1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

28

σωτηρίας τυχεῖν. Ὁ δὲ ἀνεβίβασέ τε αὐτὸν ἐπὶ τὸ ἅρμα, καὶ τιμῆς ἀξιώσας, ἐξέπεμψεν εἰς τὴν οἰκείαν γῆν. Ἔρχεται ὁ προφήτης ἐγκαλῶν ὑπὲρ τούτων τῷ βασιλεῖ, καὶ θάνατον ἀπειλῶν. Βουλεύεται ὁ Ἀχαὰβ, εἰ δέοι ἐπιστρατεῦσαι τοῖς Σύροις· καὶ συμβουλεύσαντος τοῦ Ἰωσαφὰτ βασιλέως Ἰούδα, μετάπεμπτος γίνεται Μιχαίας ὁ προφήτης, καὶ ἐρωτηθεὶς προλέγει συμφορὰς, εἰ πολεμήσειεν. Ὀργίζεται ὁ Ἀχαάβ· τύπτει τὸν Μιχαίαν Σεδεκίας ὁ ψευδοπροφήτης. Κελεύεται Ἀχαὰβ τηρεῖσθαι Μιχαίαν τὸν ψευδοπροφήτην, ἕως ἂν ὁ πόλεμος λάβῃ τέλος. Ἐξῆλθε μαχεσόμενος, καί φησι τῷ Ἰωσαφάτ· Ἀμείψωμεν τὸ σχῆμα καὶ τὸν ἱματισμόν· λαβὼν ἐγὼ τὸν σὸν, ἀντιδίδωμί σοι τὸν 56.351 ἐμόν. Ὡς δὲ γέγονε τοῦτο, καὶ οἱ στρατιῶται ἐντολὴν εἰλήφεισαν παρὰ τοῦ βασιλέως τοῦ ἑαυτῶν, πάντας ἀφέντες, μόνῳ τῷ βασιλεῖ τοῦ Ἰσραὴλ συνάπτειν εἰς πόλεμον, ἰδόντες τὸν Ἰωσαφὰτ τὸν βασιλέα τοῦ Ἰούδα, καὶ νομίσαντες αὐτὸν τοῦ Ἰσραὴλ εἶναι (τὸ γὰρ σχῆμα αὐτοὺς ἠπάτησεν), ἐκύκλουν αὐτὸν, ἀνελεῖν θέλοντες. Ὁ δὲ ἀναβοήσας, ἀπηλλάγη τοῦ κινδύνου. Ἕτερος δέ τις τοξότης ἔβαλε τὸν Ἀχαὰβ, καὶ κατέῤῥει τὸ αἷμα. Ὅπερ ἀπέπλυναν ἐν τῇ κυρήνῃ (λ. κρήνῃ), καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι αὐτοῦ, καὶ οἱ κύνες ἔλειξαν αὐτό. Ἐβασίλευσε μετὰ τὸν Ἀχαὰβ Ὀχοζίας ὁ υἱὸς αὐτοῦ. Ὡς δὲ φίλος αὐτοῦγέγονεν Ἰωσαφὰτ, ἔδωκε δίκην, τὸ διακοπῆναι τὰ ἔργα αὐτοῦ. Βασιλειῶν δʹ. Ἀῤῥωστήσας Ὀχοζίας ἔπεμψεν ἐρωτῆσαι ἐν τῷ Βάαλ, εἰ ἀναστήσεται, καὶ ἀπαντήσας Ἠλίας ὁ προφήτης τοῖς ἀποσταλεῖσι, ἐκέλευσεν ἀπελθόντας εἰπεῖν, ὅτι οὐκ ἀναστήσεται. Μαθὼν δὲ Ὀχοζίας, ὅτι Ἠλίας ἐστὶν, ἔπεμψε τὸν πεντηκόνταρχον πρῶτον καὶ δεύτερον· ὡς δὲ ἀνηλώθησαν ὑπὸ τοῦ πυρὸς ἕκαστος μετὰ τῶν πεντήκοντα, μετὰ τοῦ τρίτου κελεύεται κατελθεῖν ὁ Ἠλίας, καὶ ἐλθὼν πρὸς τὸν βασιλέα εἶπεν, ὅτι ἀποθανεῖται. Μετὰ τοῦτον βασιλεύει ὁ ἀδελφὸς αὐτοῦ Ἰωράμ· οὐ γὰρ ἦν αὐτῷ υἱός. Ἐντεῦθεν ἡ ἀνάληψις τοῦ Ἠλίου εἰς τὸν οὐρανόν. Ἰδόντες υἱοὶ τῶν προφητῶν τὸν Ἑλισσαῖον διὰ ξηρᾶς ἐν τῷ Ἰορδάνῃ βαδίσαντα, εἶπον· Ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλίου ἐπ' αὐτὸν, καὶ ἀξιοῦσιν ὥστε ἐπιπέμψαι εἰς ἐπιζήτησιν τοῦ Ἠλίου· ὁ δὲ διεκώλυσεν· ὕστερον δὲ συνεχώρησεν· οἱ δὲ ἀπελθόντες οὐχ εὗρον. Ἰᾶται τὰ ἐν Ἱεριχὼ ὕδατα· ἀπερχόμενος εἰς Βαιθὴλ, τὰ διασύροντα αὐτὸν παιδία καταρᾶται, καὶ ἀναιρεῖται ὑπὸ τῶν ἄρκτων. Ὁ Μωὰβ βασιλεὺς ἀπέστη τοῦ τελεῖν τὸν εἰωθότα φόρον. Ἐπιστρατεύει ἐπ' αὐτὸν Ἰωρὰμ ὁ βασιλεὺς Ἰσραὴλ, προσλαβὼν καὶ τὸν Ἰωσαφὰτ βασιλέα Ἰούδα, καὶ τὸν Ἐδὼμ βασιλέα. Ὡς δὲ οὐχ εὕρισκονὕδωρ ἐν τῇ ἐρήμῳ, ἀλλ' ἐκινδύνευον διαφθαρῆναι, συμβουλεύσαντος Ὀχοζίου ἔρχονται πρὸς Ἑλισσαῖον. Ὁ δὲ ὀργίζεται πρὸς τὸν βασιλέα Ἰσραὴλ, καὶ οὐδ' ἂν ἰδεῖν αὐτὸν ἔφη, εἰ μὴ διὰ τὸν βασιλέα Ἰούδα. Οὐ μόνον δὲ ὕδατος ἀφθονίαν προεῖπεν αὐτοῖς ἥξειν, ἀλλὰ καὶ τὴν κράτησιν τῆς Μωαβίτιδος, ὥσπερ καὶ γέγονε· καὶ εἰς τοσαύτην συμφορὰν ἦλθεν ὁ Μωαβιτῶν βασιλεὺς, ὥστε τὸν υἱὸν αὐτοῦ σφάξαι ἄνωθεν ἀπὸ τοῦ τείχους. Ἐνταῦθα ἡ γυνὴ, ᾗ τὸ ἔλαιον ἐπερίσσευσε, καὶ ἡ Σουμανῖτις, ᾗ τὸν υἱὸν ἐχαρίσατο εὐξάμενος, καὶ ἀποθανόντα ἀνέστησε. Λιμοῦ γενομένου τήν τε πικρίαν ἀφεῖλε τὴν ἐν τῷ λέβητι γενομένην, καὶ ἑκατὸν ἄνδρας ἔθρεψεν ἐν ὀνόματι Θεοῦ ἀπὸ κριθίνων ἄρτων εἴκοσιν. Ἐλεπρώθη Νεεμὰν ὁ στρατηγὸς τοῦ βασιλέως Σύρων· καὶ ἐλθὼν πρὸς τὸν βασιλέα Ἰσραὴλ ἐζήτει θεραπείαν· ὁ δὲ διηπόρει, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ. Μεταπέμπεται αὐτὸν ὁ Ἑλισσαῖος, καὶ κελεύει βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ ἕβδομον. Ὁ δὲ τὸ μὲν πρῶτον ὤκνησε, καὶ ἠπίστει θεραπευθῆναι· ὕστερον δὲ ὑπὸ τῶν παίδων αὐτοῦ παρακληθεὶς, βαπτίζεται καὶ θεραπεύεται, καὶ ἐδίδου δῶρα τῷ Ἑλισσαίῳ. Ὁ δὲ οὐκ ἤθελεν. Ὡς δὲ ἀπῆλθεν ὁ ἄνθρωπος, κατα 56.352 διώξας ὁ Γιεζὶ ὁ παῖς τοῦ Ἑλισσαίου, ὡς παρὰ τοῦ Ἑλισσαίου πεμφθεὶς, λαμβάνει παρὰ τοῦ Νεεμὰν διτάλαντον ἀργυρίου, καὶ δύο στολάς. Ἐλθὼν δὲ πρὸς Ἑλισσαῖον ἐπειρᾶτο κρύπτειν. Ὁ δὲ διήλεγξεν αὐτὸν, καὶ τιμωρίαν ἔλαβε τὴν λέπραν. Ἔρχονται οἱ υἱοὶ τῶν προφητῶν κόψαι ξύλα πρὸς οἰκοδομήν. Ὡς δὲ ἐξέπεσεν ἑνὸς