1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

8

Τὸ γὰρ μῖσος τῆς ψυχῆς οὐκ ἀφίησι τὴν εὐμορφίαν τῆς ὄψεως φαίνεσθαι. Ὅταν γὰρ μέλλῃς αὐτὸν ἀπαιτεῖν κόσμια καὶ χρυσὸν, τότε μέλλει σε καὶ αὐτὸς μισεῖν καὶ φεύγειν, ὡς τὸν ἀπαιτητὴν ἐν ἀγορᾷ φανέντα. Ἀλλ' ἐκεῖνον μὲν δύναται φυγεῖν, σὲ δὲ οὐ δύναται, ἔνδον οὖσαν διηνεκῶς καὶ ἀπαιτοῦσαν λειτουργίας λόγον οὐκ ἐχούσας. Ταῦτα μὴ μόνον ἀκουέτω ἡ ἀκοή σου, ὦ γύναι, ἀλλὰ καὶ μεταβαλλέσθω σου ἡ διάνοια. Φάρμακά ἐστι δάκνοντα τὰ ῥήματα τὰ ἐμὰ, δάκνοντα πρὸς καιρὸν, καὶ εὐφραίνοντα διηνεκῶς. Ἰατρός εἰμι, σκαλεύω τὰ τραύματα, ἵνα μὴ παλαιότερα γενόμενα χείρονα τὴν νομὴν ἐργάσηται. Ἐγὼ μὲν γὰρ ἰατρεύω, τὴν διὰ λόγου ὑγίειαν χαριζόμενος· οἱ δὲ τοῦ παρόντος βίου τὸ ἐπίκαιρον καὶ σφαλερὸν καὶ εὐκαταφρόνητον ἐπιδείκνυνται. Ἀλλ' ὅπερ ἔλεγον περὶ τοῦ Ἀβραὰμ (οὐ γὰρ ἐπιλήσομαι τῆς ὑποσχέσεως), Σπεῦσον, καὶ φύρασον, ταῦτα ἑκάστη γυνὴ ἐγγραφέτω τῇ διανοίᾳ, ταῦτα ἕκαστος ἀνὴρ ἐχέτω ἐν τῷ συνειδότι. Τί μοι φέρεις σηρικὰ ἱμάτια, καὶ ἵππους χρυσοχαλίνους, καὶ ἡμιόνους καλλωπιζομένας; Ἡμίονος κάτω καλλωπίζεται, ὁ χρυσὸς ἐν στέγῃ κατέχεται· τὰ χρήματα ἡμίονοι ἄλογοι περιφέρουσι, χρυσοῦς ἔχουσαι χαλινούς· ἡμίονοι ἄλογοι καλλωπίζονται, ὁ δὲ πένης ἐν λιμῷ τηκόμενος τῇ θύρᾳ σου προσεδρεύει, καὶ ὁ Χριστὸς λιμῷ τήκεται. Ὢ τῆς ἐσχάτης ἀνοίας! Ποία ἀπολογία; ποία συγγνώμη, ὅταν ὁ Χριστὸς ἕστηκε πρὸ τῶν θυρῶν σου ἐν σχήματι πτωχοῦ, σὺ δὲ μηδὲ ὅλως εἶ ἐπικαμπτόμενος; Τίς σε ἐξαιρήσεται τῆς ἐκεῖθεν τιμωρίας; ∆έδωκα, φησὶν, ἔλεον. Ἀλλὰ μὴ δῷς μόνον ὅσον θέλει ἐκεῖνος, ἀλλ' ὅσον δύνασαι. Τί τότε ἐρεῖς, εἰπέ μοι, ὅταν αἱ κολάσεις αἱ ἀφόρητοι, ὅταν αἱ τιμωρίαι ἐκεῖναι, καὶ αἱ ἀπειλαὶ, καὶ αἱ φοβεραὶ δυνάμεις, ὅταν ὁ ποταμὸς τοῦ πυρὸς καχλάζῃ, ὅταν τὸ βῆμα τὸ φοβερὸν, ὅταν τὸ κριτήριον τὸ ἀδέκαστον, ὅταν ἡ φύσις ἡ ἄναρχος, ὅταν ἐρημία τῶν ἀνθρωπίνων πραγμάτων, ὅταν μήτε πατὴρ, μήτε μήτηρ, μήτε γείτων, μήτε βασιλεὺς, μήτε παροδίτης, μήτε ξένος δύναταί σε ὠφελῆσαι, ἀλλὰ στήκει μόνος ὁ ἄνθρωπος μετὰ τῶν ἔργων αὐτοῦ, κατακρινόμενος ὑπὲρ ἐκείνων, ἢ καὶ στεφανούμενος ὑπὲρ αὐτῶν; Τί τότε ἐρεῖς; Τότε ἀναμνησθήσῃ μου τῶν λόγων. Ἀλλὰ τί σοι τὸ ὄφελος; Οὐδέν· ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος ἀνεμνήσθη καὶ ἐζήτει καιρὸν μετανοίας, ἀλλ' οὐδὲν ἦν αὐτῷ κέρδος. Πλὴν ἔλεγε, Πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατι, καὶ καταψύξῃ μου τὴν γλῶσσαν, ὅτι πάνυ ὀδυνῶμαι. Ἀλλ' οὐκ ἔπεμψε Λάζαρον, οὐχ ὅτι ζημίαν ἔφερε μία ῥανὶς εἰς τὴν μεγάλην τοῦ παραδείσου πηγὴν, ἀλλ' ὅτι ἡ τῆς ἐλεημοσύνης σταγὼν ἀμίκτως ἔχει πρὸς τὴν ἀπήνειαν. Ἐπειδὴ γὰρ ἐν τῷ καιρῷ τοῦ σταδίου κατεφρονήθη, ἐν τῷ καιρῷ τοῦ στεφάνου οὐδεμιᾶς παραμυθίας αὐτὸν ἠξίωσε. ζʹ. Ταῦτα λέγω, ἵνα μήτε ὁ πένης δακρύῃ διὰ τὴν πε 55.509 νίαν, μήτε ὁ πλούσιος χαίρῃ διὰ τὸν πλοῦτον. Εὔπορος εἶ; Ἀπώλετο ὁ πλοῦτος, ἐὰν μὴ εἰς μέσον φέρῃς τὸν προσήκοντα πλοῦτον. Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Εἶτα ἔδραμεν αὐτὸς εἰς τὰς βόας, καὶ ἔθυσε μόσχον. ∆ρομεὺς ἐγένετο ὁ γέρων· οὐ γὰρ ἐχαυνοῦτο αὐτῷ τῆς σαρκὸς ὁ τόνος, ἀλλ' ἐπενεύρωτο τῆς φιλοσοφίας ἡ διάνοια· ἐνίκησε τὴν φύσιν ἡ προθυμία. Ὁ δεσπότης τριακοσίων δέκα καὶ ὀκτὼ οἰκετῶν, μόσχον βαστάζων, οὐ κατεβαρύνετο τῷ ἄχθει, ἀλλ' ἐκουφίζετο τὴν διάνοιαν τῇ προθυμίᾳ. Ὁ δρόμος τῷ γέροντι προκείμενος, καὶ ὑπηρεσία πολλὴ, καὶ τῇ γυναικὶ πόνος καὶ κάματος. Οὐ γὰρ μόνον φιλοτιμίᾳ χρημάτων, καὶ δαψιλείᾳ τραπέζης, ἀλλὰ καὶ διακονίᾳ καὶ ὑπηρεσίᾳ πολλῇ τοὺς ξένους ἐδεξιώσαντο, οὐ δι' οἰκετῶν, ἀλλὰ διὰ τῶν χειρῶν καὶ τῶν μελῶν τῶν ἑαυτῶν ὑπηρετοῦντες. Εἶτα παρειστήκει ἡ γυνὴ θεραπαίνης λαβοῦσα σχῆμα, καὶ οἱ ξένοι ἀνέκειντο, οἱ ἀγνῶτες· οὐ γὰρ παύσομαι τοῦτο λέγων. Ἐνόμιζον γὰρ αὐτοὺς