1

 2

 3

 4

 5

 6

 7

3

ἀποστερῆσαι τῆς τραπέζης ταύτης. Καὶ γὰρ ὁ Χριστὸς τούτους οὐχ ἧττον ἐμακάρισεν ἢ ἐκείνους· Εἶδες γὰρ, φησὶ, καὶ ἐπίστευσας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Μὴ τοίνυν ὀκνηροὶ γίνεσθε πρὸς ἀρετὴν, ὅτι μὴ κατ' ἐκείνους τοὺς χρόνους, ἀλλὰ κατ' αὐτὸν ἐγένεσθε. Ἂν γὰρ ἐθέλοις, οὐκ ἐζημιώθης· ὥσπερ οὖν πολλοὶ καὶ τῶν τότε γενομένων, ἐπειδὴ μὴ ἤθελον, οὐκ ὠφελήθησαν. γʹ. Τί οὖν ἐστι τὸ σήμερον ἀναγνωσθέν; Τοῦτο δὲ γινώ σκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Τῷ Τιμοθέῳ πάλιν ὁ Παῦλος ἐπιστέλλει. Φο βερὰ ἡ ἀπειλή· ἀλλὰ διαναστῶμεν· τούτους γὰρ ἡμῖν τοὺς καιροὺς αἰνίττεται, καὶ τοὺς μετὰ τούτους, καὶ τοὺς περὶ τὴν συντέλειαν αὐτήν.

Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλε ποί. Βραχὺ τὸ ῥῆμα, καὶ μεγάλη ἡ δύναμις. Καθάπερ γὰρ τὰ ἀρώματα οὐ τῷ πλήθει, ἀλλὰ τῇ φύσει τὴν εὐω δίαν ἐνδείκνυται· οὕτω καὶ αἱ θεῖαι Γραφαὶ οὐ τῷ πλή θει τῶν ῥημάτων, ἀλλὰ τῇ δυνάμει τῶν ἐγκειμένων πᾶ σαν ἡμῖν παρέχουσι τὴν ὠφέλειαν. Οὕτω καὶ θυμιάματος 56.274 φύσις καὶ καθ' ἑαυτὴν μέν ἐστιν εὐώδης· ἐπὰν δὲ εἰς πῦρ αὐτὴν ἐμβάλῃς, τότε πᾶσαν ἐπιδείκνυται τὴν ἐξ αὐτῆς ἡδονήν. Οὕτω καὶ ἡ θεία Γραφὴ καὶ καθ' ἑαυτὴν μέν ἐστιν ἡδίστη· ἐπειδὰν δὲ τῆς ἡμῶν ἐπιλάβηται ψυ χῆς, καθάπερ εἰς θυμιατήριον ἐμπεσοῦσα, ἅπαντα τὸν οἶκον τῆς εὐωδίας ἐμπίπλησι. Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Περὶ τῆς συντελείας λέγει. Τί οὖν πρὸς σὲ, ὦ μακάριε Παῦλε; τί δὲ πρὸς Τιμόθεον; τί δὲ πρὸς τοὺς τότε ἀκούοντας; Μικρὸν γὰρ ὕστερον μέλλουσιν ἀποθνήσκειν, ἐξαρπάζεσθαι τῶν ἐπιόντων δεινῶν καὶ πονηρῶν ἀνθρώ πων. Ἀλλ' οὐχὶ τὰ παρόντα βλέπω μόνον, φησὶν, ἀλλὰ καὶ τὰ μέλλοντα προορῶ. Οὐχὶ τῆς παρούσης φείδομαι ποίμνης, ἀλλὰ καὶ ὑπὲρ τῆς μελλούσης ἀγωνιῶ καὶ δέ δοικα. Ἡμεῖς μὲν γὰρ τῶν συνόντων ἡμῖν ἀνθρώπων μόλις ποιούμεθα πρόνοιαν, ἐκεῖνος δὲ ὑπὲρ τῶν μηδέπω τεχθέντων πολλὴν ποιεῖται τὴν σπουδήν. Οὕτω καὶ ποι μὴν ἄριστος οὐχ ὅταν ἴδῃ τοὺς λύκους ἐπιόντας τῇ ποίμνῃ καὶ τῶν προβάτων ἐγγὺς γενομένους, τότε προ λέγει μόνον, ἀλλὰ καὶ πόῤῥωθεν ὄντας μηνύει. Οὕτω καὶ ὁ Παῦλος, καθάπερ ποιμὴν ἄριστος, ἐφ' ὑψηλοῦ χω ρίου τοῦ τῆς προφητείας ἀξιώματος καθήμενος, καὶ τοῖς προφητικοῖς ὀφθαλμοῖς ἄνωθεν προορῶν κατατρέχοντα τὰ θηρία, ἐπ' αὐτῆς τῆς συντελείας ὁρ μῶντας καὶ ἀποτεινομένους κατὰ τῆς ποίμνης προλέγει καὶ προδιαμαρτύρεται, ἵνα καὶ τοὺς μηδέπω γεννωμέ νους παρασκευάσῃ νήφειν, καὶ πᾶσαν τειχίσῃ τὴν ποί μνην τῇ προφητείᾳ.

Καὶ γὰρ καὶ πατὴρ φιλόστοργος οἰκίαν οἰκοδομούμενος πολλάκις τοῖς αὐτοῦ παισὶ λαμ πρὰν καὶ μεγάλην οὕτως οἰκοδομεῖ, οὐχ ὥστε ἐκείνοις χρησίμην γενέσθαι μόνον, ἀλλὰ καὶ ἐγγόνοις καὶ τοῖς μετ' ἐκείνους. Οὕτω καὶ βασιλεὺς πόλει φιλουμένῃ περι βαλὼν τεῖχος ἔξωθεν, ἀσφαλὲς τοῦτο ποιεῖ καὶ ἰσχυρὸν καὶ διαρκὲς, οὐχ ἵνα ἐπὶ τῆς γενεᾶς αὐτοῦ μόνης ὑπηρε τῇ, ἀλλ' ἵνα καὶ τοῖς μετὰ ταῦτα πᾶσι γένηται χρήσι μον, οὐ πρὸς τὰς τότε μηχανὰς, ἀλλὰ πρὸς τὰς ὕστερον γενομένας προσβολὰς ἐπιτήδειον. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν. Ἐπειδὴ γὰρ τὰ γράμματα ἀποστολικὰ τείχη τῶν Ἐκκλησιῶν ἐστιν, οὐχὶ τοὺς τότε μόνον ὄντας, ἀλλὰ καὶ τοὺς ὕστερον ἐσομένους ἀσφαλίζεται δι' αὐτῶν. Καὶ οὕτως ἰσχυρὸν καὶ ἀῤῥαγῆ τὸν περίβολον τοῦτον κατ εσκεύασε, καὶ πάσῃ περιήλασεν αὐτὸν τῇ οἰκουμένῃ μετὰ ἀσφαλείας ἁπάσης, ὥστε καὶ τοὺς τότε, καὶ τοὺς μετ' ἐκείνους, καὶ τοὺς νῦν, καὶ τοὺς αὖθις ἑπομένους μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ἁπάσης ἀπαλλάξαι τῆς τῶν πολεμίων πολιορκίας. Τοιαῦται τῶν ἁγίων αἱ ψυχαί· φιλόστοργοι, κηδεμονικαὶ, πατρικὴν εὔνοιαν ἀποκρύ πτουσαι τῷ φίλτρῳ, καὶ τὴν τῆς φύσεως φιλοστοργίαν νικῶσαι, καὶ τὰς ὠδῖνας ὑπερβαίνουσαι ἐκείνας· Πνεύ ματος γάρ εἰσι καὶ θείας χάριτος.