1

 2

2

θʹ. Εἰ δὲ ὑπὸ τῆς κενοδοξίας καὶ τοῦ τῶν ἀνθρώπων ἐπαίνου δεινῶς τυραννῇ, ὀφείλεις μηδὲν πρὸς ἐπίδειξιν τῶν ἀνθρώπων ποιεῖν, ἀλλὰ πᾶσαν τὴν ἐργασίαν σου ποιεῖν ἐν κρυπτῷ, μηδενὸς ἄλλου εἰδότος, ἢ τοῦ Θεοῦ μόνου· καὶ μὴ ἀγάπα τοὺς ἐπαίνους, μηδὲ τὰς τιμὰς τῶν ἀνθρώπων, μηδὲ τὰ καλὰ ἱμάτια, μηδὲ τὴν προτίμησιν, καὶ τὴν πρωτοκαθεδρίαν· μᾶλλον δὲ ἀγάπα ἵνα σε ψέγωσιν οἱ ἄνθρωποι, καὶ κατηγορῶσι καὶ ἀτιμάζωσι ψευδόμενοι· καὶ ἔχε ἑαυτὸν παντὸς ἁμαρτωλοῦ ἁμαρτωλότερον. ιʹ. Εἰ δὲ ὑπὸ τοῦ δαιμονιώδους πάθους τῆς κακίστης ὑπερηφανίας σεαυτὸν ὁρᾷς πολεμούμενον, ὀφείλεις μηδένα λοιδορῆσαι, ἢ κρῖναι, ἢ ἐξουδενῶσαι τὸ σύνολον, ἀλλ' ἑαυτὸν περίψημα πάντων λογίζεσθαι, καὶ ἐννοεῖν συνεχῶς, ὅτι ἐὰν μὴ Κύριος οἰκοδομήσῃ 95.84 οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· καὶ πάντοτε χρεωφειλέτην λογίζεσθαι ἑαυτὸν, καὶ ἐξουθενεῖν ἐνώπιον τοῦ Θεοῦ καὶ πάντων ἀνθρώπων. Καὶ μὴ θάρσει, ἕως οὗ τὴν ἀπόφασιν δέξῃ· ὁρῶν ἐκεῖνον, τὸν καὶ μετὰ τὴν ἐν νυμφῶνι κατάκλισιν, χεῖρας καὶ πόδας δεσμούμενον, καὶ εἰς τὸ σκότος αἰώνιον ἐξοριζόμενον· ἀλλὰ κἂν νηστεύῃς, κἂν ἀγρυπνῇς, κἂν χαμαικοιτῇς, κἂν ψάλλῃς, κἂν διαμονῇς, κἂν μετανοίας πολλὰς ποιῇς, κἂν ἄλλο τι καλὸν ποιῇς, μὴ λέγου, ὅτι ἐξ ἰδίου μου κόπου, ἢ ἀπὸ ἰδίας προθυμίας γεγένηται, ἀλλ' ἐκ τῆς Θεοῦ βοηθείας καὶ ἀντιλήψεως γίνεται, καὶ οὐχὶ ἐκ τῆς ἐμῆς σπουδῆς. Σπούδασον πάντοτε, ἀδελφὲ, ἵνα ὑπάρχῃς ἀεὶ ἁπλοῦς καὶ ἄμωμος· καὶ μὴ ἔχε ἄλλα ἐν τῇ καρδίᾳ, ἄλλα ἐν τῷ στόματί σου· τοῦτο γὰρ δόλιόν ἐστι· καὶ συνεχῶς μετὰ δακρύων προσεύχου· καὶ οὕτω ποιῶν ἀπαλλαγήσῃ τοῦ ὀλεθρίου καὶ πονηροῦ παραπτώματος. Τῶν παθῶν, τὰ μέν ἐστι σωματικὰ, τὰ δὲ ψυχικά· καὶ σωματικὰ μὲν λέγομεν, γαστριμαργίαν, πορνείαν, μέθην, ἀσέλγειαν. Ψυχικὰ δὲ, μῖσος πρὸς τὸ πλησίον, φθόνον, ἔριν, κενοδοξίαν, ὑπερηφανίαν. Αὐτὰ δὲ ἐνεργοῦσιν εἰς τὴν ἡμετέραν ψυχὴν, ἀπούσης ἀγάπης καὶ ἐγκρατείας· τὰ δὲ ὑπὸ νηστείας καὶ ἀγρυπνίας. Τότε γὰρ ὁ νοῦς καὶ τὸ οἰκεῖον φῶς ἀπολαμβάνει, καὶ τὸν Θεὸν ἀπαρεμποδίστως ὁρᾷ.