1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

13

χαρακτῆρα τοῦ ἔθνους διὰ περιτομῆς εἰληφότες. ἐστὶν οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ Ἀβραὰμ ἔτη σψμεʹ. Ὁ δὲ Ἀβραὰμ ἦν ἐτῶν ρʹ, ὅτε ἐγέννησε τὸν Ἰσαάκ, καὶ 59 Ἰσαὰκ τὸν Ἰακὼβ τὸν λεγόμενον Ἰσραήλ. ἐκλήθησαν δὲ οἱ Ἰοδαῖοι ἀπὸ Ἰούδα τοῦ τετάρτου υἱοῦ τοῦ Ἰακώβ· ἔσχε γὰρ υἱοὺς δώδεκα. ἡ δὲ τοῦ Ἰούδα φυλὴ ἐκράτει τῶν Ἰουδαίων καὶ διῴκει· ὅθεν καὶ τὸ ὄνομα ἔσχον. Ἐν δὲ τοῖς χρόνοις τούτοις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ἀνεφαίνετό τις ὀνόματι Ἡσίοδος· ὅστις ἐξεῦρε τὰ Ἑλλήνων γράμματα, καὶ συντάξας γράμματα ἐξέθετο τοῖς Ἕλλησι πρῶτος. Ἐν δὲ τοῖς χρόνοις τοῦ Ἀβραὰμ ἐβασίλευσεν Ἀσσυρίων ὁ ἐκ φυλῆς τοῦ Σήμ, υἱοῦ Νῶε, Ἐνδελεχός, βασιλεύσας αὐτῶν πρῶτος μετὰ τὸ ἐκλεῖψαι τὸ γένος τοῦ Περσέως. καὶ ἦλθε πάλιν τὸ βασίλειον εἰς τοὺς Ἀσσυρίους. Αἰγυπτίων δὲ ἐβασίλευσε πρῶτος βασιλεὺς τῆς φυλῆς τοῦ Χάμ, υἱοῦ Νῶε, Φαραώ, ὁ καὶ Ναραχὼ καλούμενος. τὰ οὖν πρὸ τούτου παλαιὰ βασίλεια Αἰγυπτίων ἐξέθετο Μανεθὼν ὁ σοφώτατος, ὡς προείρηται. τὰ δὲ μεταγενέστερα βασίλεια Αἰγυπτίων, λέγω δὲ ἀπὸ τοῦ Ναραχὼ καὶ κάτω, συνεγράψατο οὖν ταῦτα Θεόφιλος ὁ σοφώτατος χρονογράφος. Ἐν δὲ τοῖς χρόνοις τοῦ Ἀβραὰμ ἐβασίλευσεν Αἰγυπτίων ὁ ἐκ τῆς φυλῆς τοῦ Χὰμ Ναραχώ. ἠγόρασε δὲ ἀπὸ τῶν Σαρακηνῶν Πετεφρῆς, ὁ ἀρχιμάγειρος τοῦ αὐτοῦ Φαραὼ βασιλέως, τὸν Ἰωσήφ, υἱὸν τοῦ Ἰακώβ· ὅντινα ἐπώλησαν οἱ αὐτοῦ ἀδελφοὶ τοῖς Σαρακηνοῖς, διαφθονούμενοι αὐτῷ, ὡς φιλούμενον ὑπὸ τοῦ ἰδίου 60 πατρός· ἦν δὲ ὁ Ἰωσὴφ ὡραῖος τῇ θέᾳ. ὅστις Ἰωσὴφ ἡρμήνευσε τὸ ὅραμα τῷ βασιλεῖ Φαραώ, ὅπερ εἶδεν ἕνεκεν τοῦ μέλλοντος γίνεσθαι λιμοῦ εἰς τὴν Αἴγυπτον καὶ εἰς πᾶσαν χώραν ἐπὶ ἔτη ζʹ. καὶ θαυμάσας ὁ βασιλεὺς τὴν τοῦ Ἰωσὴφ φρόνησιν, ἠλευθέρωσεν αὐτόν, καὶ ἔδωκεν αὐτῷ ἀξίαν μεγάλην καὶ τὴν θυγατέρα τοῦ ἀρχιερέως Ἡλιουπόλεως τῆς οὔσης ἐν Αἰγύπτῳ εἰς γυναῖκα, κελεύσας αὐτὸν διοικεῖν τὴν Αἴγυπτον πᾶσαν ἐπὶ ζʹ ἔτη καὶ ἔχειν ἐξουσίαν ὡς βούλεται πράττειν. ὅστις Ἰωσὴφ κτίζει ὡρεῖα, καὶ ἀποτίθεται σῖτον ἐν αὐτοῖς τῶν ἑπτὰ ἐνιαυτῶν, καὶ ἐχορήγησε πανταχοῦ δι' ἑαυτοῦ τήν τε ἀγορασίαν καὶ τὴν ἔξοδον τῆς πράσεως, ποιήσας ὡς ἠβουλήθη αὐτός. καὶ τῆς λιμοῦ γενομένης εἰς πᾶσαν τὴν γῆν, ἦλθον οἱ ἀδελφοὶ αὐτοῦ ἀπὸ τῆς γῆς Χαναὰν εἰς Αἴγυπτον ἀγοράσαι σῖτον. καὶ ἐπιγνοὺς αὐτοὺς Ἰωσὴφ ἐκέλευσε κρατηθῆναι αὐτούς, καὶ ἐθάῤῥησεν αὐτοῖς ὅτι ἀδελφὸς αὐτῶν ὑπάρχει, καὶ ἠνάγκασεν αὐτοὺς ἀπελθεῖν καὶ ἀγαγεῖν πρὸς αὐτὸν τὸν ἀδελφὸν αὐτοῦ τὸν μικρότερον τὸν Βενιαμὶν καὶ τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ τὴν συγγένειαν αὐτοῦ πᾶσαν. οἱ δὲ ἀδελφοὶ αὐτοῦ ἀπελθόντες ἤνεγκαν πρὸς τὸν Ἰωσὴφ τὸν πατέρα αὐτῶν καὶ τὸν ἀδελφὸν αὐτῶν τὸν Βενιαμὶν καὶ τὴν συγγένειαν αὐτῶν πᾶσαν, ὀνόματα οεʹ ἀῤῥενικῶν τε καὶ θηλυκῶν. καὶ ἐκράτησεν αὐτοὺς Ἰωσὴφ ἐκεῖ, καὶ ᾤκησαν τὴν Αἴγυπτον ἐπὶ ἔτη πολλά· καὶ ἐγένετο πλῆθος ἄπειρον ἐξ αὐτῶν τῶν Ἑβραίων, οἰκοῦντα ἐν Αἰγύπτῳ ἕως Μωσέως τοῦ κελευσθέντος ὑπὸ θεοῦ ἐκβάλαι 61 τὸν λαὸν τῶν Ἑβραίων ἐκ τῆς γῆς Αἰγύπτου, καθὼς ταῦτα πάντα ἐντέτακται ἀκριβῶς ἐν τοῖς Ἑβραϊκοῖς συγγράμμασιν. Ἐν δὲ τοῖς χρόνοις τῶν βασιλέων τῶν προγεγραμμένων ἀνεφάνη τις ἐν τῇ Καρίᾳ χώρᾳ γιγαντογενὴς φιλόσοφος ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, ὀνόματι Ἐνδυμίων· ὅστις μυστικὰς εὐχὰς λέγων εἰς σελήνην ᾔτει αὐτὴν μαθεῖν παρ' αὐτῆς τὸ θεϊκὸν ὄνομα ἐν ὁράματι. καὶ ἐν τῷ αὐτὸν εὔχεσθαι ἦλθεν εἰς ὕπνον καὶ ἤκουσε τὸ θεϊκὸν ὄνομα ἐν ὁράματι· καὶ οὐκέτι ἀνέστη, ἀλλ' ἐστὶ τὸ λείψανον αὐτοῦ ἕως τῆς νῦν εἰς τὴν Καρίαν, οὕτως ὄντα νεκρὸν δονούμενον· καὶ καθ' ἕκαστον ἔτος ἀνοίγουσι τὴν αὐτοῦ σορὸν ἐν τῇ χώρᾳ ἐκείνῃ, καὶ ὁρῶσι τὸ λείψανον αὐτοῦ δονούμενον νεκρόν, ὡς λέγουσιν. ἅτινα συνεγράψατο Αὐλέας ὁ σοφώτατος· περὶ οὗ, φησί, τὴν σελήνην φιλεῖν τὸν Ἐνδυμίωνα ἱστοριογραφοῦσιν. Ἔστιν οὖν ἀπὸ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ μετὰ