ τοῦ Ι ἐπὶ τὸ Ρ διάστημα. ∆έδοται ἄρα καὶ τὸ ἀπὸ τοῦ Ρ ἐπὶ τὸ Α. Τούτου δ' ἀφελόντες τὸ ἀπὸ τοῦ Ρ ἐπὶ τὸ Φ καὶ τὸ λοιπὸν ἕξομεν, τοῦτ' ἔστι τὸ τοῦ ποταμοῦ πλάτος. Εἰ δέ τῳ ἐργῶδες εἶναι δόξει τὸ πλέον ἀποστάντα ἐπὶ τῆς ἡμεδαπῆς διάστημα λαβεῖν, ἀνάγκης ἐκεῖ τούτου γινομένης τὴν ὄψιν ἐπιταράττεσθαι <καὶ> συγχεῖσθαι τὸ γιγνόμενον, λάβοιμεν ἄν, ἐπὶ τῆς αὐτῆς ὄχθης ἑστῶτες τοῦ ποταμοῦ, ῥᾳδίως τὸ μέγεθος τοῦ πλάτους τοῦτον τὸν τρόπον. Ἔστω γὰρ πάλιν ἐπὶ τοῦ καταντικρὺ μέρους εἰλημμένον σημεῖον τὸ Α. Ἐπὶ δὲ τοῦ πρὸς ἡμᾶς μέρους εἰλήφθω σημεῖον τὸ Β, ὥστε εἶναι τὴν ΑΒ πρὸς ὀρθὰς τῇ διὰ τῆς ὄχθης γραμμῇ, τῇ ΒΓ. Εἴληπται δέ τι σημεῖον ἐπὶ τῆς ΒΓ, τὸ ∆, ἐφ' οὗ κανὼν κείσθω ὁ ∆Ε. Ἐπὶ δὲ τοῦ ἄκρου τοῦ κανόνος μετέωρος ἔστω γνώμων ὁ Ε, ὥστε, εἰ ὁ ∆Ε κανὼν τῆς τοῦ ὕδατος ἐπιφανείας ἅπτοιτο, ἐπιπολῆς εἶναι τὸν γνώμονα. Καὶ μέχρι τούτου ὁ κανών, πρὸς ὀρθὰς <τῇ ∆Ε>, τῇ ΒΓ παραφερέσθω, μέχρις οὗ ἀπό τινος <σημείου, τοῦ Γ>, ἐπὶ τῆς ΒΓ γραμμῆς, διὰ διόπτρας θεωρηθῇ σημεῖα τὰ ΕΑ. Καὶ ἔσται ἀνά λογον ὡς ΒΓ πρὸς Γ∆ οὕτως ἡ ΑΒ πρὸς Ε∆. ∆έδοται δὲ ὁ τῆς ΒΓ πρὸς Γ∆ λόγος. ∆έδοται ἄρα καὶ ὁ τῆς ΑΒ πρὸς ∆Ε. Καὶ ἔστιν δοθεῖσα ἡ ∆Ε. ∆οθεῖσα ἄρα καὶ ἡ ΑΒ. Τῷ δὲ αὐτῷ λόγῳ καὶ τείχους ὕψος ληφθήσεται ἐπὶ τοῦ αὐτοῦ διαγράμματος ὀρθουμένου. Ἔστω τὸ μὲν ἄκρον τοῦ προμαχῶνος τὸ Α, βάσις δὲ τὸ Β, ἡ δὲ ἀπὸ τοῦ τείχους εἰς ἡμᾶς ἔξω βέλους γραμμὴ ΒΓ. Κρέμαται διόπτρα ἀπὸ κάμακος (ὃ δὴ «λυχνία» καλεῖται) πηγνυμένη πρὸς ὀρθὰς κατὰ τὸ Γ. Ἔστω δὴ γραμμὴ ὁ κάμαξ ∆Γ. Τὴν δὴ διόπτραν ἐπικλίνας, διοπτεύω τοῦ τείχους τὸ ἄκρον, ὅ ἐστιν Α. Καὶ μετελθὼν ἐπὶ τὸ ἕτερον ἀγγεῖον, ἐπὶ τῆς αὐτῆς εὐθείας λαμβάνω ση μεῖον <τὸ Ε. Καὶ ἔσται τρίγωνον> τὸ ΑΕΒ, καὶ παρὰ μίαν τῶν πλευρῶν τὴν ΑΒ παράλληλος ἡ Γ∆. Ὃν ἄρα λόγον ἔχει ἡ ΕΓ πρὸς Γ∆, τοῦτον ἡ ΕΒ πρὸς ΒΑ. ∆έδοται δὲ ὁ τῆς ΕΓ πρὸς Γ∆ λόγος· δέδοται γὰρ αὐτῶν ἑκατέρα. ∆έδοται ἄρα καὶ ὁ τῆς ΕΒ πρὸς ΑΒ <λόγος. ∆έδοται δὲ καὶ ΕΒ>, ὡς ἐπὶ τοῦ ποταμοῦ δέδεικται. ∆οθεῖσα ἄρα καὶ ἡ ΒΑ, ὅπερ ἔδει δεῖξαι. 1.16 Ἤχου κλοπή Ὀξύτατα πάντων ὁρῶσι Μαυρούσιοι καὶ τὸν προσιόντα γνωρίζουσι μακρόθεν καὶ ἀκούουσιν ἴσα, καίτοι τῆς ἀκοῆς βραδυτέρας οὔσης τοῦ βλέπειν. Ἀλλ' ἡ μὲν ὄψις αὐτοῖς ἀσκήσει καὶ φύσει μακρά· πρὸς γὰρ οἷς γυμνάζονται δρόμοις, ἀναπνέοντες