1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

4

διεσπάσαντο, καὶ μεληδὸν 51.376 αὐτὸν διείλοντο πάντες, πρῶτον πάντων τῆς μανίας αὐτῶν κατατολμήσαντα; εʹ. Τὸ γὰρ δὴ μέγα τοῦτό ἐστιν, οὐχ ὅτι Χριστὸν ὡμολόγησεν, ἀλλ' ὅτι πρὸ τῶν ἄλλων ἁπάντων μαινο μένων αὐτῶν καὶ οἰδούντων ἀπὸ τοῦ φόνου, ὡμολόγησε μετὰ παῤῥησίας. Ὥσπερ οὖν ἐν πολέμῳ καὶ παρατά ξει, φάλαγγος συμπεφραγμένης, ἐκεῖνον μάλιστα θαυ μάζομεν τὸν πρὸ τῶν ἄλλων πηδῶντα, καὶ τὸ μέτωπον αὐτῆς διαῤῥηγνύντα (οὐ γὰρ δὴ τούτου μό νου, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα ὑφ' ἑτέρων γινομένων κατορθωμάτων οὗτος ἂν εἴη πάντων αἴτιος, ὁ τὴν ἀρχὴν καὶ τὴν εἴσοδον παρασχὼν), οὕτω δὴ καὶ ἐπὶ τοῦ Πέτρου λογίζεσθαι χρὴ, ὅτι πρῶτος εἰσελθὼν, καὶ τὸ μέτωπον τῆς φάλαγγος τῆς Ἰουδαϊκῆς διαῤῥήξας, καὶ τὴν μακρὰν ἐκείνην δημηγορίαν κατατείνας, οὕτω καὶ τοῖς ἄλλοις ἀποστόλοις ἔδωκεν εἴσοδον. Κἂν Ἰωάννης, κἂν Ἰάκωβος, κἂν Παῦλος, κἂν ἄλλος ὁστισοῦν μετὰ ταῦτα μέγα τι ποιῶν φαίνηται, ἁπάντων οὗτος πλεονεκτεῖ, ὁ προοδοποιήσας αὐτῶν τῇ παῤῥη σίᾳ, καὶ διανοίξας τὴν εἴσοδον, καὶ δοὺς αὐτοῖς, κα θάπερ ποταμῷ πολλῷ φερομένῳ ῥεύματι, μετὰ πολ λῆς ἀδείας ἐπεισελθεῖν, καὶ τοὺς μὲν ἐναντιουμένους παρασύρειν, τῶν δὲ μετ' εὐνοίας ἀκουόντων τὰς ψυ χὰς ἄρδειν διηνεκῶς. Ἆρ' οὖν μετὰ τὸν σταυρὸν τοιοῦ τος; πρὸ δὲ τοῦ σταυροῦ οὐ πάντων θερμότερος; οὐχὶ τὸ στόμα τῶν ἀποστόλων ἦν; οὐχὶ πάντων σιγώντων αὐτὸς ἐφθέγγετο; Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; φησὶν ὁ Χριστός· καὶ οἱ μὲν Ἠλίαν ἔλεγον, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν. Ὑμεῖς δὲ τίνα με λέγετε, φησὶν, εἶναι; Εἶτα ἀποκριθεὶς Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὑμεῖς, εἶπε, καὶ ἀντὶ πάντων τοῦ σώματος φθέγγεται, οὕτως ἡ γλῶττα τῶν ἀποστόλων Πέτρος ἦν, καὶ ἀντὶ πάντων αὐτὸς ἀπεκρίνατο. Ἆρ' οὖν ἐνταῦθα μόνον τοιοῦτος, ἀλλαχοῦ δὲ καθυφίησι τῆς σπουδῆς; Οὐδαμῶς· ἀλλὰ διὰ πάντων καὶ ἐν πᾶσι τὴν αὐτὴν ἐμφαίνει θερμότη τα. Καὶ γὰρ εἰπόντος τοῦ Χριστοῦ· Παραδώσουσι τὸν Υἱὸν τοῦ ἀνθρώπου, καὶ μαστιγώσουσι, καὶ σταυρώσουσιν, αὐτός φησιν· Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. Μὴ γὰρ δὴ τοῦτο ἐξετάσω μεν, ὅτι ἀπερίσκεπτος ἡ ἀπόκρισις, ἀλλ' ὅτι γνησίου πόθου ἦν καὶ ζέοντος. Πάλιν ἀνέβη εἰς τὸ ὄρος, καὶ μετεμορφώθη· ὤφθη μεταξὺ Ἠλίας ἐκεῖ καὶ Μωϋσῆς διαλεγόμενος. Πάλιν κἀκεῖ ὁ Πέτρος· Εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς. ςʹ. Ὅρα πῶς ἐφίλει τὸν διδάσκαλον, καὶ σκόπει τὴν ἀκρίβειαν, καὶ τὴν σύνεσιν. Ἐπειδὴ γὰρ τότε ἁπλῶς ἀποκριθεὶς ἐπεστομίσθη, ἐνταῦθα τῇ ἐξουσίᾳ τοῦ δι δασκάλου ἐπιτρέπει τὸ πρᾶγμα· Εἰ θέλεις, λέγων. Συμβαίνει γὰρ, φησὶ, καὶ νῦν ἀπερισκέπτως με πόθῳ κινούμενον εἰπεῖν. Ἵν' οὖν μὴ τὴν αὐτὴν ἐπιτίμησιν δέξηται· Εἰ θέλεις, φησί. Συμπόσιον ἦν ἐκεῖνο πάλιν τὸ ἅγιον καὶ φρικῶδες· καὶ τότε λέγοντος τοῦ Ἰησοῦ· Εἷς ἐξ ὑμῶν παραδώσει με, πάλιν ὁ Πέτρος διὰ μὲν τὴν ἐπιτίμησιν τὴν ἤδη γενομένην ἐρωτῆσαι τὸν διδάσκαλον οὐκ ἐτόλμησε· διὰ δὲ τὸν πόθον, ὃν εἶχε, σιγῆσαι οὐκ ἠνέσχετο· ἀλλ' ἐσπούδασε καὶ μαθείν, καὶ μὴ δόξαι προπετής τις εἶναι καὶ ἀπερίσκεπτος. 51.377 Πῶς οὖν καὶ τὴν ἐπιθυμίαν ἐπλήρωσε, καὶ ἀσφά λειαν ἑαυτῷ προῳκονόμησεν; Ἵνα τῷ μὲν βουληθῆ ναι μαθεῖν τὸν ἀκάθεκτον δείξῃ πόθον, τῷ δὲ μὴ δι' ἑαυτοῦ τοῦτο ποιῆσαι, ἀλλ' ἕτερον προβαλέσθαι, τὴν εὐλάβειαν ἐμφαίνῃ καὶ τὴν ἐπιείκειαν ἅπασαν. Καὶ γὰρ στενά μοι πάντοθεν, φησί· περὶ προδοσίας ἐστὶ λόγος τοῦ ∆εσπότου· μέγας ὁ κίνδυνος, ὁ κρη μνὸς ἑκατέρωθεν. Ἂν σιγήσω, ἡ μέριμνα κατεσθίει μου τὴν ψυχήν· ἂν