1

 2

 3

 4

 5

4

ἀπαιτούμενοι, ὃν μὲν ἐραπίσατε, ὃν δὲ ἐν λάκκῳ βορβόρου κατεδικάσατε, ὃν δὲ ἐλιθοβολήσατε. Ἰδοὺ ἐγὼ αὐτὸς ὁ υἱὸς καὶ κληρονόμος πάρειμι, αἰδέσθητέ μου τὴν υἱότητα, ἐντράπητέ μου τῆς πατρικῆς φύσεως τὸ ἀξίωμα. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ πρὸς ὑμᾶς ἐλήλυθα. Ἐλεῶ τοῦ ἀμπελῶνός μου· εἰ καὶ πρὸς γῆν καταβέβηκα, ἀλλ' ἐν τοῖς κόλποις τοῦ Πατρός μου αὐλίζομαι. Ἀπόδοτέ μοι τοῦ ἀμπελῶνός μου τὸν καρπόν. Ἀλλ' ὄντως ὡς πονηροὶ γεωργοὶ ὑμεῖς τὸ ἔργον τῶν πατέρων ὑμῶν ἐκπληρώσετε. Ἐκεῖνοι προφητοκτόνοι, ὑμεῖς καὶ θεοκτόνοι γενήσεσθε. Ἐπιδαψιλεύεσθε γὰρ τῇ κακίᾳ. Ἐγώ εἰμι ὁ κληρονόμος, ὁ λίθος ὁ ἀκρογωνιαῖος, ὃν ὑμεῖς εἰ καὶ ἀπώσησθε, ἀλλὰ συντριβήσεσθε μὲν, ἐγὼ δὲ τοὺς δύο λαοὺς συνάψω, τὰ διεστῶτα, τοῖς ἐπουρανίοις τὰ ἐπίγεια. ∆ι' ἐμοῦ ἀγγέλων καὶ ἀνθρώπων μία Ἐκκλησία γενήσεται. ∆ι' ἐμοῦ ἐχθροὶ ὄντες τῷ Πατρί μου καταλλαγήσεσθε. Εἰρηνεύσω γὰρ, καὶ σπονδὰς ποιήσομαι τῆς εἰρήνης τὸ ἐμοῦ αἷμα, ὅπερ ὑπὲρ τῆς κοσμικῆς ἐκχυθήσεται σωτηρίας. εʹ. Ταῦτα διὰ τῶν παραβολῶν αἰνιττόμενος, οὐκ ἔπειθεν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν. ∆ιὸ οὐκ ηὔγασεν αὐτοῖς τὸ φῶς τοῦ Εὐαγγελίου. Ὢ 96.585 τῆς ἀτόπου τῶν ἀνιέρων ἱερέων πωρώσεως! Αὐτοὶ ἑαυτοὺς κατεδίκαζον, οὐκ εἰδότες τί λέγουσιν. Αὐτοὶ γὰρ καθ' ἑαυτῶν ἐξήνεγκαν ψῆφον. Ἐρωτώμενοι γὰρ τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις, ἄκοντες ἀληθῶς ἀπεκρίναντο. Κακοὺς κακῶς ἀπολέσει αὐτούς. ∆ίκαιον ὡς ἀληθῶς πάσχειν τὸν κακὸν ἐξ οἰκείας γενόμενον προαιρέσεως. Τὸν δὲ ἀμπελῶνα ἐκδώσεται ἑτέροις γεωργοῖς, οἵτινες ἀποδώσουσι τὸν καρπὸν ἐν καιρῷ. Ὡς ἱερεῖς καὶ τὸ τῆς ἱερωσύνης ἔχοντες ἀξίωμα, καὶ μὴ εἰδότες τὰ ἀληθῆ, προφητεύουσιν. Ἐκδέδοται γὰρ ὁ ἀμπελὼν, ὁ λαὸς Κυρίου, τοῖς γεωργοῖς οἳ ἀπέδωκαν τῷ ∆εσπότῃ πολύχουν καὶ πολυφόρον τὸν καρπόν. Εἰς γὰρ πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! Οὗτοι ὡς πρόβατα ἐν μέσῳ λύκων πορευόμενοι, τοὺς λύκους εἰς πρόβατα μετεποίησαν, τοὺς πάλαι διώκοντας Ἕλληνας, Χριστοῦ πρόβατα ἀπειργάσαντο, καὶ ἐκτήσαντο κυρίῳ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. ϛʹ. ∆εῦτε οὖν, ἀδελφοὶ, ὅσοι τὸ τῆς πίστεως ἐλάβομεν ὄνομα, οἱ Χριστοῦ λαὸς ὀνομάζεσθαι κατηξιωμένοι, μὴ ἀθετήσωμεν τὴν κλῆσιν ἡμῶν μὴ τὴν πίστιν διὰ τῶν ἀτόπων ἔργων καταρυπώσωμεν. Οὐκ ἀρκεῖ τὸ ἀκούειν πιστὸν μόνον, ἀλλ' ἔργῳ τὴν πίστιν ἡμῶν ἐπιδειξώμεθα. ∆ύο γὰρ υἱοὶ, φησὶν, ἦσαν ἑνὶ πατρὶ, καὶ εἶπεν τῷ ἑνί· Πορεύου, ἐργάζου εἰς τὸν ἀμπελῶνα. Ὁ δὲ ὑπέσχετο μὲν, οὐκ ἐπλήρωσε δὲ τὴν ὑπόσχεσιν. Εἶτά φησι πρὸς τὸν ἕτερον. Ὁ δὲ ἀπηρνήσατο μὲν λόγῳ, ἔργῳ δὲ τὸ προσταχθὲν ἐξεπέρανε. Καὶ ψέγεται μὲν ὁ πρότερος, εὐφημεῖται δὲ ὁ δεύτερος. Καὶ ἡμεῖς τοίνυν μνησθῶμεν τῆς ἀποταγῆς, καὶ συνταγῆς τῆς γενομένης ἐν τῷ βαπτίσματι. Ἀπεταξάμεθα τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ πάσῃ τῇ λατρείᾳ αὐτοῦ· τηρήσωμεν τὴν ἀπόταξιν· μὴ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψωμεν. Ἔργα τοῦ διαβόλου εἰσὶν, μοιχεῖαι, πορνεῖαι, ἀκαθαρσίαι, φθόνοι, ἔριδες, φιλονεικίαι, ὑποκρίσεις, καταλαλιαὶ, εἰρωνεῖαι, θυμοὶ, μνησικακίαι, κατακρίσεις, βλασφημίαι, ἐπαοιδίαι, ἐπιλαλιαί. Τὰ τῆς ἀπιστίας σημεῖα, ἀσπλαγχνίαι, προσπάθειαι, ἀντιπάθειαι, φιληδονίαι, φειδωλίαι, κῶμαι, μέθαι. Καὶ ἡ τοῦ διαβόλου πομπὴ, ὑπερηφανίαι, κενοδοξίαι, οἴησις, ἔπαρσις, τύφος, ἐπίδειξις, καλλωπισμὸς τοῦ σώματος. Τούτων ἁπάντων ἀρνησάμενοι τὴν κοινωνίαν, καθὰ συνεταξάμεθα τῷ Χριστῷ, τὰς ἐναντίας τούτων ἀρετὰς ζηλώσωμεν· ἁγνείαν, σωφροσύνην, πτωχείαν, ὑπομονὴν, εἰρήνην, ἀγάπην, συμπάθειαν, ἐλεημοσύνην, τὴν εἰς τοὺς δεομένους μετάδοσιν, σχῆμα, καὶ στολὴν, καὶ βάδισμα κόσμιον, λόγον ἀληθῆ, ταπείνωσιν, ἐπὶ πᾶσιν τὸν ὀνειδισμὸν