1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

37

ποιοτήτων, θέσεων, δυνάμεων, ῥυθμῶν; πῶς νεῦρα, καὶ φλέβες, καὶ σάρκες, καὶ ὀστᾶ, καὶ ὑμένες, καὶ ἀρτηρίαι, καὶ ἄρθρα, καὶ χόνδροι, καὶ ὅσα ἕτερα τούτων πλείονα παῖδες ἰατρῶν ἀκριβολογοῦνται, ἃ τὴν ἡμετέραν συνέχει φύσιν, καὶ ταῦτα ἀπὸ τοῦ ἑνὸς σπέρματος; Ἆρα πολλῷ σοι δοκεῖ τούτων εἶναι τοῦτο ἀπορώτερον, πῶς τὸ ὑγρὸν καὶ μαλακὸν εἰς σκληρὸν καὶ ψυχρὸν πήγνυται, τὸ ὀστοῦν; πῶς εἰς θερμὸν καὶ ὑγρὸν, καὶ τὸ αἷμα, ἑνωθέν; πῶς εἰς ψυχρὸν καὶ μαλθακὸν τὸ νεῦρον; πῶς εἰς ψυχρὸν καὶ ὑγρὸν τὴν ἀρτηρίαν; πόθεν ταῦτα, εἰπέ μοι; ταῦτα οὐ διαπορεῖς; Οὐχὶ ὁρᾷς καθ' ἑκάστην ἡμέραν ἀνάστασιν καὶ θάνατον ἐν ταῖς ἡλικίαις γινόμενον; ποῦ ἡ νεότης ἀπῆλθεν; πόθεν τὸ γῆρας ἦλθε; πῶς ὁ γεγηρακὼς ἑαυτὸν μὲν νέον ποιῆσαι οὐ δύναται, ἕτερον δὲ παιδίον τίκτει νεώτατον, καὶ ὃ ἑαυτῷ οὐ δύναται παρασχεῖν, ἑτέρῳ παρέχει. γʹ. Τοῦτο καὶ ἐπὶ τῶν δένδρων καὶ ἐπὶ τῶν ζώων ἔστιν ἰδεῖν. Καίτοι τὸ ἑτέρῳ παρέχον, ἑαυτῷ πρότερον ὀφείλει παρασχεῖν. Ἀλλὰ ταῦτα μὲν ὁ λογισμὸς ὁ ἀνθρώπινος ἀπαιτεῖ· ὅταν δὲ ὁ Θεὸς δημιουργῇ, πάντα ὑποχωρείτω. Εἰ ταῦτα οὕτως ἄπορα, καὶ μεθ' ὑπερβολῆς ἄπορα, ὑπεισῆλθέ μοι νῦν ἔννοια τῶν μαινομένων, καὶ τὴν γέννησιν τὴν ἀσώματον πολυπραγμονούντων τοῦ Υἱοῦ. Τὰ καθ' ἑκάστην ἡμέραν γινόμενα, καὶ χερσὶν ὑποβαλλόμενα, καὶ μυριάκις ζητηθέντα οὐδεὶς οὐδέπω εὑρεῖν δεδύνηται· 62.438 πῶς οὖν τὴν ἄῤῥητον ἐκείνην καὶ ἄφραστον γέννησιν πολυπραγμονοῦσιν, εἰπέ μοι; οὐκ ἀπέκαμεν ἡ διάνοια τῶν τοιούτων κενεμβατοῦσα; οὐκ εἰς μυρίους ἰλίγγους περιετράπη; οὐχὶ ἀχανὴς γέγονε; Καὶ ὅμως οὐδὲ οὕτω παιδεύονται. Περὶ σταφυλῶν καὶ σύκων οὐδὲν εἰπεῖν δυνάμενοι, περὶ τοῦ Θεοῦ πολυπραγμονοῦσιν. Εἰπὲ γάρ μοι, πῶς τὸ γίγαρτον ἐκεῖνο ἀναλύεται εἰς φύλλα καὶ στελέχη; πῶς πρὸ τούτου οὐκ ἦν ἐν αὐτῷ, οὐδὲ ἑωρᾶτο; Ἀλλ' οὐ τὸ γίγαρτόν ἐστι, φησὶν, ἀλλὰ τῆς γῆς τὸ πᾶν. Καὶ πῶς χωρὶς τούτου οὐδὲν φέρει ἀφ' ἑαυτῆς; Ἀλλὰ μὴ ἀνοηταίνωμεν· οὔτε τῆς γῆς ἐστιν, οὔτε τῆς κέγχρου τὸ γινόμενον, ἀλλὰ τοῦ καὶ τῆς γῆς καὶ τῶν σπερμάτων Κυρίου. ∆ιὰ τοῦτο καὶ χωρὶς τούτων καὶ μετὰ τούτων ταῦτα ἐποίησε γίνεσθαι τὸ μὲν τὴν αὐτοῦ δύναμιν δεικνὺς, ἡνίκα ἔλεγεν, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου· τὸ δὲ, μετὰ τοῦ δεῖξαι τὴν αὐτοῦ δύναμιν, καὶ ἡμᾶς παιδεύων εἶναι φιλοπόνους καὶ φιλεργούς. Τί δὴ ταῦτα ἡμῖν εἴρηται; Οὐχ ἁπλῶς, ἀλλ' ἵνα καὶ τῇ ἀναστάσει πιστεύωμεν· καὶ ὅταν τι πάλιν λογισμοῖς βουλόμενοι καταλαβεῖν οὐκ ἰσχύωμεν, μὴ δυσχεραίνωμεν μηδὲ ἀγανακτῶμεν, ἀλλ' εὐγνωμόνως ὑποστρέφοντες, καὶ ἀναχαιτίζοντες τὸν λογισμὸν, καταφεύγωμεν ἐπὶ τὸ δυνατὸν τοῦ Θεοῦ καὶ εὐμήχανον. Ταῦτα οὖν εἰδότες, χαλινὸν ἐπιθῶμεν τοῖς λογισμοῖς· μὴ ὑπερβαίνωμεν τοὺς ὅρους καὶ τὰ μέτρα τὰ δεδομένα τῆς γνώσεως ἡμῖν. Εἰ γάρ τις δοκεῖ, φησὶν, εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι. Οὐ λέγω περὶ Θεοῦ μόνον, ἀλλὰ περὶ παντὸς πράγματος. Τί γὰρ βούλει μαθεῖν περὶ γῆς; τί οἶδας, εἰπέ μοι; πόσον τὸ μέτρον αὐτῆς; πηλίκον τὸ μέγεθος; ὁποία ἡ θέσις; τίς ἡ οὐσία; ποῖος ὁ τόπος; ποῦ ἕστηκε, καὶ ἐπὶ τίνος; Ἀλλ' οὐδὲν ἂν τούτων ἔχοις εἰπεῖν. Ἀλλ' ὅτι μέν ἐστι ψυχρὰ καὶ ξηρὰ καὶ μέλαινα, ταῦτα ἂν ἔχοις εἰπεῖν, περαιτέρω δὲ οὐδέν. Ἀλλὰ περὶ τῆς θαλάττης; Ἀλλ' ὁμοίως εἰς ἀμηχανίαν ἐμπεσῇ, οὐκ εἰδὼς ποῦ μὲν ἄρχεται, ποῦ δὲ λήγει, ἐπὶ τίνος δὲ φέρεται, τί τὸν πυθμένα αὐτῆς διαβαστάζει, ποῖος δὲ αὐτῇ τόπος ἐστὶ, πότερον δὲ καὶ μετ' αὐτήν ἐστιν ἤπειρος, ἢ εἰς ὕδωρ τελευτᾷ καὶ ἀέρα. Ἀλλὰ τῶν ἐν αὐτῇ τί οἶδας; Ἀλλὰ τὸν ἀέρα εἴπω; ἀλλὰ τὰ στοιχεῖα; Ἀλλ' οὐδὲν ἐρεῖς. Ἀφῶ ταῦτα, Βούλει τῶν φυτῶν τὸ μικρότατον ἐκλεξώμεθα; τὴν χλόην τὴν ἄκαρπον, ἥνπερ ἅπαντες ἴσμεν, εἰπὲ πῶς τίκτεται; οὐχὶ ὕδωρ ἐστὶ τὸ ὑποκείμενον καὶ γῆ καὶ κόπρος; τί τὸ ποιοῦν αὐτὴν οὕτω καλὴν φαίνεσθαι, καὶ χρῶμα ἔχειν θαυμαστόν; πόθεν ἐκεῖνο τὸ κάλλος οὕτω μαραίνεται; Οὐκ ἔστιν ὕδατος, οὐκ ἔστι γῆς τὸ ἔργον. Ὁρᾷς ὅτι πανταχοῦ πίστεως