1

 2

 3

 4

 5

2

λαιμαργία, τρυφὴ, μέθη, λαθροφαγία, φιληδονία ποικίλη, πορνεία, μοιχεία, ἀσέλγεια, ἀκαθαρσία, αἱμομιξία, παιδοφθορία, κτηνοβατία, ἐπιθυμίαι κακαὶ, καὶ πάντα τὰ παρὰ φύσιν καὶ αἰσχρὰ πάθη, κλεψία, ἱεροσυλία, λῃστεία, φόνος, σωματικὴ ἄνεσις καὶ ἀπόλαυσις τῶν θελημάτων τῆς σαρκὸς, ὑγιαίνοντος μᾶλλον τοῦ σώματος, μαντεῖαι, μαγεῖαι, γοητεῖαι, οἰωνισμοὶ, κληδονισμοὶ, φιλοκοσμίαι, περπερεῖαι, βλακεῖαι, καλλωπισμοὶ, ἐπιτρίμματα προσώπων, ἡ κατάκριτος ἀργεία, μετεωρισμοὶ, κυβεῖαι, ἡ ἐμπαθὴς τῶν τοῦ κόσμου ἡδέων παράχρησις, ἡ φιλοσώματος ζωὴ, ἥ τις παχύνουσα τὸν νοῦν, γεώδη καὶ κτηνώδη τοῦτον ἀποτελεῖ, καὶ οὐδέποτε πρὸς Θεὸν, καὶ τὴν τῶν ἀρετῶν ἐργασίαν ἀνανεοῦσθαι ἐᾷ. Ῥίζαι δὲ πάντων τῶν παθῶν, καὶ, ὡς ἂν εἴποι τις προπέτειαι, φιληδονία, φιλοδοξία, φιλαργυρία, ἀφ' ὧν ἀποτίκτεται πᾶν κακόν. Οὐχ ἁμαρτάνει δὲ ὁ ἄνθρωπος οὐδεμίαν ἁμαρτίαν, εἰ μὴ πρότερον οἱ κραταιοὶ οὗτοι γίγαντες, καθώς φησιν ὁ ἐν ἀσκηταῖς σοφώτατος, Μάρκος περιγένωνται καὶ κατακυριεύσωσιν αὐτοῦ· ἤτοι λήθη, ῥᾳθυμία, καὶ ἄγνοια· ταύτας δὲ ἀποτίκτει ἡδονὴ καὶ ἄνεσις, τὸ ἀγαπᾷν τὴν δόξαν τῶν ἀνθρώπων, καὶ τὸν περισπασμόν· πρωταίτιος δὲ τούτων ἁπάντων, καὶ οἷα μήτηρ κακίστη, ὡς προείρηται, ἡ φιλαυτία, ἤγουν ἄλογος φιλία τοῦ σώματος καὶ ἐμπαθὴς προσπάθεια· διάχυσις γὰρ καὶ ἔκλυσις νοὸς μετὰ εὐτραπελίας καὶ αἰσχρολογίας, πολλῶν κακῶν καὶ πτωμάτων πρόξενοι, ὡς ἡ παῤῥησία, καὶ ὁ γέλως. Πρὸς τούτοις δὲ πᾶσι χρὴ γινώσκειν, ὡς ποικίλη τίς ἐστι καὶ πολύτροπος ἡ ἐμπαθὴς φιληδονία, καὶ πολλαὶ αἱ ἀπατῶσαι τὴν ψυχὴν ἡδοναὶ, ὅταν μὴ νήφουσα πρὸς Θεὸν, αἴρεται τῷ θείῳ φόβῳ, καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ, τῆς τῶν ἀρετῶν ἐργασίας ἐπιμελουμένη. Μυρίαι γὰρ φέρονται ἡδοναὶ πρὸς ἑαυτὰς ἕλκουσαι τοὺς τῆς ψυχῆς ὀφθαλμούς· αἱ τῶν σωμάτων, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς δόξης, αἱ τῆς ῥᾳθυμίας, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαργυρίας, αἱ τῆς πλεονεξίας· καὶ φαίνονται ἐν ἀπάτῃ λαμπρὰς ἔχουσαι τὰς ὄψεις, καὶ εὐαρέστους· ἱκαναὶ ἐπισπάσασθαι τοὺς περὶ ταῦτα ἐπτοημένους, καὶ μὴ σφόδρα τῆς ἀρετῆς ἐρῶντας, καὶ τὴν ταύτης ὑπομένοντας σκληρότητα. Καὶ πᾶσα γὰρ σχέσις γηΐνη, καὶ ἡ πρός τι τῶν ὑλικῶν προσπάθεια, ἡδονὴν καὶ τέρψιν ποιεῖ τῷ προσπαθητικῷ, καὶ ἀνόνητον καὶ βλαβεράν. Τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἐμπαθὲς ἐν τούτῳ δεικνύει, ὡς τούτου ἕνεκεν, θυμῷ καὶ ὀργῇ, λύπῃ τε καὶ μνησικακίᾳ, τῇ τοῦ ποθουμένου ἀποστερήσει τὸν ἡττώμενον καθυποβάλλεσθαι. Εἰ δὲ μετὰ τῆς προσπαθείας καὶ μικρὰ ἐπικρατήσει συνήθεια, ἀναισθήτως φάναι, καὶ ἀνιάτως ἄχρι τέλους τῆς ἀλόγου προσπαθείας ἔχεσθαι, διὰ τῆς ἐνταῦθα κεκρυμμένης ἡδονῆς τὸν ἁλόντα παρασκευάζει. Πολυσχεδὴς γάρ ἐστιν ἡ τῆς ἐπιθυμίας ἡδονὴ, ὡς προείρηται· καὶ οὐ μόνον τῇ πορνείᾳ, καὶ τῇ ἄλλῃ σωματικῇ ἀπολαύσει ἀποπληροῦται, ἀλλὰ καὶ τοῖς λοιποῖς πάθεσιν. Ἐπεὶ τὸ σωφρονεῖν οὐ τοῦτο μόνον ἐστὶ, τὸ πορνείας ἀπέχεσθαι, καὶ τῶν ὑπογαστρίων ἡδονῶν, ἀλλὰ καὶ ἀπὸ τῶν λοιπῶν ἡδονῶν ἐκτὸς εἶναι. Ἔνθεν καὶ ὁ φιλοχρηματίας καὶ ὁ φιλαργυρίας, καὶ ὁ πλεονεξίας ἐρῶν, ἀκόλαστος· ὥσπερ γὰρ ἐκεῖνος σώματος ἐρᾷ, οὕτω καὶ οὗτος χρημάτων. Μᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν ἐκ τῆς φύ 95.92 σεως συνωθοῦσαν αὐτόν. Καὶ γὰρ ἀμαθὴς ἡνίοχος ἐκεῖνος ἂν, ὡς ἀληθῶς καὶ μάλιστα λέγοιτο, οὐχ ὁ τὸν σκληρὸν καὶ δυσήνιον μὴ κατέχων ἵππον, ἀλλ' ὁ τὸν ἥμερον καὶ ἐπιεικέστερον, μὴ δυνάμενος ὑποτάξαι. Καὶ δῆλόν ἐστι πανταχόθεν, ὡς περιττὴ καὶ οὐ κατὰ φύσιν ἐστὶν ἡ τῶν χρημάτων ἐπιθυμία, ἅτε μὴ ἐκ φύσεως τὴν βίαν ἔχουσα, ἀλλ' ἐκ τῆς μοχθηρᾶς προαιρέσεως. ∆ιὸ καὶ ἀσύγγνωστα ἁμαρτάνει ὁ ταύτῃ ἑκὼν ἡττώμενος· ὥστε χρὴ σαφῶς ἐπιγινώσκειν ἡμᾶς, οὐκ εἰς τρυφὴν μόνον, καὶ τὴν τῶν σωμάτων ἀπόλαυσιν ἡ φιληδονία ὁρίζεται, ἀλλ' ἐν παντὶ τρόπῳ καὶ πράγματι