1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

7

τὴν Εὐρώπην. Τὴν Εὐρώπην δὲ ἁρπάσας ταῦρος, βασιλεὺς Κρήτης, ἔτεκε Μίνωα. 16. Κατὰ τούτους τοὺς χρόνους ἀνεφάνη τις ἐν Τύρῳ ἀνὴρ σοφὸς ὄνομα Ἡρακλῆς, ὃς εὗρε τὴν βαφὴν, τὴν καλουμένην κογχύλην, ἰδὼν κύνα ποιμενικὸν ἐσθίοντα κογχύλην καὶ τὸν ποιμένα ἐκμάσσοντα μετὰ πόκον προβάτου τὸ τοῦ κυνὸς στόμα, καὶ προσαγαγὼν τὸν πόκον ὡς μέγα δῶρον τῷ βασιλεῖ. (17) Ὁ δὲ Σύρος εὗρε τὴν ἀριθμητικὴν, ἐδόξασε δὲ καὶ ἀσωμάτους ἀρχὰς καὶ μεταβολὴν τῶν ψυχῶν εἰς ἕτερα ζῶα. 18. Κατὰ τοὺς χρόνους τούτους ἐγνωρίζετο Φαλὲκ, ὁ υἱὸς Ἕβερ, περὶ οὗ Μωσῆς ἔγραψε, καὶ ἕτερος υἱὸς τοῦ Πίκου ∆ιὸς ἀπὸ ∆ανάης γενόμενος ὀνόματι Περσεὺς, ὃν ἐδίδαξεν ὁ πατὴρ πάσας τὰς μυστικὰς φαντασίας· ὅστις βουλόμενος ἑαυτῷ καταστῆσαι βασιλείαν καὶ διὰ πολλῆς ἐρχόμενος γῆς, εἶδε παρθένον κόρην αὐχμηράν τε καὶ δυσειδῆ ὀνόματι Μέδουσαν· καὶ λαβὼν ἀπέτεμεν αὐτῆς τὴν κεφαλὴν, καὶ τελέσας αὐτὴν, ὡς ἐδιδάχθη, ἐβάσταζε καταπλήττων πάντας καὶ ἀναιρῶν τοὺς ὁρῶντας· ἥντινα κεφαλὴν ἐκάλεσε Γοργόνα διὰ τὴν ὀξύτητα τῆς ἐνεργείας. ** γυναικὸς Ἀνδρομέδας, καὶ καταλαβὼν κώμην λεγομένην Ἀμάνδραν, ἐποίησεν αὐτὴν πόλιν, στήσας ἑαυτῷ στήλην βαστάζουσαν τὴν Γοργόνα· αὕτη μετεκλήθη ἕως νῦν Ἰκόνιον διὰ τὸ ἀντεικόνισμα τῆς Γοργόνος. Ἐπολέμησε δὲ καὶ Ἰσαύροις καὶ Κίλιξιν, ἔνθα πόλιν κτίζει ἣν ἐκάλεσε Ταρσόν ἐν τῇ κώμῃ τῇ λεγομένῃ Ἀνδρασῷ. Χρηματισθεὶς (ἐχρηματίσθη?) γὰρ κατ' ὄναρ ὅτι ἐν τῷ (λ. ᾧ) τόπῳ μετὰ τὴν πρὸς πολεμίους νίκην ἀποβὰς ἐκ τοῦ ἵππου τὸν ταρσὸν ἀπόθηται τοῦ ποδὸς, ἐκεῖ ὑπὲρ τῶν νικητηρίων κτίσαι πόλιν, καὶ κτίσας ταύτην ἐκάλεσε Ταρσόν. Μετὰ δὲ ταῦτα καὶ Μήδους νικήσας ἐκάλεσε τὴν χώραν Περσίδα, ἐδίδαξε δὲ καὶ πολλοὺς τῶν Περσῶν τὰς ἐπὶ τῆς Γοργόνος τελετάς. (18*) Καθ' ὃν δὴ χρόνον κατηνέχθη σφαῖρα πυρὸς ἐκ τοῦ οὐρανοῦ, ἐξ ἧς ἔλαβεν ὁ Περσεὺς πῦρ, καὶ παρέδωκε τιμᾶν αὐτό· ὃ καὶ μέχρι νῦν φυλάττουσι. (19) Συνέβαλε δὲ τῷ Κηφεῖ τῷ πατρὶ Ἀνδρο μέδας, τυφλῷ ὄντι ὑπὸ τοῦ γήρως, καὶ προεβάλετο, καθ' ὅπερ εἶχεν ἔθος, εἰς βοήθειαν τὴν κεφαλὴν Γοργόνος· ὁ δὲ μὴ βλέπων οὐκ ἔθανεν· ὁ δὲ Περσεὺς ἀγνοῶν δι' ἣν αἰτίαν ἐξέφυγεν ἐκεῖνος τὸν ἀπὸ τῆς Γοργόνος θάνατον, καὶ νομίσας μηκέτι ἐνεργεῖν τὴν ὑπ' αὐτοῦ φερομένην κεφαλὴν, στρέψας εἰς ἑαυτὸν καὶ ταύτην ἑωρακὼς ἐτελεύτα. (20) Βασιλεύει μετ' αὐτὸν Περσῶν ὁ υἱὸς αὐτοῦ Μέρρος, ὅστις ἔκαυσε τὴν μυσαρὰν ἐκείνην κεφαλὴν τῆς Γοργόνος. 7aExc. Salmas.: ∆ιόνυσος πολεμήσας Πενθεῖ τῷ ἐξαδέλφῳ δέσμιος ἤχθη· Ἀγαυὴ δὲ ἡ μήτηρ Πενθέως ἔπεισεν αὐτοὺς σπείσασθαι ἐνώπιον τοῦ πάππου Κάδμου· ὁ δὲ ∆ιόνυσος ἐνετείλατο τοῖς οἰκείοις ἀνελεῖν Πενθέα· καὶ ἐμυθεύθη ὅτι ἡ Ἀγαυὴ τὸν οἰκεῖον διεσπάραξεν, οἷα τοῦ θανάτου αὐτοῦ αἰτία γενομένη. Στασιασάντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ θανάτῳ Πενθέως, ∆ιόνυσος μὲν ἀπελαύνετο, προχειρίζεται δὲ Λυκοῦργος. Tzetzes Hist. VI, 61, 581: Ὁ δ' Ἰωάννης χρονικὸς ἀλληγορῶν που λέγει· Πενθεύς τε καὶ ὁ Λάβδακος, μᾶλλον δὲ Πενθεὺς πλέον, ἀνῃρημένων τῶν λοιπῶν ἐγγόνων τῶν τοῦ Κάδμου, τοῦ μὲν Ἀκταίωνος αὐτοῦ ὑπὸ κυνῶν ἰδίων, Λεάρχου Μελικέρτου δὲ παρὰ πατρὸς μητρός τε, εἶχεν ἐλπίδα κατασχεῖν τὰ σκῆπτρα καὶ τοὺς θρόνους. Ὡς δ' ἤκουσε ∆ιόνυσον ἔγγονον νόθον Κάδμου ἀντιποιεῖσθαι τῆς ἀρχῆς, δεσμεῖ κρατήσας τοῦτον. Λύσας λιταῖς δὲ τῆς μητρὸς κτείνεται δόλοις τούτου. ∆ιόπερ μῦθον ἔπλασαν, ἐκ τῆς μητρὸς κτανθῆναι. 8 Cod. Paris. 1630: Μετὰ δὲ Κάδμον ἐβασίλευσε τῆς Βοιωτίας Νυκτεὺς, οὗ θυγάτηρ Καλλιόπη ἐκ μίξεως Θεοβοίου Ζῆθον καὶ Ἀμφίονα ἔτεκεν, οἳ ῥιφέντες καὶ παρ' ἀγροίκου ἀνατραφέντες κρατοῦσι τῆς Βοιωτίας, ἐπαναστάντες τῷ Νυκτεῖ, καὶ κτίζουσι πόλιν τὴν πρώην οὖσαν κώμην καὶ καλουμένην Ἐγχέλειαν, καὶ ὠνόμασαν αὐτὴν Θήβας εἰς ὄνομα τοῦ πατρὸς αὐτῶν. (2) Τούτων ἀπόγονος Λάϊος, ἀφ' οὗ Οἰδίπους γεννηθεὶς ἐξετέθη ξύλῳ τοὺς πόδας περικλεισθεὶς, καὶ Οἰδίπους ὠνομάσθη διότι ὠγκωμένους εἶχε τοὺς πόδας. Γέγονε δὲ ἀνδρεῖος καὶ τὴν χώραν ἐλῄστευε.